- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:880.17-881.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
评注亚里士多德《物理学》第七卷第4–5章(249b21–250a25),探讨了生成中速度比较的表达、动力与重量及距离和时间的比例法则的失效(第五种比例)、整体中部分的贡献方式以及合力合成的规则。
Εἰ ἐν ἴσῳ ἕτερον γέγονε πρὸ ἑτέρου, οἷον ἀνθρώπων δύο γινομένων ὁ μὲν γέγονε πρὸ τοῦδε ἄνθρωπος. Ἐπὶ τῶν ἰσοταχῶν ἀλλοιώσεων τὸ κοινὸν ἀνόμοιον, ἰδικὸν δὲ τὸ μᾶλλον καὶ ἧττον, ἐπὶ δὲ τῶν ἀνισοταχῶν φορῶν κοινὸν μὲν τὸ ἀνισοταχὲς ἢ τὸ ἄνισον, ἰδικὸν δὲ τὸ μεῖζον καὶ τὸ ἔλαττον. οὐχ οὕτω δὲ καὶ ἐπὶ τῶν ἀνισοταχῶν γενέσεων ἔχομεν ὀνόματα ἢ κοινὸν ἀμφοῖν ἢ ἰδικὸν ἑκατέρας, ἀλλὰ διὰ.... καὶ τὸ κοινὸν καὶ τὸ ἰδικὸν ὄνομα.1 λέγομεν δὲ ὅτι ἀνισοταχής ἐστι γένεσις, θάττων μὲν ἡ τοῦ αὐτοῦ εἴδους ἐν ἐλάττονι χρόνῳ, βραδυτέρα 〈δὲ〉 ἡ ἐν μείζονι.
如果在相等的时间内一者先于另一者生成,正如在两个人生成时,一者先于此人成为了人一样。在等速的质变中,共同的[规定]是不相似,而特有的[规定]是较多与较少;但在不等速的位移中,共同的[规定]是不等速或不等,特有的[规定]则是较大与较小。但在不等速的生成中,我们却并没有同样地拥有或者对两者共同的、或者对各自特有的名称,而是通过……共同的与特有的名称[得以表达]。我们乃是说,生成具有不等的速度,在较少时间内属于同一种[的生成]较快,而在较多时间内[的生成则]较慢。
Ἡ πέμπτη ἀναλογία. εἰ τὸ ἥμισυ, φησί, τῆς ᾱ δυνάμεως, ὅπερ ἦν τὸ ε̄, τὸ ἥμισυ τοῦ β̄ βάρους, ὅπερ ἦν τὸ ζ̄, ἐν τῷ δ̄ χρόνῳ τὴν γ̄ διάστασιν ἐκίνησεν, οὐκ ἀνάγκη δήπου τὴν αὐτὴν ἡμίσειαν δύναμιν ἐν τῷ αὐτῷ χρόνῳ τὸ διπλάσιον τοῦ ζ̄ βάρος, ὅπερ ἦν τὸ β̄, τὸ 〈ἥμισυ〉 τῆς γ̄ διαστάσεως κινεῖν·2 τοῦτο γὰρ ἦν ἀνάλογον. νῦν δὲ τοῦτο ἀδύνατον· οὐδὲ γὰρ εἰ ῑ ἄνδρες ναῦν ἕλκουσιν ἐν μιᾷ ὥρᾳ πηχυαῖον διάστημα, ἀνάγκη δήπου τοὺς αὐτοὺς ἐν τῷ αὐτῷ χρόνῳ τὸ διπλάσιον τοῦ ζ̄ βάρος, ὅπερ ἦν τὸ β̄, ἤγουν τὴν διπλασίαν ναῦν, τὸ ἥμισυ τοῦ διαστήματος κινῆσαι· ἐνίοτε γὰρ οὐδ’ ὅλως κινήσουσιν. οὐδὲ πάλιν τὴν αὐτὴν ναῦν ἡ ἡμίσεια δύναμις τῶν ιʹ ἀνδρῶν, τουτέστιν οἱ εʹ, ἐν τῷ αὐτῷ χρόνῳ τὸ ἥμισυ κινήσει διάστημα· εἰ γὰρ τοῦτο, καὶ ὁ εἷς δυνηθείη ἂν ἑλκύσαι τὴν ναῦν τὸ ἀνάλογον διάστημα. ἀλλ’ ἀδύνατον· οὐ γὰρ τέμνεται, φησίν, ἡ τῶν νεωλκῶν ἰσχὺς κατὰ τὸ διάστημα ὃ ἐκινήθη ἡ ναῦς, ἵνα καὶ ὁ εἷς τὸ ὅπερ εἷλκον οἱ ιʹ ὁμοῦ ἐν τῷ αὐτῷ χρόνῳ κατὰ τὸ δέκατον κινήσῃ διάστημα.
