- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:872.11-873.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯论述了停下来与静止处于时间之中且不存在“第一者”,并证明了运动之物在连续变化中不可能处于同一状态。
Ἕτερον ἐπιχείρημα ὅτι τὸ ἵστασθαι ἐν χρόνῳ· ἵστασθαι θᾶττόν ἐστι καὶ βραδύτερον * * * ἐν χρόνῳ, τὸ ἵστασθαι ἄρα ἐν χρόνῳ. οὕτω δὲ μᾶλλον ῥητέον· ἐν ᾧ τὸ [μᾶλλον] θᾶττον καὶ βραδύτερον, τοῦτο ἐν χρόνῳ, ἐν δὲ τῷ ἵστασθαι τὸ θᾶττόν ἐστι καὶ βραδύτερον, τοῦτο ἄρα ἐν χρόνῳ.
停下来是在时间之中的另一个论证:停下来有较快和较慢 * * * 在时间之中,因此停下来是在时间之中。但毋宁应当这样表述:凡在其之中有[更]较快和较慢者,这是在时间之中的,而在停下来之中有较快和较慢,因此这是在时间之中的。
Καὶ πρότερον εἶπεν ὅτι λέγεται ἐν χρόνῳ μεταβάλλειν καὶ ὡς καθ’ ἕτερον· φαμὲν γὰρ σήμερον γεγονέναι ἔκλειψιν, ἀλλ’ οὐ πρώτως, ἀλλὰ καθ’ ἕτερον, τῷ τὴν ὥραν ἐν ᾗ γέγονε μέρος τι εἶναι τῆς ἡμέρας. ἐν δὲ τῇ πρώτῃ ὥρᾳ τυχὸν πρώτως γέγονεν ἡ ἔκλειψις οὐ τῷ ἐν μορίῳ αὐτῆς γενέσθαι, ἀλλ’ ἐν ὅλῃ. ἐν ᾧ πρώτῳ χρόνῳ, φησί, τὸ ἱστάμενον ἵσταται, τουτέστιν ἠρεμίζεται, ἐν παντὶ μέρει αὐτοῦ ἵσταται· εἰ γὰρ διέλοιμεν τὸν χρόνον, εἰ μὲν ἐν μηδετέρῳ μορίῳ ἵσταται, οὐδ’ ἂν ἐν τῷ ὅλῳ, εἰ δὲ ἐν ἑκατέρῳ,1 οὐκέτι ἐν τῷ ὅλῳ πρώτως, ἀλλὰ καθ’ ἕτερον ἐν τῷ μορίῳ τινὶ αὐτοῦ, ὡς ἐν τῇ ἡμέρᾳ ἡ ἔκλειψις διὰ τὴν ὥραν· λείπεται οὖν ἐν ἀμφοτέροις. ὥστε ἐν τῷ νῦν ἵσταται, ὅπερ ἔδει δεῖξαι.
先前他也曾说过,在时间中变化也可以就另一事物而言被述说;因为我们说今天发生了日食,但不是首要地,而是就另一事物而言,这是由于日食发生的那一时辰是这一天的一部分。然而比方说在第一时辰中日食首要地发生,并不是由于它在这一时辰的一部分中发生,而是由于在整个时辰中发生。他说,停下来之物在其停下来、即趋于静止的首要时间中,它在该时间的每一个部分中都在停下来;因为如果我们分割这一时间,如果它在这两个部分中的任何一个之中都不停下来,那么在整个时间中它也不会停下来;如果它在这两个部分中的某一个之中停下来,那么它就不再是在整个时间中首要地停下来,而是就另一事物而言在其某个部分之中停下来,正如日食因时辰而在这一天之中一样;因此剩下的就是它在两者之中都停下来。从而它在“现在”之中停下来,这正是所要证明的。
Βούλεται δεῖξαι ὅτι ὥσπερ ἐπὶ τοῦ κινεῖσθαι κτλ. (p. 815,6. 10).
他意在表明,正如就运动而言等等(p. 815,6. 10)。
Ὃ λέγει τοῦτό ἐστιν· εἰ ἦν ἐν τῷ κτλ. (p. 815,12. 14).
他所说的是这个意思:如果在……之中等等(p. 815,12. 14)。
Ὅτι ὥσπερ ἐν τῷ κινεῖσθαι καὶ τῷ ἠρεμίζεσθαι οὐκ ἔστι τὸ πρῶτον, οὕτως οὐδὲ ἐν τῇ ἠρεμίᾳ· εἰ γὰρ ἔνθα κίνησις, ἐκεῖ καὶ ἠρεμία, καὶ διὰ τοῦτο οὐδὲν ἐν τῷ νῦν οὔτε ἠρεμεῖ οὔτε κινεῖται, ἀλλ’ ἐν χρόνῳ πάντως καὶ ἠρεμία καὶ κίνησις, χρόνος δὲ πρῶτος οὐκ ἔστιν, οὐδ’ ἄρα ἔστι τι πρῶτον τῆς ἠρεμίας, ὥσπερ οὐδὲ τῆς κινήσεως.
