← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§870.15-872.9

有限时间内无限运动的不可能性与趋于静止

菲洛波庞注疏亚里士多德《物理学》第6卷第7章(238a11–238b23),通过运动之物、时间和大小的不同组合,解释了在有限时间内运动无限大小或产生无限运动的不可能性,并论证了正在停下来(趋于静止)之物在其停下来时必定处于运动中。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.85

" Καὶ οὕτω δὴ λαμβάνων." Ἡ σύνταξις τοῦ ῥητοῦ οὕτως ἔχει· καὶ οὕτω δὴ λαμβάνων, ἐπειδὴ τοῦ μὲν ἀπείρου οὐδέν ἐστι μόριον ὃ καταμετρήσει, τὸ δὲ διάστημα τὸ πεπερασμένον ποσοῖς τοῖς αε μετρεῖται, ἐν πεπερασμένῳ ἂν χρόνῳ τὸ αβ κινοῖτο. τὰ δὲ ἄλλα διὰ μέσου εἴρηται πρὸς κατασκευὴν τοῦ τὸ ἄπειρον μὴ καταμετρεῖσθαι.1 ὁ δὲ νοῦς· ἐπειδὴ τὸ μὲν πεπερασμένον διάστημα, λέγω δὴ τὸ αβ, μετρεῖται ὑπὸ τοῦ αε μορίου πεντάκις τυχόν, ἑκάστου δὲ τῶν μορίων τοῦ χρόνου ὁ χρόνος πεπερασμένος, καταμετρηθήσεται ἄρα καὶ ὁ χρόνος ὑπό τινος τῶν αὑτοῦ μορίων· ἀλλὰ μὴν τὸ ἄπειρον οὐ καταμετρεῖται· οὐκ ἄρα ἐν ἀπείρῳ τὸ πεπερασμένον κινήσεται, ἀλλ’ ἐν πεπερασμένῳ.

“并且若照此选取。” 本文的句法构造如下:“并且若照此选取,既然在无限者中不存在能将其量尽的部分,而有限的间距由若干个 αε 所量度,那么 αβ 将在有限时间内运动。”夹在中间的其他话,是为了确立无限者不可被量尽而说的。其要旨如下:既然有限的间距,即 αβ,被部分 αε 量度,比方说五次,而时间各部分的时间也是有限的,因此时间也将被它自身的某些部分所量尽;然而无限者是不能被量尽的;因此有限者将不在无限中运动,而是在有限中运动。

§9.86

Δείξας ὅτι οὐκ ἐνδέχεται πεπερασμένον μέγεθος ἐν ἀπείρῳ χρόνῳ κινηθῆναι, νῦν τὸ ἀνάπαλιν δείκνυσιν, ὅτι οὐκ ἐνδέχεται ἄπειρον ἐν πεπερασμένῳ χρόνῳ κινηθῆναι, κἄν τε ὁμαλὴ ᾖ κἄν τε ἀνώμαλος, ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ἠρεμίζεσθαι. καὶ ἐντεῦθέν τινες καὶ ἐν τῷ πρὸ τούτου τὸ τῆς ἠρεμίσεως ὄνομα ἀντὶ τοῦ ἠρεμίζεσθαι ἐξελάμβανον. ἡ αὐτὴ δὲ πάλιν καὶ ἐπὶ τούτου ἀπόδειξις· εἰ γὰρ τὸ ἄπειρον ἐν πεπερασμένῳ χρόνῳ κινεῖται, ἐὰν ληφθῇ μόριόν τι τοῦ χρόνου, δῆλον ὅτι ἐν τούτῳ οὐ τὸν ἄπειρον κινηθήσεται, ἀλλὰ μόριόν τι πεπερασμένον. ἐὰν οὖν εἰς ἴσα τὸν ὅλον χρόνον κατατέμω, ἀφαιρεθήσεται καὶ ἐκ τοῦ ἀπείρου μεγέθους ἴσα μόρια· ὥστε ἐπειδὴ τὰ τοῦ χρόνου μόρια πεπέρανται καὶ πλήθει καὶ μεγέθει, ἴσα δὲ τούτων τῷ πλήθει ἀφαιρεῖται καὶ ἐκ τοῦ ἀπείρου μεγέθους πεπερασμένα τῷ μεγέθει, τὸ δὲ ἐκ πεπερασμένων συγκείμενον πεπερασμένον ἐστί, πεπερασμένον ἄρα μέγεθος ἐν πεπερασμένῳ κινήσεται καὶ οὐκ ἄπειρον. ὁμοίως κἂν εἰς ἄπειρα τέμνηται, ὁ αὐτὸς λόγος, ὥσπερ καὶ ἀπορώτερος·2 ὁ γὰρ ἐλάχιστος μέτρον ἔσται τῶν λοιπῶν κατατεμνομένων εἰς ἴσα τῷ ἐλαχίστῳ.