第五种比例。他说,如果ᾱ力量的一半(即ε̄)在δ̄时间内将β̄重量的一半(即ζ̄)移动了γ̄距离,那么绝非必然在相同时间内同一种半数的力量将ζ̄的双倍重量(即β̄)移动γ̄距离的[一半];因为这本是成比例的。但如今这是不可能的;因为即使十个人在一小时内将一艘船拉动了一肘的距离,也绝非必然同样的人在相同时间内将ζ̄的双倍重量(即β̄,亦即双倍的船)移动一半的距离;因为有时他们根本完全无法移动它。同样,十个人的半数力量(即五个人)也不会在相同时间内将同一艘船移动一半的距离;因为若如此,甚至一个人也能够将该船拉动成比例的距离。但这是不可能的;因为他说,拉船者的力量并不会按照船所移动的距离来分割,以至于十个人共同拉动的东西,单单一个人也能在相同时间内移动十分之一的距离。
"Οὐδὲ δὴ τοσοῦτον μόριον." Τὸ μὲν μόριον τῆς κέγχρου ἢ ὁ εἷς νεωλκὸς ἐν τῷ ὅλῳ ὑπάρχοντες συνεισφέρουσί τι εἰς τὴν κίνησιν τοῦ ἀέρος ἢ τοῦ....., οἷον εἰ ρʹ εἶεν οἱ ἕλκοντες, τὸ ἑκατοστὸν μέρος τῆς δυνάμεως ὁ εἷς συνεισάγει τῇ ὅλῃ δυνάμει. ταύτην οὖν, φησί, τὴν δύναμιν ἤγουν συνεισῆγεν ἐν τῷ ὅλῳ 〈ὢν〉 ὁ εἷς νεωλκός ἢ τὸ [ὅλον] μόριον τῆς κέγχρου, καθ’ ἑαυτὰ δὲ ὄντα ταῦτα οὐ κινήσει.3 εἶτα καὶ τὴν αἰτίαν ἐπάγει. αὐτό, φησί, τὸ μόριον καθ’ ἑαυτὸ οὐδέν ἐστιν ἐν τῷ ὅλῳ ὄν· οὐδὲ γὰρ ὡς καθ’ ἑαυτὸ ὂν καὶ ἰδιοπεριορίστως κινοῦν, οὕτω κινεῖ ἐν τῷ ὅλῳ, ἀλλὰ δυνάμει ἐστὶν ἐν τῷ ὅλῳ, τουτέστιν ὕλης λόγον ἐπέχει. ὥσπερ οὖν τὰ τοῦ ὀνόματος μόρια, ὡς ἐν τῷ Περὶ ἑρμηνείας εἴρηται, καθ’ αὑτὰ μὲν ἄσημά ἐστιν, ἐν μέντοι τῷ ὅλῳ ὡς ὕλη ὄντα συμβάλλεται ἕκαστον πρὸς τὴν ὅλην τοῦ ὀνόματος σημασίαν, οὕτως καὶ ὁ νεωλκὸς καθ’ αὑτὸν μὲν οὐδὲν κινήσει, ἐν μέντοι τῷ ὅλῳ ὡς ὕλη ὑπάρχων συνεισάγει τι εἰς τὴν τοῦ ὅλου κίνησιν.
