← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§874.3-876.18

推动者与被推动者的运动及接触的必然性

斐洛波诺斯注解《物理学》第七卷开篇,探讨了各级推动者各自运动的区分、运动在属与种上的同一性、目的因与动因的区别,并阐明了位置运动(牵引、推挤、旋转)以及质变、增大与减小过程中推动者与被推动者必须保持直接接触的必然性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.1

Αὐτίκα τὸ προοίμιον τὸν ὅλον σκοπὸν τοῦ βιβλίου ἐμφαίνει.

开篇直接表明了全书的旨趣。

§10.2

Εἰλήφθω, φησί, τὸ αβ αὐτοκίνητον καὶ καθ’ αὑτὸ κινείσθω ὅλον, καὶ μὴ λεγέσθω κτλ. (p. 822,3. 4).

他说,设 ΑΒ 被设定为自发运动的,且它作为一个整体自身运动,而不应当说等等(p. 822,3. 4)。

§10.3

Γράφεται καὶ ὁμοίως ἔσται λαβεῖν μίαν ἑκάστου κίνησιν. — Οὐδέν, φησίν, ἀδύνατον τὸ λαβεῖν ἑκάστου τῶν κινούντων ἰδίαν τινὰ κίνησιν· εἰ γὰρ καὶ ἅμα κινοῦσί τε καὶ κινοῦνται, ἀλλ’ οὖν δῆλον ὅτι τῆς μὲν χειρὸς ἑτέρα ἐστὶν ἡ κίνησις καὶ ἡ τῆς βακτηρίας ἑτέρα καὶ ἡ τῆς θύρας ἄλλη.

原文也写作:“同样,也将可以为每一者设定一个单独的运动。”——他说,为每一个推动者设定各自的某种运动,绝非不可能;因为即使它们同时推动且被推动,但显而易见,手的运动是一回事,拐杖的运动是另一回事,门的运动又是另一回事。

§10.4

Ἡ γὰρ μέλανσις καὶ ἡ λεύκανσις ψυχρότητι καὶ θερμότητι1 αἱ αὐταὶ τῷ γένει, ὡς ποιότητες.

因为变黑与变白,与冷和热,作为性质在属上是同一的。

§10.5

Ἐπειδὴ τὸ ἀγαθὸν ἐν πάσῃ κατηγορίᾳ θεωρεῖται, διὰ τοῦτο εἰπὼν ἐξ ἀγαθοῦ εἰς κακὸν προσέθηκε μὴ διάφορον τῷ εἴδει· αἱ γὰρ ἁπλῶς ἐξ ἀγαθοῦ ταῖς ἁπλῶς εἰς κακὸν κινήσεσι τῷ γένει αἱ αὐταί εἰσιν, οὐ τῷ εἴδει.

既然善在每一个范畴中都可被考察,为此缘故,他在说了“从善到恶”之后,补充了“在种上没有差异”;因为单纯从善而来的运动与单纯向恶而去的运动,在属上是同一的,而不是在种上。

§10.6

Λέγεται καὶ ἡ πρόνοια κινεῖν, ἀλλὰ δηλονότι ἐξῃρημένη τῶν κινουμένων, λέγεται δὲ καὶ ὁ λόγος κινεῖν τὴν ψυχὴν καὶ αὐτὸς ἐξῃρημένος ὤν.

天意也被说成是推动者,但这显然是超越于被推动者的;理性也被说成推动灵魂,而它自身也是超越的。

§10.7

Ἵνα δὲ μή τις εἴπῃ μηδὲ εἶναι δεδειγμένον, εἴπερ ἐξ ὑποθέσεως τὸ ἀδύνατον ἠκολούθησε, τὸ τελικὸν ἐξῃρῆσθαι ἀναγκαῖον τοῦ κινουμένου * * * κινεῖ γὰρ καὶ ὁ χόρτος τὸν ὄνον καὶ ἡ εἰκὼν τὸν ἐρῶντα, ἀλλ’ ὡς ὀρεκτὸν ταῦτα κινεῖ, οὐχ ὡς ποιητικὸν αἴτιον τῆς κινήσεως, ἀεὶ δὲ τὸ τέλος καὶ τὸ ἐφετὸν ἔξωθέν ἐστι τοῦ ἐφιεμένου, τὸ δὲ ὡς ποιητικὸν αἴτιον καὶ ποιητικὸν καὶ προσεχὲς ἅμα ἐστὶ τῶν κινουμένων· τὸ γὰρ ἐξῃρημένον αἴτιον καὶ πρῶτον κεχώρισται· κεχώρισται οὖν τῇ οὐσίᾳ ὁ θεὸς τῶν δημιουργημάτων —

