- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:878.17-880.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯依据亚里士多德《物理学》第七卷第四章,探讨了位移与质变的可比较性条件,论述了运动的种差与基底的种差之间的相互换位,并区分了运动按自身相异与按偶性相异的情况。
Ὥσπερ, φησίν, ἐπὶ χρωμάτων εἴπομεν ὅτι συμβλητὰ καὶ τὰ κοινὰ γένη καὶ διαιρετά, οὕτω φαμὲν καὶ ἐπὶ κινήσεως τῆς κατὰ τόπον, ὅτι τὰ κατὰ ἄτομον εἶδος κινήσεως συμβλητὰ καὶ ἴσα ἐν ἴσῳ χρόνῳ ὡρισμένον τι καὶ ἴσον διάστημα κινηθέντα.
他说,正如我们在色彩的情形中说过,共同的属与被划分的[种]都是可比较的,我们在就处所而言的运动上也同样主张:就运动之不可分割的种而言的诸运动是可比较的,并且在相等的时间内运动了确定的相等距离者是相等的。
Πότερον, φησί, τὸ τοῦ ἀτόπου αἴτιον διὰ τὴν φορὰν ἐγένετο ὅτι πλεοναχῶς λέγεται, ἢ διὰ τὴν ὑποκειμένην τῇ φορᾷ γραμμὴν καὶ αὐτὴν τοσαυταχῶς λεγομένην καὶ εἰς ἴσα εἴδη διαιρουμένην; οὐ γὰρ δὴ διὰ τὸν χρόνον ἕνα κατ’ εἶδος καὶ τὸν αὐτὸν ὄντα αἰεί. καὶ φησι· δι’ ἀμφότερα ἅμα. ἔοικε γάρ, φησί, ταῦτα πρὸς ἑαυτὰ ἀναστρέφειν, τό τε ὑποκείμενον ἐφ’ οὗ ἡ κίνησις1 καὶ ἡ κίνησις· ἄν τε γὰρ τὸ ὑποκείμενον εἰς εἴδη διαιρῆται, οἷον ἡ γραμμὴ εἰς εὐθεῖαν καὶ περιφερῆ, ἀνάγκη καὶ τὴν κίνησιν κατὰ ταῦτα διαιρεῖσθαι καὶ εἶναι κίνησιν κατ’ εὐθεῖαν καὶ περιφερῆ, ἄν τε τὸ εἶδος αὐτὸ διαιρῆται, καὶ τὸ ὑποκείμενον διαιροῖτ’ ἄν.
他说,荒谬的原因是由于位移具有多重含义而产生的,还是由于位移所依托的线自身也具有同样多的含义并被划分为相等的诸种而产生的?因为这绝不可能是由于在种上为一且始终同一的时间。而且他说:是由于两者同时造成的。因为他说,这两者似乎相互换位:即运动在其上发生的基础基底与运动本身。因为无论基底被划分为诸种,例如线划分为直线与圆周,运动也必然据此被划分而成为沿直线的运动与沿圆周的运动;还是种本身被划分,基底也都会被划分。
Ἥ τε βάδισις καὶ ἡ πτῆσις κατ’ εὐθεῖαν κινήσεις, ταῦτα δὲ εἴδει οὐκ εἰσὶν εἴδη,2 εἰ δὲ τοῦτο οὐχ ἑτεροειδεῖς. καὶ τίς οὖν ἡ διαφορά; ἡ κατὰ μόνα τὰ τῶν ὀργάνων σχήματα· τῇ μὲν γὰρ πόδες, τῇ δὲ πτέρυγες. διὰ δὲ ταῦτα οὐδὲ ἕτερον εἶδος κινήσεως γίνεται.
步行与飞行都是沿直线的运动,但在形式上它们并不是诸种;如果如此,它们便不是种相异的。那么其差异究竟是什么呢?是仅仅就器官的形状而言的差异:一者有足,另一者有翼。但并不因这些而产生运动的不同之种。
Πρὸς τὸ γνῶναι τὰς συμβλητικὰς κινήσεις συμβάλλεται ἡμῖν τὸ γνῶναι τὰς διαφορὰς τῶν κινήσεων, ὅτι αἱ μὲν γένει διαφέρουσιν ὡς ἡ ἀλλοίωσις καὶ ἡ φορά, αἱ δὲ εἴδει ὡς ἡ λεύκανσις καὶ ἡ μέλανσις, αἱ δὲ τῷ ἀτόμῳ ὡς ἡ τοῦ ἵππου λεύκανσις καὶ τοῦ κυνός· τοῦτο γὰρ ἴσμεν ἐκ τῶν εἰρημένων, ὅτι εἰ μὴ αἱ αὐταὶ κατ’ εἶδος, οὐ συμβληταί.