“也绝不是这么大的部分。” 粟粒的部分或一个拉船者存在于整体之中时,对空气或……的运动有所贡献;例如若拉船者有一百人,一个人便为整体力量共同带入百分之一的力量。因此他说,单单一个拉船者在整体之中[时]或粟粒的部分所共同带入的这种力量,当它们独立存在时是不会产生运动的。随后他也指出了原因。他说,该部分自身处于整体之中时按自身而言什么也不是;因为它在整体之中产生运动,并不是如同它作为独立存在且具有特定界限的致动者那样,而是在整体中潜在地存在,亦即充当质料的地位。因此,正如在《解释篇》中所说,名称的各部分按自身而言是无意义的,但在整体中作为质料存在时,每一部分都对名称的整体意义有所贡献;拉船者按自身而言同样不会移动任何东西,但在整体中作为质料存在时,却对整体的运动有所贡献。
Εἰ δύο τινὰ εἶεν κινοῦντα καὶ ἑκάτερον αὐτῶν κινῇ τι τὸ ἴσον διάστημα ἐν ἴσῳ χρόνῳ, εἰ συντεθεῖεν τὰ δύο κινοῦντα καὶ τὰ δύο κινούμενα, τὸ ἐκ τῶν κινούντων συντεθὲν κινήσει τὸ ἐκ τῶν δύο κινουμένων συγκείμενον ἐν τῷ αὐτῷ χρόνῳ τὸ αὐτὸ διάστημα, οἷον εἰ ἄνδρες δύο ἑκάτερος ἰδίᾳ ἕλκοι βάρος λιτρῶν ρʹ ἐν μιᾷ ὥρᾳ στάδιον ἕν, οἱ δύο ἅμα τὰς σʹ λίτρας ἑλκύσουσιν ἐν τῇ ὥρᾳ ἓν στάδιον.
若有两个推动者,且它们各自在相等时间内将某种事物移动了相等的距离,如果将这两个推动者与两个被推动者合并起来,则由诸推动者合成之物将在相同时间内把由两个被推动者组成之物移动相同的距离;例如若两个人各自单独在一小时内将一百磅的重量拉动一斯塔德,则两人合力将在这一小时内将两百磅拉动一斯塔德。
- 10.38ἀλλὰ διὰ . . . . καὶ τὸ κοινὸν καὶ τὸ ἰδικὸν ὄνομα
此处手稿存在文句脱落(lacuna)。承接前文“在不等速的生成中我们并未拥有共同的或特有的名称”,此处必然省略或脱落了支配“共同的与特有的名称”的动词谓语(如 λέγεται 或 λαμβάνεται)。
- 10.39οὐκ ἀνάγκη δήπου τὴν αὐτὴν ἡμίσειαν δύναμιν ἐν τῷ αὐτῷ χρόνῳ τὸ διπλάσιον τοῦ ζ̄ βάρος, ὅπερ ἦν τὸ β̄, τὸ 〈ἥμισυ〉 τῆς γ̄ διαστάσεως κινεῖν
由 οὐκ ἀνάγκη 引出的“带宾格的不定式”结构(宾格主语为 τὴν αὐτὴν ἡμίσειαν δύναμιν,动词不定式为 κινεῖν,直接宾语为 τὸ διπλάσιον τοῦ ζ̄ βάρος)。经校订补入的 〈ἥμισυ〉 作为表示距离范围的宾格(τὸ ἥμισυ τῆς γ̄ διαστάσεως)修饰 κινεῖν。
- 10.40ταύτην οὖν, φησί, τὴν δύναμιν ἤγουν συνεισῆγεν ἐν τῷ ὅλῳ 〈ὢν〉 ὁ εἷς νεωλκός ἢ τὸ [ὅλον] μόριον τῆς κέγχρου, καθ’ ἑαυτὰ δὲ ὄντα ταῦτα οὐ κινήσει
包含破格结构(anacoluthon)的复杂句:在指示代词宾语 ταύτην τὴν δύναμιν 之后,插入了 ἤγουν 引导的对“单个拉船者或粟粒部分所带入的力量”的解释句,随后主句收束于 καθ’ ἑαυτὰ δὲ ὄντα ταῦτα οὐ κινήσει(“但它们在单独存在时将不会推动”)。