为了不让人说甚至未被证明(如果确实是从假设得出了不可能的结论),目的因必须超越于被推动者 * * * 因为草料推动驴,雕像也推动相爱的人,但这些是作为受欲望之物而推动的,而不是作为运动的动因;目的和被追求之物对于追求者而言总是在外的,而作为动因的事物,作为既是动因又是直接原因者,是与被推动者同在的。因为超越的原因和第一因是分离的;因此上帝在实体上是与受造物相分离的——

§10.8

Οὕτω δὴ λέγεται ὅτι συνωθεῖ τῇ σπάθῃ ὅλην ὁ ὑφάντης τὴν κρόκην ἐπὶ τὴν προλαβοῦσαν κρόκην· πάσας γὰρ τὰς πιλητικὰς τέχνας καὶ συγκριτικὰς συνώσεις φησίν.

正是这样,织工被说成用织筬将整根纬纱推压到在先的纬纱上;因为他把一切缩绒术和结合术都称为“推聚”。

§10.9

Ἡ δίνησις, φησί, σύγκειται ἐξ ὁλκῆς καὶ ὤσεως· ἀνάγκη γὰρ τὸ δινοῦν τὸ μὲν ἕλκειν τὸ δ’ ὠθεῖν· τὸ μὲν γὰρ ἀφ’ αὑτοῦ τὸ δὲ πρὸς αὑτὸ ἄγει. ὅταν γὰρ δινῶμεν τὸν ῥόμβον, τῷ μὲν ἑτέρῳ τῶν δακτύλων ὠθοῦμεν αὐτόν, τῷ δὲ ἑτέρῳ ἕλκομεν πρὸς ἑαυτούς.

他说,旋转是由牵引和推挤复合而成的;因为引起旋转之物必然拉拽一部分而推挤另一部分;因为一者它引离自身,另一者它引向自身。事实上,每当我们转动陀螺时,用其中一个手指推它,而用另一个手指将其拉向我们自身。

§10.10

Ὁ γὰρ ἕλκων ἢ ἑαυτῷ προσαγαγεῖν βούλεται τὸ ἑλκόμενον ἢ ἑτέρῳ, ἀδύνατον δὲ ταῦτα ποιεῖν μὴ ἁπτόμενον2 τοῦ ἑλκομένου ἢ ὠθουμένου. βίαιος γάρ ἐστιν ἡ τοιαύτη κίνησις· εἰς γὰρ τοὔμπαλιν τοῦ κατὰ φύσιν. διὸ καὶ ἅπτεσθαι δεῖ τοῦ ἑλκομένου ἢ τοῦ ὠθουμένου.

因为牵引者意图将所牵引之物引向自身或引向另一物,而不接触所牵引或所推挤之物是无法做到这些的。因为这样的运动是强迫的;因为它是向着反乎自然的方向的。因此也必须接触被牵引之物或被推挤之物。

§10.11

Μέχρις ἂν ἡ παρ’ ἐμοῦ ἐνδοθεῖσα δύναμις αὐτῷ σῴζηται,3 ἐὰν μέντοι ἀφῶ μόνον τὸν λίθον, οὐκέτι ῥῖψις τὸ τοιοῦτον οὐδὲ ὅλως ὑπ’ ἄλλου κίνησις, περὶ δὲ τῶν ὑπ’ ἄλλου κινουμένων νῦν ὁ λόγος.

只要由我赋予它的力量得以保持;然而如果我仅仅是松开石头,这样的事情就不再是投掷,也根本不是由他物所引起的运动;但眼下的论述是关于由他物运动之物的。

§10.12

Τὸ πῦρ πόρρω κείμενον ἀλλοιοῖ τὸν ἀέρα κἀκεῖνος τὸν ἐφεξῆς καὶ ὁ ἔσχατος ὡς πρὸς ἐμὲ ἀλλοιοῖ τὸ ἐμὸν σῶμα, οὐχ ἁπλῶς ἅμα πᾶν, ἀλλὰ τέως τὴν ἐπιφάνειαν συνεχὴς ὢν αὐτῇ καὶ ἁπτόμενος, ἡ δὲ πρώτως ἀλλοιωθεῖσα ἀλλοιοῖ τὰ παρακείμενα, καὶ οὕτως ἐφεξῆς μέχρι τοῦ βάθους.