在表明了有限的大小不可能在无限时间内被运动之后,现在他证明相反的情形,即无论是均匀的还是不均匀的,无限者都不可能在有限时间内被运动,同样在趋于静止的情形下也是如此。由此,甚至在之前的地方,也有人将“静止”之名解释为“趋于静止”。在这种情况下的证明又是相同的:因为如果无限者在有限时间内运动,若选取时间的某个部分,显然在这一部分中它将运动的不是无限者,而是某个有限的部分。那么,如果我将全部时间等分,从无限的大小中也将截取等量的部分;从而既然时间的部分在数量上和大小上都是有限的,且从无限大小中也截取了与这些在数量上相等、在大小上有限的部分,而由有限者组成的也是有限的,因此在有限中运动的是有限的大小而非无限的大小。同样地,即使划分为无限,论述也是相同的,尽管也是更具疑难的;因为最小的部分将是其余部分被划分为与最小者相等时的尺度。

§9.87

Ἐπὶ ἑτέραν συμπλοκὴν μεταβαίνει, φυλάττει δὲ τὸν αὐτὸν χρόνον ὁμοίως πεπερασμένον, τοῦ δὲ κινουμένου καὶ τῆς κινήσεως ἐναλλάττει τὴν τάξιν, λαμβάνων τὸ μὲν κινούμενον ἄπειρον τὴν δὲ κίνησιν πεπερασμένην. καί φησιν ὅτι εἰ δέδεικται κτλ. (p. 814,11. 17) διιέναι. πῶς γὰρ καὶ κινηθείη τὸ ἄπειρον τὸν πάντα τόπον κατειληφὸς καὶ ἔξω ἑαυτοῦ μηδὲν ἔχον; ὥστε οὕτως ἂν λέγοιτο διὰ τῆς πεπερασμένης διιέναι ἡ ἄπειρος, τῷ τὴν πεπερασμένην διὰ πάντων αὐτῆς τῶν μορίων διιέναι.3

他转向另一种结合,同样保持同一时间为有限,却颠倒了运动之物与运动的次序,假定运动之物是无限的,而运动是有限的。并且他说“如果已经证明,等等”(p. 814,11. 17)“穿过”。因为占满了整个处所且自身之外一无所有的无限者,究竟如何能运动呢?因此,无限者穿过有限者,将是按这种方式说的,即凭借有限者穿过它的一切部分。

§9.88

Οἷον ἢ βαδίζον ἢ ἄλλως κινούμενον, ἑλκόμενον τυχὸν ἤ τι τοιοῦτον, ἀναμετροῦν δὲ ὡς ὁ πῆχυς δίεισι τόδε τὸ διάστημα τῷ μετρεῖν αὐτό.

例如或是步行或是以其他方式运动,比方说被拖拽或诸如此类的某种方式,但重新量度,正如一肘长通过量度该间距而穿过它一样。

§9.89

Δείξας ὅτι ἀδύνατον καὶ πεπερασμένου ὄντος τοῦ κινουμένου ἄπειρόν τι μέγεθος διελθεῖν ἐν πεπερασμένῳ χρόνῳ, οὔτε ἀπείρου οὔτε πεπερασμένου οὔτε ἀπείρου ἐν πεπερασμένῳ χρόνῳ, ἐκ τούτων συμπεραίνει ὅτι οὐδὲ κίνησιν ἄπειρον ἐκ τούτων δυνατὸν γενέσθαι ἐν πεπερασμένῳ χρόνῳ. οὐδὲν γάρ, φησί, διαφέρει εἴτε ἡ κίνησις εἴη ἄπειρος εἴτε τὸ μέγεθος· ἀντιστρέφουσι γὰρ ταῦτα πρὸς ἄλληλα. εἴτε γὰρ ἄπειρος εἴη 〈ἡ〉 κίνησις, ἀνάγκη καὶ τὸ μέγεθος ἐφ’ οὗ ἡ κίνησις ἄπειρον εἶναι, εἴτε τὸ μέγεθος, καὶ τὴν κίνησιν· πᾶσα γὰρ φορὰ ἐν τόπῳ. ὥστε εἰ δέδεικται ὅτι ἀδύνατον ἄπειρον τι μέγεθος διελθεῖν ἐν πεπερασμένῳ χρόνῳ, τοῦ δὲ μεγέθους ἀπείρου ὄντος καὶ ἡ κίνησις ἄπειρος, οὐδ’ ἄρα κίνησιν ἄπειρον δυνατὸν ἐν πεπερασμένῳ χρόνῳ γενέσθαι.

