← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§876.20-878.15

质变、关系性性质与运动的可比较性

注解亚里士多德《物理学》第七卷245b1–249a2,讨论质变与接触、健康等关系性性质、感觉与认识活动中生成的否定,以及不同运动之间可比较性(通约性)的条件。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.17

Τοῦτο, φησί, λέγω πρῶτον, ὅπερ ἐστὶ πρὸς τὸ κινούμενον ἔσχατον, τοῦτο δέ ἐστιν ἡ ἀλλοιωθεῖσα τροφὴ καὶ προσκριθεῖσα τοῖς μορίοις, μήπω μέντοι ἐξομοιωθεῖσα· ἔστι γὰρ καὶ ὁ ἄρτος καὶ ὁ σῖτος τροφή, ἀλλ’ οὐ συνεχὴς τῷ τρεφομένῳ.

他说:“我把就受动者而言处于最后的东西称为第一的”,而这就是发生了质变并附着于各部分、但尚未同化的营养。因为面包和谷物也是营养,但与受滋养者并不连续。

§10.18

Ἥ τε γὰρ ὑγεία συμμετρία ἐστὶ τῶν στοιχείων, ἔστιν ἄρα τῶν πρός τι· ἡ γὰρ συμμετρία συμμέτρων συμμετρία. ὅτε τὰ ὁμοιομερῆ πρὸς ἄλληλα συμμέτρως ἔχουσι, γίνεται ἡ ἰσχύς, ὅτε δὲ τὰ ὀργανικά, κάλλος. καὶ ἡ ἀσυμμετρία πάλιν τῶν αὐτῶν τούτων ποιεῖ τήν τε νόσον καὶ τὴν ἀσθένειαν καὶ τὸ αἶσχος. ἔστι δὲ καὶ ἡ ἀσυμμετρία τῶν πρός τι· ἀσυμμέτρων γάρ.

因为健康是诸元素的适称比例,所以它属于关系物;因为适称比例是成比例之物间的比例。当同质部分相互处于适称比例时,便产生强健;当器官性部分处于适称比例时,便产生优美。而这同样一些事物的失调,则反过来造成疾病、衰弱与丑陋。失调同样属于关系物;因为它是失调之物间的[失调]。

§10.19

Διττὴ γὰρ ἡ φαντασία, ἡ μὲν ἀπὸ τῶν πολλῶν αἰσθημάτων, ἡ δὲ ἀπὸ ἀναπλάσεως.

因为表象是双重的:一种来自诸多感觉印象,另一种来自重构。

§10.20

Ὅταν γὰρ ἄρξηται κρίνειν τόδε τὸ λευκόν, ὅτι διακρίνει τὴν ὄψιν, εἶτα καὶ ἄλλο καὶ ἄλλο, οἷον ἐρεθιζόμενον πρὸς τοὺς οἰκείους καὶ συμπεφυκότας αὐτῷ λόγους ὑπὸ τούτων, ὅτι πᾶν λευκὸν διακριτικὸν ὄψεως, καὶ ἀποφαίνεται1 καὶ περὶ ὧν οὐκ οἶδε λευκῶν, ὅταν ἡ διάνοια ἠρεμήσῃ καὶ στῇ μηκέτι σφόδρα ὑπ’ αὐτῶν ὀχλουμένη.

因为每当[理智]开始判断这个特定的白使视力离散,然后又判断另一个白和又一个白,仿佛被这些刺激着而朝向自身固有且内生的理法,即一切白都能使视力离散,那么当思想平息并止歇、不再被它们剧烈扰乱时,它对自己不认识的那些白也作出断言。