处于远处的火使空气质变,那空气又使邻接的空气质变,而就我而言最后的空气使我的身体质变,并非一下子改变全体,而是首先通过与之连续并接触而使表面质变,首要地发生质变的表面又使相邻部分质变,如此依次进行直到深处。

§10.13

Εἴρηται ἐν τοῖς Περὶ ψυχῆς ὅτι τῷ αὐτῷ αἰσθητηρίῳ καὶ τὸ αἰσθητὸν καὶ τὴν στέρησιν αὐτῆς κρίνομεν. οὔκουν ξένον, εἰ καὶ ἀψοφίαν ἐν τοῖς αἰσθητοῖς κατηρίθμησε τῇ ἀκοῇ κρινομένην, ὥσπερ καὶ τὸν ψόφον.

在《论灵魂》中已经说过,我们通过同一感官既辨别感觉对象,也辨别它的缺乏状态。因此,如果他也把无声列入由听觉辨别的感觉对象之中,正如声音一样,这也并不奇怪。

§10.14

"(10)." Τοῦ γὰρ αἰσθητηρίου πάσχοντος ὑπὸ τῶν αἰσθητῶν ἢ διακρινομένου ἢ συγκρινομένου ἀλλοιοῦταί πως καὶ ἡ αἴσθησις, καὶ αὐτὸ δὲ τοῦτο τὸ ἐκ τοῦ μὴ ἐνεργεῖν εἰς τὸ ἐνεργεῖν μεταβάλλειν ἀλλοίωσίς τις ἐστιν.

“(10)”因为当感官受到感觉对象的作用,或被分离或被结合时,感觉在某种程度上也发生质变,而从不处于现实活动到处于现实活动这一转变本身也是一种质变。

§10.15

Ἤτοι ὅτε κατὰ τὰ ἀναίσθητα μόρια πάσχει· ἀγνοοῦμεν γὰρ πολιούμενοι.

即当它在无感觉的各部分受到作用时;因为我们在头发变白时是不知不觉的。

§10.16

"Πρῶτον αὖξον." Ἡ ἀλλοιωθεῖσα τροφὴ καὶ προσκριθεῖσα τοῖς μορίοις ἅπτεται τοῦ αὐξομένου, ὡς ἓν γίνεσθαι τὸ λοιπὸν τὸ ὅλον μεταβαλούσης τῆς τροφῆς4 καὶ ἐξομοιωθείσης τοῖς μορίοις, ἀλλὰ πρὶν μεταβάλῃ, ἐν ὅσῳ ἦν τροφή, ἥπτετο τοῦ αὐξηθησομένου καὶ οὐδὲν ἦν μεταξύ. οὕτω καὶ ἐπὶ τοῦ φθίνοντος ἀφαιρεῖταί τι ἀπ’ αὐτοῦ, ὃ αἴτιόν ἐστι τῆς φθίσεως. τὸ οὖν ἀφαιρούμενον πρὶν ἀφαιρεθῇ συνεχὲς ἦν τῷ ὅλῳ δηλονότι, ὥστε οὐδὲν ἦν αὐτῶν μεταξύ.

“第一致增大者。” 发生质变并附着于各部分的营养接触着被增大者,以致在营养发生转变并同化于各部分之后整个事物在此后成为一体;但在它转变之前,只要它还是营养,它就接触着将要被增大者,并且它们之间没有任何中间物。在减小的事物上也是如此,从它之中有某种东西被除去,这就是减小的原因。因此,被除去之物在被除去之前显然是与全体相连续的,从而它们之间没有任何中间物。

语法注4 条
  1. 10.4ψυχρότητι καὶ θερμότητι

    结合与关联与格(dativus sociativus),由 αἱ αὐταί 所支配,表示变黑与变白在属上与冷和热是同一的。

  2. 10.10μὴ ἁπτόμενον

    宾格分词,作无人称句 ἀδύνατον [ἐστι] 之后不定式 ποιεῖν 的逻辑主语的同位修饰语(泛指某人),承接上句的特定主语 ὁ ἕλκων 并予以普遍化。

  3. 10.11Μέχρις ἂν ἡ παρ’ ἐμοῦ ἐνδοθεῖσα δύναμις αὐτῷ σῴζηται

    带有 μέχρις ἄν 及现在时虚拟式(σῴζηται)的时间从句,省略了主句谓语。根据抛体运动的语境,其后隐含了诸如“[它就持续运动]”的主句动词。

  4. 10.16ὡς ἓν γίνεσθαι τὸ λοιπὸν τὸ ὅλον μεταβαλούσης τῆς τροφῆς

    ὡς 接不定式(γίνεσθαι)表示结果(“以致整个事物合为一体”),其后跟独立属格结构 μεταβαλούσης τῆς τροφῆς καὶ ἐξομοιωθείσης,补充说明时间与条件(“在营养发生转变并被同化之后”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:874.3-876.18