- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:882.3-883.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯注解了《物理学》第八卷第1–3章关于运动永恒性的论述(250b29–253b6),阐明了周期性永恒与连续性永恒的区别、运动永恒性对探究第一原理的神学意义、动静转换因预设相互关系的改变而要求先行运动的论证,并反驳了巴门尼德与芝诺否定运动的学说。
Τουτέστιν εἶναι μὲν ἀΐδιον, ἀλλὰ τῇ διαδοχῇ διακοπτόμενον ἠρεμίᾳ, καὶ οὐ συνεχῶς ἔχον τὴν ἀϊδιότητα.
这就是说,[运动]虽是永恒的,但因相继更迭而被静止所打断,并且不是连续地具有其永恒性。
Καθὸ οἱ δύο κόσμοι δι’ ὅλου καὶ ἀεὶ ἀλλάσσοντα καὶ διαδεχόμενα1 ἄλληλα οὐδαμῶς λήγει, ταύτῃ ἀκίνητοι καὶ ἀΐδιοί εἰσι. κατὰ κύκλον, ἤτοι κατὰ περίοδον, ὡς ἔαρ καὶ θέρος καὶ χειμὼν καὶ μετόπωρον ἀΐδια οὐ τῇ συνεχείᾳ τοῦ εἶναι, ἀλλὰ κατὰ περίοδον.
就这两个世界整体上始终互相交替与承接而绝不止息而言,在这方面它们是不动的与永恒的。[这种永恒]是按照循环,亦即按照周期的,正如春、夏、冬、秋并非由于存在的连续性,而是按照周期而永恒那样。
Εἰ ἔστιν ἀΐδιος, φησί, κίνησις, συμβάλλεται ἡμῖν 〈οὐ μόνον〉 πρὸς τὴν ἀλήθειαν τῆς φυσικῆς θεωρίας, ἀλλὰ καὶ εἰς θεολογίαν, ἥτις θεωρία τῆς πρώτης τῶν ὄντων ἐστὶν ἀρχῆς, πότερον αὐτὴ ἀϊδίως ἐνεργεῖ ἄνευ δυνάμεως ἢ οὐκ ἀϊδίως αὐτῆς ἡ ἐνέργεια· εἰ γὰρ δειχθείη ὅτι ἀΐδιος ἡ κίνησις, ἔσται δηλονότι καὶ τὸ ἀϊδίως κινοῦν καὶ μὴ δυνάμει ἔχον τὴν κινητικὴν ταύτην δύναμιν.
他说,如果存在永恒的运动,这不仅有助于我们认识自然研究的真理,而且也有助于神学,而神学乃是对存在物之第一原理的研究,探讨该原理自身是没有潜能而永恒地现实活动,还是其现实活动并非永恒;因为若表明运动是永恒的,显然也将存在永恒地致动且不以潜能方式具有这种致动力者。
Τουτέστιν ἦν τι τὸ κωλῦον κινεῖσθαι, οὗ ἀφαιρεθέντος κινηθήσεται.
这就是说,曾存在着阻碍被运动的事物,当它被移去时便将被运动。
Βούλεται δεῖξαι ὅτι ἀεὶ ἦν δυνάμει τὸ μὲν κινητὸν τὸ δὲ κινητικόν, ἀπό τινος δὲ χρόνου ἤρξατο πρότερον τὸ μὲν κινεῖν τὸ δὲ κινεῖσθαι. τὰ δὲ κινοῦντα καὶ κινούμενα, ἁπλῶς τὰ ποιοῦντα καὶ πάσχοντα, οὐχ ὡς ἔχοντα τὰ μὲν ποιεῖ τὰ δὲ πάσχει, ἀλλὰ ποιὰν σχέσιν πρὸς ἄλληλα ἔχοντα. καὶ διὰ τοῦτο ὄντος τοῦ κινητικοῦ καὶ τοῦ κινητοῦ οὐκ ἂν γίνεται κίνησις,2 ἀλλ’ ὅταν φέρε εἰπεῖν ἀλλήλοις πλησιάσῃ, ἔστι κίνησις, ὅταν δὲ ἀποστῇ καὶ μεταβάλῃ τοὺς τόπους, τότε ἠρεμία. καὶ τῶν στερήσεων ἄρα καὶ τῶν ἕξεων τὰ αὐτά ἐστιν αἴτια ἄλλως καὶ ἄλλως ἔχοντα. ἐπεὶ οὖν ἡ τοιάδε σχέσις αὐτῶν ἠρεμίας αἰτία ἐστίν, ἡ ἀντικειμένη κινήσεως· ἵνα ἄρα καὶ ἐξ ἠρεμίας κίνησις γένηται, δεῖ μεταβολὴν γενέσθαι τῆς τοιᾶσδε σχέσεως αὐτῶν, ἵνα ἄλλην ἀναλαβόντα σχέσιν τὸ μὲν κινήσῃ τὸ δὲ κινηθῇ· ἡ δὲ μεταβολὴ κίνησις· ὥστε τῆς πρώτης κινήσεως ἔσται προτέρα κίνησις κατὰ τὴν μεταβολὴν καθ’ ἣν μεταβάλλει ἐκ τοῦ μὴ δύνασθαι κινεῖν καὶ κινεῖσθαι.