为了认识可比较的诸运动,认识运动的诸差异对我们大有助益:即有些在属上不同,如质变与位移;有些在种上不同,如变白与变黑;有些在不可分割的个体上不同,如马的变白与狗的变白。因为我们从前述讨论中得知这一点:若非在种上同一,便不可比较。
Ἢ ὅτι ὁμώνυμος ἡ κίνησις, ἢ ὅτι καὶ ἕκαστον τῶν γενῶν αὐτῆς πολλά.
或者是由于运动是同名异义的,或者是由于其各个属也是繁多的。
Ἐὰν τὸ αὐτὸ πρᾶγμα ὑπάρχῃ ἐν ἄλλῳ καὶ ἄλλῳ ὑποκειμένῳ.
如果同一事物存在于不同的基底之中。
Τίνι, φησί, κριτηρίῳ διοριοῦμεν ὅτι τὸ γλυκὺ ἕτερον τὸ ἐν χρώματι καὶ φωνῇ; ὁμοίως δὲ καὶ ὅτι τὸ λευκὸν τὸ ἐν χρώματι καὶ φωνῇ ἕτερον; οὐχ ὅτι φαίνεται ταῦτα τὰ αὐτὰ ὄντα, διὰ τοῦτο δεῖ νομίζειν ὅτι καὶ ταὐτά εἰσιν, ἀλλὰ δεῖ σκοπεῖν εἰ ὄντως εἰσὶ κατὰ φύσιν τὰ αὐτά.
他说,我们将根据什么标准来判定色彩中的甜与声音中的[甜]是不同的?同样又根据什么判定色彩中的白与声音中的白是不同的?绝不能因为这些事物显得同一,就为此认为它们确实同一,而应当考查它们按本性是否真正同一。
Τί, φησίν, ἐστὶ τὸ λεγόμενον ἰσοταχῶς ἀλλοιοῦσθαι;
他说,所谓“以相等的速度发生质变”指的是什么?
Καθὸ ἤδη λοιπὸν διάφορα εἴδη ἀλλοιώσεως, καὶ διὰ τοῦτο οὐ μία ἀλλοίωσις ἄμφω, κἂν περὶ ταὐτὸ ὑποκείμενον γένηται.
既然它们如今是质变的不同之种,且由于这一缘故两者不是单一的质变,即使它们围绕同一基底发生。
"Εἰ μὲν οὖν τὰ κινούμενα εἴδει διαφέρει, ὧν εἰσὶν αἱ κινήσεις." Ὧν εἰσὶν αἱ κινήσεις ἀντὶ τοῦ καθ’ ἃ εἰσιν αἱ κινήσεις.3 φησὶν οὖν ὅτι τὰ κινούμενα κατὰ τὰ πάθη καθ’ ἃ κινεῖται καθ’ αὑτά, οὕτως ἔχουσι καὶ αἱ κινήσεις. οἷον τὸ λευκὸν καὶ μέλαν σῶμα καθ’ ἃ πεποίωται εἴδει διαφέρει· οὐκοῦν καὶ ἡ λεύκανσις καὶ ἡ μέλανσις εἴδει διαφέρουσι. πάλιν τὸ λευκὸν καὶ γλυκὺ γένει διαφέρει· οὐκοῦν γλύκανσις καὶ λεύκανσις γένει. πάλιν εἰ δύο ἐσθῆτες λευκαίνοιντο, ἀριθμῷ αἱ τούτων λευκότητες διαφέρουσιν· οὐκοῦν καὶ αἱ λευκάνσεις. τὸ δὲ κατὰ συμβεβηκὸς ἐπὶ τῶν παθῶν καθ’ ἃ κινοῦνται δεῖ ἐξακούειν, οὐκ ἐπ’ αὐτῶν τῶν κινουμένων· ‘εἰ αὐταὶ αἱ κινήσεις διαφέρουσι καθ’ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός.’ καθ’ αὐτὸ μὲν γὰρ εἴδει διαφέρουσιν ἡ λεύκανσις καὶ ἡ μέλανσις, ἐπειδὴ καὶ ἡ λευκότης καὶ ἡ μελανία, κἂν ὁμοειδεῖς εἶεν οἱ ἀλλοιούμενοι, κατὰ συμβεβηκὸς δὲ καὶ οὐ καθ’ αὑτὸ διαφέρουσιν αἱ κινήσεις, οἷον ἡ ἐν ἀνθρώπῳ λεύκανσις καὶ ἵππῳ· μίαν γὰρ καὶ τὴν αὐτὴν κινοῦνται τῷ εἴδει κίνησιν. ὡς οὖν κινούμενα οὐ διαφέρουσι καθ’ αὑτά, διότι καθὸ κινοῦνται ἐνυπάρχει καὶ τὸ αὐτὸ εἶδος, κατὰ συμβεβηκὸς μέντοι διαφέρουσιν αἱ κινήσεις, διότι συμβέβηκε τῶν λευκάνσεων τὴν μὲν ἐν ἵππῳ τὴν δὲ ἐν ἀνθρώπῳ εἶναι. εἰ μέντοι δύο ἀνθρώπων ὁ μὲν ὑγιάζοιτο ὁ δὲ λευκαίνοιτο, αἱ τούτων ἀλλοιώσεις, ἑτεροειδεῖς οὖσαι καθ’ αὑτό, κατὰ συμβεβηκός εἰσιν ὁμοειδεῖς τῷ ἐν ὁμοειδέσιν εἶναι τοῖς μεταβάλλουσιν.
“因此,如果被运动之物在其运动所属的事物上在种上相异。” “其运动所属的事物”代指“运动依其发生的依据”。因此他说,被运动之物依其自身运动所依据的情状如何,诸运动也同样如何。例如白的身躯与黑的身躯依其被赋予性质的依据而在种上相异;因此变白与变黑也在种上相异。再者,白的东西与甜的东西在属上相异;因此变甜与变白也在属上[相异]。又如若两件外衣变白,它们的白在数目上相异;因此变白也在[数目上相异]。但“按偶性”应当就运动所依据的情状来理解,而非就被运动之物自身来理解:“如果运动自身按自身相异而非按偶性相异”。因为按自身而言,变白与变黑在种上相异,因为白与黑也在种上相异,即使发生质变之物是同种的;但诸运动也会按偶性而非按自身相异,例如在人身上的变白与在马身上的变白;因为它们所作的运动在种上是同一个。因此,作为被运动之物,它们并不按自身相异,因为就其运动而言存在着相同的种,但诸运动之所以按偶性相异,是因为变白恰好一者在马身上,另一者在人身上。然而,如果在两个人中一者康复而另一者变白,它们的这些质变按自身虽是异种的,却因处于同种的变化者之中而在偶性上是同种的。
- 10.29ἔοικε γάρ, φησί, ταῦτα πρὸς ἑαυτὰ ἀναστρέφειν, τό τε ὑποκείμενον ἐφ’ οὗ ἡ κίνησις καὶ ἡ κίνησις
单数动词 ἔοικε(带补足不定词 ἀναστρέφειν)的主语为中性复数主格代词 ταῦτα,随后由同位语短语 τό τε ὑποκείμενον... καὶ ἡ κίνησις 予以具体阐明。
- 10.30ταῦτα δὲ εἴδει οὐκ εἰσὶν εἴδη
εἴδει 为视界与格(意为“在种上”或“形式上”),与表语名词 εἴδη(“诸种”)连用,表明步行与飞行并不构成具有独立种差的运动之种。
- 10.37Ὧν εἰσὶν αἱ κινήσεις ἀντὶ τοῦ καθ’ ἃ εἰσιν αἱ κινήσεις
这是注解者对亚里士多德原文中属格关系从句 ὧν εἰσὶν αἱ κινήσεις 的构词与句法释义。注解者指出此处的属格 ὧν 并非表示领属,而是代替了由 κατά 引出的关系宾格短语 καθ’ ἃ(即“运动据以发生的情状/依据”)。