正如在运动和趋于静止之中不存在第一者一样,在静止之中也不存在第一者;因为既然凡有运动之处必有静止,且为此缘故在“现在”之中没有任何东西静止或运动,相反无论如何静止与运动都在时间之中,而第一时间并不存在,因此正如运动不存在第一者一样,静止也不存在某种第一者。
Ἕτερον ἐπιχείρημα. εἰ τοῦτό ἐστιν ἠρεμοῦν τὸ ὁμοίως ἔχον νῦν τε καὶ πρότερον ἢ τῷ ὁμόλογον εἶναι ἢ τοσόνδε ἢ ἐν τῷδε τῷ τόπῳ,2 οὐκ ἂν εἴη ἀμερὲς ἐν ᾧ ἠρεμεῖ (οὐ γὰρ ἔστιν ἐν τῷ ἀμερεῖ τὸ πρότερον καὶ τὸ ὕστερον), ὥστε μεριστόν· εἰ δὲ μεριστόν, χρόνος, ὁ δὲ χρόνος συνεχής, τοῦτο δὲ εἰς ἄπειρον διαιρετόν· ὥστε οὐκ ἂν ἔχοι τὸ πρῶτον.
另一个论证。如果静止之物是指现在和先前处于相似状态者,无论由于是同一的、具有如此之量,还是在这一处所中,那么它于其中静止者将不可能是不可分的(因为在不可分者之中不存在“先前”和“随后”),从而它是可分的;如果它是可分的,那么它就是时间,而时间是连续的,这是可以无限分割的;从而它不会具有第一者。
Βούλεται δεῖξαι ἐν τούτοις ὅτι τὸ κινούμενον ἀδύνατον εἶναι κατά τινα χρόνον ἐν ἑνὶ εἴδει καὶ τῷ αὐτῷ, εἴτε κατὰ τόπον εἴτε κατὰ ἀλλοίωσιν εἴτε κατὰ ἄλλο τι εἶδος μεταβολῆς. συνεχοῦς γὰρ οὔσης τῆς μεταβολῆς, εἰ εἴη χρόνον τινὰ τὸ κινούμενον ἢ ἐν τῷ αὐτῷ τόπῳ ἢ ἐν τῷ αὐτῷ μεγέθει ἢ χρώματι, ἐπειδὴ πᾶς χρόνος μεριστός, εἰ τέμοις τὸν χρόνον ἐκεῖνον, ἀληθές ἐστιν εἰπεῖν ὅτι ἐν ἑκάστῳ τῶν τοῦ χρόνου μορίων ὑπῆρχε τὸ κινούμενον κατὰ τὸ αὐτὸ εἶδος καὶ αὐτὸ καὶ τὰ μέρη αὐτοῦ· ἀλλὰ μὴν ἠρεμεῖν τοῦτό ἐστι τὸ ἐν ἄλλῳ καὶ ἄλλῳ τῶν τοῦ χρόνου 〈μορίων〉 εἶναι τὸ πρᾶγμα καθ’ ἓν καὶ τὸ αὐτὸ εἶδος, τὸ δὲ κινούμενον κατὰ τὴν νῦν ὑπόθεσιν κατὰ τὸ αὐτὸ εἶδος ἐν ἄλλῳ καὶ ἄλλῳ μέρει τῶν τοῦ χρόνου ὑπῆρχε· συμβήσεται ἄρα τὸ κινούμενον ἠρεμεῖν. ὥστε ἀδύνατον ἔν τινι τοῦ χρόνου μέρει καθ’ ὃ κινεῖται ἐν τῷ αὐτῷ εἶναι τὸ κινούμενον. ὥσπερ γὰρ τὸ μέγεθος ἐπ’ ἄπειρον διαιρετόν, οὕτω καὶ ὁ χρόνος καὶ ἡ κίνησις· συνεχῆ γὰρ πάντα.
他在这些论述中意在表明,运动之物不可能在某个时间内处于一个且同一的形式中,无论依处所、依质变还是依某种其他的变化形式。因为既然变化是连续的,如果运动之物在某个时间内处于同一处所、或处于同一大小或颜色之中,那么既然一切时间都是可分的,如果你切分那段时间,就可以真实地说:在时间的每一个部分之中,运动之物自身及其诸部分都处于同一形式之中;然而静止正是指事物在时间的不同部分之中处于一个且同一的形式中,而运动之物按照当下的假定是在时间的不同部分之中处于同一形式之中;因此将导致运动之物是在静止的结论。从而运动之物不可能在它运动于其中的时间的某个部分内处于同一形式之中。因为正如大小可以无限分割一样,时间和运动也是如此;因为一切都是连续的。
Ἐπὶ τῷ ἐσχάτῳ β̅ δηλονότι, διὰ δὲ τούτου καὶ ἐπὶ τῷ ᾱ̅ τῷ ἐσχάτῳ· ἐν τούτῳ γὰρ καὶ τὸ ἕτερον β̅, ἤγουν τὸ ἔσχατον.
显然是在最后的 Β 上,且由此也是在最后的 Α 上;因为在其中还有另一个 Β,即最后一个。
- 9.92εἰ δὲ ἐν ἑκατέρῳ
与前文的 ἐν μηδετέρῳ μορίῳ(在任何一个部分之中[都不])相对比,且由后文的 λείπεται οὖν ἐν ἀμφοτέροις(因此剩下的就是在两者之中都[停下来])可以清楚看出,这里的 ἑκάτερος 并非指“双方”,而是以析取的方式指“两个部分中的某一个”。
- 9.96ἢ τῷ ὁμόλογον εἶναι ἢ τοσόνδε ἢ ἐν τῷδε τῷ τόπῳ
由 τῷ 引导的定冠词不定词短语以及与之并列的形容词和介词短语,均作为表方面或方式的与格,用以限定前述分词短语 τὸ ὁμοίως ἔχον(处于相似状态者)。