他意在表明,可运动者与致动者虽始终潜在地存在,但从某一时刻起,一者较先开始致动,另一者较先开始被运动。然而致动之物与被运动之物,简而言之即施动之物与受动之物,并非仅仅处于某种状态就前者施动、后者受动,而是彼此处于某种特定关系之中。正因如此,即使致动者与可运动者存在,也不会产生运动;相反,比方说当它们彼此接近时,才有运动,而当它们分离并改变场所时,那时便有静止。因此,处于不同状态的同一事物,既是缺失的原因也是具态的原因。既然它们此种关系是静止的原因,而对立的关系是运动的原因;因此,为了由静止中产生运动,必须发生它们这种关系的转变,以便在采取另一种关系之后,一者致动而另一者被运动;而转变乃是运动;从而在第一运动之前,将存在着按照某种转变的在先运动,依据该转变,事物从无法致动与被运动的状态中转变过来。
Ἤγουν λόγον καὶ αἰτίαν διὰ τί μὴ ἀεὶ οὕτως ἔχει, οἷον διὰ τί μὴ ἀεὶ χειμὼν ἢ θέρος ἢ ἔαρ, ἀλλ’ ὁτὲ μὲν τοῦτο ἄλλοτε δὲ ἐκεῖνο. καὶ ἔστιν αἴτιον ἡ λοξότης τοῦ ζῳδιακοῦ καὶ ἡ κατ’ αὐτὸν τοῦ ἡλίου πορεία. τοῦτο δὴ λεκτέον καὶ ἐπὶ τῶν ἄλλων τῶν κατὰ φύσιν, ὅσα μὴ ἁπλῶς ἤτοι ἀεὶ ὡσαύτως ἔχοντα ὁρᾶται, ὅτι ἔστιν αἴτιον τῆς μὴ ἁπλότητος.
亦即说明何以并非始终如此的根据与原因,例如为何并非始终是冬、或夏、或春,而是一时是此、另一时是彼。其原因在于黄道的倾斜以及太阳沿着黄道的运行。对于其他合乎自然之物,凡是未被视为单纯亦即并非始终处于同一状态者,确实也必须这样说,即存在着造成其非单纯性的原因。
Εἰ μέν, φησίν, εἶχον ἐρρωμένην τὴν διάνοιαν, ᾔδεισαν3 τίνα μὲν ἀπορίας ἄξια τίνα δὲ μή, νῦν δὲ ἐκ πολλῆς ἀρρωστίας μὴ διακρίνειν δυνάμενοι περὶ τῶν ὁμολογουμένων διαποροῦσιν. ἡ γὰρ κίνησις ἐν πᾶσι τοῖς φυσικοῖς· καὶ ὅτι τοῦτο, καὶ ἡ αἴσθησις πιστοῦται. τέως δὲ ὁ λόγος πρὸς Παρμενίδην καὶ Ζήνωνα.
他说,如果他们拥有健全的心智,他们就会知道哪些事情值得怀疑,哪些不值得;但如今由于极度的虚弱而无法分辨,他们便对公认的事实提出疑难。因为运动存在于一切自然物之中;对于这一点,感觉也予以证实。而目前此论述是针对巴门尼德与芝诺的。
Τὸ σχεδὸν οὐ πρὸς τὸ ψεῦδός φησιν· ἀμφότεραι γὰρ ψευδεῖς αἱ ὑποθέσεις, πλὴν ἐπειδὴ μᾶλλον ἔργον φαίνεται τῆς φύσεως ἡ κίνησις ἤπερ ἡ ἠρεμία (καίπερ ὥσπερ ἀρχή ἐστι κινήσεως [ἔστιν] ἡ φύσις, οὕτω καὶ ἠρεμίας· ἄγει γὰρ εἰς τὸ τέλος ἕκαστον κινοῦσα, ὅπερ ἐστὶν ἡ ἠρεμία), μᾶλλον τοῦ λέγοντος τὰ πάντα κινεῖσθαι ὁ πάντα ἠρεμεῖν λέγων ἁμαρτάνει.
他说,“几乎”这个词并非针对虚假而言;因为两个假说都是虚假的,只不过既然运动比静止更显得是自然的功能(尽管正如自然是运动的原理一样,它也是静止的原理;因为自然在运动每一事物的同时将其引向终点,而终点正是静止),主张一切事物皆静止者,比主张一切事物皆运动者犯了更大的错误。
- 11.2ἀλλάσσοντα καὶ διαδεχόμενα
尽管显在的主语是阳性复数(οἱ δύο κόσμοι),但分词 ἀλλάσσοντα 与 διαδεχόμενα 却作中性复数,且谓语动词 λήγει 为单数(雅典句法)。这是一种依意配合(constructio ad sensum),将交替出现的两个世界或宇宙状态视为中性复数的周期性过程或事件。
- 11.5ὄντος τοῦ κινητικοῦ καὶ τοῦ κινητοῦ οὐκ ἂν γίνεται κίνησις
独立属格 ὄντος τοῦ κινητικοῦ καὶ τοῦ κινητοῦ 具有让步含义(“即使致动者与可运动者存在”)。现在时直陈式 γίνεται 与小辞 ἄν 连用,体现了后期希腊语中表示推论性或潜在性语气的用法(“运动决不会随之产生”)。
- 11.7Εἰ μέν, φησίν, εἶχον ἐρρωμένην τὴν διάνοιαν, ᾔδεισαν
表示与现在事实相反的假定句:条件从句使用未完成过去时 εἶχον,归结从句使用起未完成过去时作用的过去完成时 ᾔδεισαν(源自 οἶδα),意为“如果他们拥有健全的心智,他们就会知道”。随后的 νῦν δέ(“但实际上”)打破了这种非真实假设,回到对现实情况的陈述。
