- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:883.29-885.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
约翰·斐洛庞奴斯注疏亚里士多德《物理学》卷八,探讨相反运动之间的停顿,以及质变与生长中运动和静止的状况。进而考察偶性运动与各元素的本性运动,阐明致动者与被运动者之间的区别与关系。
Ἤγουν στάσις καὶ ἠρεμία τις· τῶν γὰρ ἐναντίων κινήσεων ἐστὶ καὶ στάσις μεταξύ, κατὰ συνέχειαν δὲ κινεῖσθαι αὐτὰς ἀδύνατον, εἰ μὴ πρότερον ὁπωσοῦν διάλειψις γένηται, ὃ δὴ στάσις ἐστίν.
亦即停顿与某种静止;因为在相反的运动之间也存在停顿,而它们不可能连续地运动,除非先以某种方式发生间断,而这正是停顿。
Εἰ τὸ νοσοῦν, φησί, μεταβάλλει, πάντως εἰς ὑγείαν μεταβάλλει· εἰς γὰρ τὸ ἐναντίον ἡ μεταβολή. μεταβάλλει δὲ οὐκ ἐν πέρατι χρόνου, ἤγουν τῷ νῦν, ἀλλ’ ἐν χρόνῳ. εἰ γὰρ τοῦτο,1 ἐπεὶ ἀμερὲς τὸ νῦν, ἅμα ἄν τι νοσοῖ τε καὶ ὑγιαίνοι· οὐδὲν γὰρ νῦν ἑτέρῳ νῦν συνεχές ἐστιν. εἰ δὲ τοῦτο, οὐδὲν ἐπ’ ἄπειρον ὑγιάζεται, ἀλλ’ ἔστι καὶ πέρας καὶ ἀρχή, πέρας μὲν ἡ ὑγεία ἀρχὴ δὲ ἡ τῆς νόσου τελευτή. ὥστε ἐπεὶ εἰς τοὐναντίον ἡ μεταβολή, καὶ στάσει, ὡς ἐδείχθη, διαλαμβάνεται, οὐδεμία ἂν εἴη ἄπειρος ἀλλοίωσις. ὅτι δὲ μὴ ἔστι συνεχὴς ἡ κατὰ τὴν ἀλλοίωσιν κίνησις, καὶ ἡ ἐνάργεια, φησί, δείκνυσιν· ὁ γὰρ λίθος ἐν τῷ πολλῷ χρόνῳ οὔτε σκληρότερος γίνεται οὔτε μαλακώτερος, ἀλλ’ οὐδ’ ἀπορρεῖ τι ἑκάστης ἡμέρας αὐτοῦ· ὥστε ἐστὶ στάσις καὶ οὐκ ἀεὶ κίνησις.
他说,如果患病者发生转变,它必定是转变为健康;因为转变是朝向相反者。而且它转变并非在时间的界限中,亦即在“现在”中,而是在时间中。因为如果如此[即在时间的界限中转变],由于“现在”是不可分的,某物就会同时既患病又健康;因为没有任何一个“现在”与另一个“现在”相连续。而如果如此[即在时间中转变],没有任何事物会无限地恢复健康,而是既有界限也有开端,界限是健康,而开端是疾病的终结。因此,既然转变是朝向相反者,并且如所表明的那样被停顿所打断,那么任何质变都不会是无限的。他说,依据质变的运动并非连续的,这一点显明的事实也表明了;因为石头在长久的时间中既没有变得更硬,也没有变得更软,甚至每天也没有任何东西从它身上流失;因此存在着静止,而非始终是运动。
Ὥσπερ μικρὸν ἄνωθεν εἶναι καὶ στάσιν ἐν τῷ μεταξὺ τῶν ἐναντίων μεταβολῶν φανερὸν ἐγένετο διὰ τῆς ἐναργείας, οὕτω καὶ νῦν αὖ τὰς ἐναντίας μεταβολὰς ὁρῶμεν γινομένας· ὅθεν καὶ ἡ στάσις ἐναργής.
正如刚才不久前,在相反的转变之间也存在停顿这一点通过显明的事实变得昭然若揭,同样,现在我们也再次看到相反的转变在发生;由此可见停顿也是显而易见的。
Πῶς παρὰ φύσιν κίνησις ἡ αὔξησις; ὅτι βαρείας οὔσης καὶ γεώδους τῆς τροφῆς μετὰ τὸ ἀλλοιωθῆναι ἀνάδοσις γίνεται αὐτῆς εἰς πάντα τὰ μέρη, ὃ δὴ κίνησις παρὰ φύσιν τοῦ βαρέος.
生长何以是反常态的运动?因为尽管养料是沉重且属土性的,但在经过质变之后,它被分配到所有部分之中,而这正是沉重之物反常态的运动。
Ὁ τὸ ποτὲ κινεῖσθαί τινα ποτὲ δὲ μὴ ἀναιρῶν ἀναιρεῖ φανερῶς τὴν γένεσιν, ἥτις γένεσις, εἰ μὴ σαφῶς κίνησις, ἀλλ’ οὐκ ἄνευ κινήσεως· ἡ γὰρ γένεσις κινοῦσα ἄγει πρὸς τὸ τέλος, ἤγουν τὸ εἶδος, καὶ τότε ἠρεμία γίνεται. ἀλλ’ ὁ ταύτην ἀναιρῶν φανερῶς καὶ τὴν φθορὰν ἀναιρεῖ· μὴ γὰρ οὔσης γενέσεως οὐδὲ φθορὰ ἂν εἴη.