§10.21

Ὥσπερ οὖν, φησί, τῆς ἀναβλέψεως καὶ τῆς ἁφῆς οὐκ ἔστι γένεσις (οὐ γὰρ δεόμεθα κινήσεώς τινος ἢ ὅλως μεταβολῆς εἰς τὸ ὁρᾶν, ἀλλ’ εὐθὺς ἀναβλέψαντες ὁρῶμεν· ἡ γὰρ τῶν βλεφάρων κίνησις ἄλλου ἐστὶ κίνησις, τῶν βλεφάρων αὐτῶν, οὐ τοῦ ὁρᾶν. ὁμοίως καὶ τὰ ἁπτόμενα οὐ διὰ κινήσεώς τινος ἢ γενέσεως ἅπτονται· εἰ γὰρ καὶ δεῖ κινεῖσθαι ὥστε συνελθεῖν τὰ μέλλοντα ἅπτεσθαι, ἀλλὰ περὶ ἄλλο ἡ μεταβολὴ καὶ ἄλλου· κατὰ τόπον γὰρ ἡ κίνησις καὶ μεγεθῶν, εἰς αὐτὴν μέντοι τὴν ἁφὴν οὐκ ἄγει κίνησίς τις οὐδὲ γένεσις), ὥσπερ, φησί, τούτων οὐκ ἔστι γένεσις οὐδ’ ἀλλοίωσις, οὕτως οὐδὲ τοῦ ἐνεργεῖν·2 ὅμοια γὰρ ταῦτα· καὶ γὰρ ἡ ἀνάβλεψις καὶ ἡ ἁφὴ ἐνέργειά τις.

他说,正如仰视和接触没有生成一样(因为我们为了看见并不需要某种运动或根本的变化,而是仰视后立刻就能看见;因为眼睑的运动是另一事物的运动,即眼睑自身的运动,而不是看的运动;同样,相接触之物也不是通过某种运动或生成而接触的;因为即使相接触的事物为了汇合必须被运动,但变化是关乎另一事物的,也是属于另一事物的;因为运动是就处所而言的,且是量度的运动,但没有任何运动或生成引向接触本身),他说,正如这些既没有生成也没有质变,现实活动同样也没有;因为这些是相似的;因为仰视和接触也是一种现实活动。

§10.22

Λῆψιν ἐπιστήμης· φησὶν αὐτὴν τὴν κίνησιν τῆς δυνάμεως, ἣν ἔχοντες λοιπὸν ἐπιτήδειοί ἐσμεν εἰς τὸ καὶ τὴν ἕξιν κτήσασθαι, οἷοί εἰσιν οἱ παῖδες οἱ τῆς νηπίας παυσάμενοι ἡλικίας καὶ ἤδη μαθήματα παραδέξασθαι δυνάμενοι. δείκνυσιν οὖν ὅτι ἐπὶ τῆς δυνάμεως οὔτε ἀλλοίωσις θεωρεῖται οὔτε γένεσις. γίνεται γὰρ ἡ τοιαύτη δύναμις ἐν τῇ ψυχῇ οὐκ αὐτῆς παθούσης τι οὐδὲ μεταβαλούσης, ἀλλὰ τῆς φυσικῆς ταραχῆς καταστάσης. ἐν γὰρ τοῖς παιδίοις πολλή ἐστιν ἡ φυσικὴ ταραχή· τῆς γὰρ φύσεως εἰς τέλειον ἀγαγεῖν βουλομένης τὸ ζῷον σφοδρότεραι τότε αἱ φυσικαὶ δυνάμεις κινοῦνται θρεπτικὴ ἀλλοιωτικὴ αὐξητική. διὸ καὶ θᾶττον ἐπὶ πλέον τότε πρ......

[关于]“知识的获得”:他说,知识的获得是指潜能本身的运动,拥有这种潜能后,我们此后就适于获得这种品质,脱离了幼年期并已能接受学习的孩子们就是这样的人。因此他表明,在潜能上既观察不到质变,也观察不到生成。因为这种潜能产生在灵魂中,并不是由于灵魂自身承受了某种作用或发生了变化,而是由于自然骚动平息了下来。因为在幼儿中存在大量的自然骚动;因为当自然意图将动物引向完全状态时,自然的诸潜能——滋养的、质变的、增大的——在当时运动得更为剧烈。因此在当时也更快地且在更大程度上……

§10.23

Ἐνταῦθα ζητεῖ εἰ δυνατὸν τὰς ἑτερογενεῖς κινήσεις πρὸς ἀλλήλας συγκρίνεσθαι, καὶ δείκνυσιν ἀδύνατον τοῦτο, εἶτα κατασκευάζει ὅτι οὐ μόνον ἑτερογενεῖς οὐ συμβληταί, ἀλλ’ οὐδὲ ὁμογενεῖς μὲν ἕτεραι δὲ τῷ εἴδει.