在表明了无论是在运动之物有限时于有限时间内遍历某一无限的大小,还是在〔运动之物〕无限时——无论〔大小〕是有限的还是无限的——于有限时间内〔遍历〕,都是不可能的之后,他由此得出结论:在有限时间内发生无限运动也是不可能的。因为他说,无论是运动是无限的还是大小是无限的,都没有区别;因为这两者是相互换位的。因为无论是运动是无限的,运动于其上的大小也必然是无限的,还是大小是[无限的],运动也必然是[无限的];因为一切位移都在处所中。从而,如果已经证明在有限时间内遍历某一无限大小是不可能的,而在大小是无限时运动也是无限的,因此在有限时间内产生无限运动也是不可能的。

§9.90

Τὸ προκείμενον διὰ τούτων ἐστὶ δεῖξαι ὅτι τὸ ἱστάμενον ὅτε ἵσταται κινεῖται, ἱστάμενον δέ φησι τὸ ἠρεμιζόμενον, ὥσπερ καὶ πρώην εἴπομεν. δείκνυσι δὲ αὐτὸ οὕτως· εἰ τὸ ἠρεμίζεσθαι κινεῖσθαί ἐστι (μέρος γὰρ τοῦ κινεῖσθαι τὸ ἠρεμίζεσθαι), τὸ δὲ ἠρεμίζεσθαι ἵστασθαί ἐστι, τὸ ἄρα ἵστασθαι κινεῖσθαί ἐστιν. εἰ γὰρ μὴ ἔστι τὸ ἵστασθαι κινεῖσθαι, ἐπειδὴ πᾶν ἢ κινεῖται ἢ ἠρεμεῖ ὅτε πέφυκε καὶ οὗ καὶ ὥς,4 ἠρεμεῖν ἄρα ἐστὶ τὸ ἵστασθαι. τοῦτο δὲ ἀδύνατον· τὸ γὰρ ἵστασθαι ἠρεμίζεσθαι, τοῦτο δὲ κινεῖσθαί ἐστιν.

通过这些论述所提出的是要表明:停下来之物在其停下来时正在运动;正如我们先前所说的那样,他所说的“停下来之物”是指“趋于静止之物”。他这样来表明这一点:如果趋于静止是运动(因为趋于静止是运动的一部分),而趋于静止是停下来,因此停下来就是运动。因为如果停下来不是运动,既然一切事物在其自然适宜的时机、地点和方式下要么运动要么静止,因此停下来就将是静止。但这却是不可能的;因为停下来是趋于静止,而这是运动。

语法注4 条
  1. 9.85τὰ δὲ ἄλλα διὰ μέσου εἴρηται πρὸς κατασκευὴν τοῦ τὸ ἄπειρον μὴ καταμετρεῖσθαι.

    副词短语 διὰ μέσου 表示插入性的用法(“在中间”),而 τοῦ τὸ ἄπειρον μὴ καταμετρεῖσθαι 是带有属格冠词和否定词 μή 的定冠词不定式结构,作表示目的的介词短语 πρὸς κατασκευήν 中名词 κατασκευήν 的属格补足语(“为了确立无限者不可被量尽”)。

  2. 9.86ὁμοίως κἂν εἰς ἄπειρα τέμνηται, ὁ αὐτὸς λόγος, ὥσπερ καὶ ἀπορώτερος

    κἄν 是 καὶ ἐάν 的混成,引导让步条件从句(“即使被划分为无限”)。其后的 ὥσπερ καί 修饰比较级 ἀπορώτερος(“更具疑难的”),起到让步或补充修饰的作用(“尽管也是更加充满疑难的”)。

  3. 9.87τῷ τὴν πεπερασμένην διὰ πάντων αὐτῆς τῶν μορίων διιέναι.

    带冠词不定式的与格 τῷ ... διιέναι 表示方式或原因(“凭借有限者穿过……”)。τὴν πεπερασμένην(有限者)是不定式 διιέναι 的宾格逻辑主语,而 αὐτῆς 则回指句首的 ἡ ἄπειρος(无限者)。

  4. 9.90ὅτε πέφυκε καὶ οὗ καὶ ὥς

    亚里士多德关于运动与静止定义的常见程式化表达。关系副词 ὅτε, οὗ 和 ὥς 共同依附于 πέφυκε(“按其本性生来便……”),构成副词性状语从句:“在其自然适宜的时机、地点和方式下”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:870.15-872.9