否定某些事物有时运动、有时不运动的人,显然否定了生成,而这种生成即便不能明确说是运动,但也并非没有运动;因为生成在致动的同时将事物引向终点,亦即形式,那时便产生了静止。然而否定生成的人显然也否定了毁灭;因为若不存在生成,毁灭也不会存在。
Κατὰ συμβεβηκὸς κινεῖ ὁ φαλακρὸς ἢ ὁ λευκός· οὐ γὰρ ᾗ φαλακρὸς ἢ λευκός. καὶ κινεῖσθαι ὡσαύτως κατὰ συμβεβηκός, ὡς ὅταν λέγωμεν ‘ὁ φαλακρὸς ἢ ὁ λευκὸς περιπατεῖ καὶ οἰκοδομεῖ’. ἐν τούτοις δὲ συντάττει καὶ τὰ κατὰ μόρια κινοῦντα ἢ κινούμενα, ὅταν ἐκ............
秃头者或白肤者是偶性地致动的;因为并非就其为秃头或白肤而言。而被运动同样也是偶性的,正如当我们说“秃头者或白肤者在行走和建造”时那样。而在这些之中,他也列入了按部分致动或被运动的事物,当从……之时。
Θέσεις φησίν, ὡς ὅταν ἐναλλὰξ τοὺς πόδας κινῶμεν ἐν τῇ βαδίσει καὶ μεταφέρωμεν ποιοῦντες τὸν δεξιὸν ἀριστερὸν καὶ ἀνάπαλιν, παρὰ δὲ τοὺς τρόπους, 〈ὡς〉 ὅταν ὀπισθοφανῶς βαδίζωμεν, ἢ ὅταν οἷς οὐ πεφύκαμεν, οἷον ταῖς χερσὶ βαδίζομεν τοὺς δὲ πόδας ἄνω ἔχομεν, ὅπερ οὐ πέφυκεν.
他说“位置”,正如在行走中我们交替移动双足并挪动它们,使右足成为左足、反之亦然;而“反乎方式”,[正如]当我们倒退着行走时,或者以非合乎本性的方式,比如用双手行走而双足朝上,这并非合乎本性。
Ὡς τῶν ἐξ ἑαυτῶν κινουμένων μὴ μίαν ἀλλὰ πλείους καὶ τὰς ἐναντίας 〈δυναμένων〉 κινεῖσθαι. ἔτι δείκνυσιν ὅτι τὰ τῶν στοιχείων σώματα τὰς κατὰ φύσιν οὐ κινεῖται2 ὑφ’ ἑαυτῶν, ἀλλ’ ᾗ κεχώρισται, τουτέστιν οὕτω κινεῖται ἕκαστον, ᾗ κεχώρισται τὸ κινοῦν τοῦ κινουμένου οὐ τόπῳ, ἀλλὰ φύσει· κἂν γὰρ μόνον ᾖ τόπῳ κεχωρισμένον, οὐ πάσχει τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου.
因为由自身被运动的事物不仅能够作一种运动,而且能够作多种运动以及相反的运动。此外,他表明各元素的物体在自然运动中并非由自身所运动,而是就其被区隔而言,亦即每一物体都是如此被运动的,只要致动者与被运动者不是在场所上、而是在本性上被区隔开;因为即使仅在场所上被区隔开,同类者也不会受同类者的作用。
Ἐφ’ ἕτερον μεταβέβηκεν ἐπιχείρημα, καί φησιν· εἰ ἅπαν τὸ κινούμενον κινεῖται κτλ. (p. 832,11. 19).
他转入另一个论证,并说:“如果凡被运动者都被运动”,等等。
Τὸ κινεῖν δηλονότι καὶ αὐτὰ κινούμενα, ἀλλ’ οὐ διὰ τὸ κινεῖσθαι κινοῦντα, ἀλλὰ κατὰ συμβεβηκὸς κινεῖσθαι, ὡς ὅταν βαδίζῃ τις ἅμα καὶ διδάσκῃ· οὐ γὰρ διὰ τὸ βαδίζειν, ἀλλὰ κατὰ συμβεβηκὸς τῷ διδάσκοντι τὸ βαδίζειν.
显而易见,它们自身虽也被运动而致动,但并非由于被运动而致动,而是被运动乃是偶性的,正如某人一边行走一边施教时那样;因为并非由于行走,而是行走对施教者而言是偶性的。
- 11.10εἰ γὰρ τοῦτο
承接前文所否定的“在时间的界限中,亦即在‘现在’中转变”的省略条件句。后文的“εἰ δὲ τοῦτο”则相反地承接前文所肯定的“在时间中转变”;两处均依上下文补全以保持逻辑对照。
- 11.16τὰς κατὰ φύσιν οὐ κινεῖται
阴性复数宾格“τὰς κατὰ φύσιν”省略了名词“κινήσεις”(运动),作为同源宾格(内含宾格)由被动动词“κινεῖται”所统辖。主语“τὰ τῶν στοιχείων σώματα”意为“各元素的物体不是自身被运动于其本性的运动之中”。