在这里他探讨属不同的诸运动是否能够相互比较,并表明这是不可能的;接着他证明,不仅属不同的运动不可比较,而且即便同属但在种上相异的运动也不可比较。

§10.24

Εἰ γὰρ αἱ κινήσεις ἴσαι, ἥ τε εὐθεῖα καὶ ἡ περιφερής, καὶ τὰ διαστήματα ἐξ ἀνάγκης.3

因为如果运动是相等的,即直线运动与圆周运动[相等],则距离也必然[相等]。

§10.25

Νῦν βούλεται δεῖξαι ὅτι οὐδὲ ἡ κατ’ εὐθεῖαν τῇ κύκλῳ συμβλητή.

现在他意图表明,沿直线的运动与沿圆周的运动同样不可比较。

§10.26

Τὸ πολὺ καὶ τὸ διπλάσιον ὁμώνυμα. ἐπὶ ἄλλης γὰρ καὶ ἄλλης κατηγορεῖται οὐσίας· ἕτερον γὰρ τὸ ἐν μεγέθει πολὺ καὶ ἕτερον τὸ ἐν χυμῷ καὶ ἐν ψόφῳ.

“多”和“倍”是同名异义的。因为它们是在不同实体上被述说的;因为在量度上的多是一回事,在味道和声音上的多是另一回事。

§10.27

Τοῦτο κατασκευή ἐστι τοῦ μὴ δύνασθαι τὰ συνώνυμα........ τὴν μίαν φύσιν ἐν ἄλλῳ καὶ ἄλλῳ..... εἶναι· πᾶσα γὰρ μία φύσις ἐν ἑνί τινι ὑποκειμένῳ ὑφέστηκε, καὶ πᾶν ἓν ὑποκείμενον μιᾶς φύσεως δεκτικόν ἐστιν, οἷον χρωμάτων μὲν ἡ ἐπιφάνεια δεκτική, χυμῶν δὲ οὐκέτι, ἀλλὰ τὸ ὑγρόν, ψόφοις δὲ τὸ διηχὲς τοῦ ἀέρος ὑπόκειται, καὶ ἐπὶ τῶν ἄλλων 〈ὁμοίως〉. οὐκ ἂν οὖν τὴν διαφορὰν τοῦ λευκοῦ φύσει ἐν χρώματι καὶ ἐν...... μίαν.............................. δεῖ, φησί, τὰ συμβλητὰ μήτε κατ’ εἶδος διαφέρειν αὐτά, μήτε ἐν ὑποκειμένοις εἶναι κατ’ εἶδος διαφόροις.

这是对同名同义的事物不能……同一种本性不能存在于不同事物中……的论证;因为每一个单一的本性都存在于某一个单一的基底中,每一个单一的基底都接纳一种本性,正如表面接纳色彩,却不再接纳味道,而湿体[接纳味道],空气的传音性作为基底承受声音,在其他事物上亦是如此。因此,在色彩中且在……中的白的差异,在自然上不可能是单一的……他说,可比较之物既不能自身在种上有差异,也不能存在于种上相异的基底中。

语法注3 条
  1. 10.20Ὅταν γὰρ ἄρξηται κρίνειν ... καὶ ἀποφαίνεται

    在句法上,回应 Ὅταν γὰρ ἄρξηται... 的主句是由 καὶ ἀποφαίνεται(带有归结性的 καί,即 apodotic καί)引出的。分词短语 οἷον ἐρεθιζόμενον 作为副词性成分插入,修饰认知主体,而句末的 ὅταν ἡ διάνοια ἠρεμήσῃ 则补充重申了思想静止这一最终条件。

  2. 10.21ὥσπερ, φησί, τούτων οὐκ ἔστι γένεσις οὐδ’ ἀλλοίωσις, οὕτως οὐδὲ τοῦ ἐνεργεῖν

    在长篇插入性解释(οὐ γὰρ δεόμεθα ... οὐδὲ γένεσις)之后,作者以 ὥσπερ, φησί, τούτων... 重新恢复了开头的 ὥσπερ οὖν, φησί... 结构,并承接到主句 οὕτως οὐδὲ τοῦ ἐνεργεῖν 上,此处省去了前面已出现的 [ἔστι γένεσις οὐδ' ἀλλοίωσις]。

  3. 10.24καὶ τὰ διαστήματα ἐξ ἀνάγκης

    在结论句中,谓语形容词 ἴσα 以及系动词 εἰσίν 被省略(“距离也必然[相等]”),需要从前述条件从句 αἱ κινήσεις ἴσαι 中承前补充。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:876.20-878.15