← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§868.34-870.14

最初的双重含义与变化的连续性及有限运动

斐洛波诺斯注解了亚里士多德《物理学》第6卷第5至7章(236b19–237b30),阐明了自身而言的“最初”与宽泛意义上的“最初”之区分、就形相和大小而言的变化连续性,以及在无限时间内运动有限大小之不可能(指出圆周运动为特例)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.79

Ὅτι μὲν οὖν τὸ πρῶτον κατὰ τὴν μεταβολὴν οὐκ ἔστιν, ἔδειξεν ἐν τοῖς προλαβοῦσιν, ἀλλ’ ἐπειδὴ οἶδεν ἡ συνήθεια τὸ κατὰ πλάτος πρῶτον, οἷον ὅτι ἐν τῇδε τῇ ἡμέρᾳ πρώτῃ γέγονεν ὁ πόλεμος ἢ ἡ ἔκλειψις, περὶ τούτου τῇ θέσει πρῶτον νῦν διαλαμβάνει, καί φησιν ὅτι διχῶς λέγεται τὸ ἐν ᾧ πρώτῳ μεταβάλλει, τὸ μὲν δι’ αὑτὸ τὸ δὲ δι’ ἕτερον. λέγομεν γὰρ ὅτι αὕτη 〈ἡ〉 ἡμέρα πρώτη ἐστὶ τῆς ἐκλείψεως, οὐ διότι ἐν πάσῃ τῇ ἡμέρᾳ γέγονεν, ἀλλ’ ὅτι ἡ ὥρα ἐν ᾗ γέγονε περιέχεται ὑπὸ τῆς ἡμέρας· δι’ ἕτερον οὖν 〈ἡ〉 ἡμέρα πρώτη καλεῖται, ἡ μέντοι ὥρα, καθ’ ἣν γέγονεν ἡ ἔκλειψις, οὐ δι’ ἕτερον ἀλλὰ δι’ αὑτὴν πρώτη λέγεται. δείκνυσιν οὖν ἐν τούτοις ὅτι ἐν ᾧ πρώτῳ δι’ ἑαυτὸ μεταβάλλει τὸ μεταβάλλον, κατὰ πάντα αὐτοῦ τὰ μέρη μεταβάλλει, καὶ οὐκ ἔστιν αὐτοῦ μόριον καθ’ ὃ οὐ μεταβάλλει.

就变化而言并不存在“最初部分”,他在前文中已经表明了,但由于日常习惯通晓就宽泛意义而言的“最初”(例如说在这一天战争或日食最初发生),关于此点在顺序上他现在首先予以讨论,并且说它在其中最初发生变化者有两种说法,一种是就自身而言,另一种是凭借他物。因为我们说这一天是日食的最初,并不是因为它在整天中发生,而是因为它所发生的时刻包含在这一天之内;因此这一天被称为凭借他物而为最初,然而日食发生于其中的那个时刻,却不是凭借他物,而是就自身而言被称为最初。因此他在这些论述中表明,变化之物在其中就自身而言最初发生变化者,它是按照其一切部分发生变化的,并且不存在它不发生变化的部分。

§9.80

Δι’ ἄλλου ἐπιχειρήματος τὸ αὐτὸ βούλεται δεῖξαι. ὑποκείσθω νῦν ὁ χρόνος ἐν ᾧ πρώτῳ κινεῖται ὁ χρ. ἐπεὶ οὖν πᾶς χρόνος διαιρετός, διῃρήσθω κατὰ τὸ κ. ἀνάγκη οὖν τὸ κινούμενον ἢ μήτε ἐν τῷ χρ μήτε ἐν τῷ κρ κινεῖσθαι, ἢ ἐν ἀμφοτέροις. εἰ μὲν οὖν ἐν μηδετέρῳ κινεῖται, οὐδ’ ἐν τῷ ὅλῳ κινηθήσεται, εἰ δὲ ἐν θατέρῳ μόνῳ, οὐκέτι καθ’ αὑτὸν πρῶτος ὁ χρ χρόνος, ἀλλὰ καθ’ ἕτερον τῷ τὸ μόριον αὐτοῦ εἶναι τοιοῦτο. ἀνάγκη ἄρα ἐν πᾶσι τοῖς μέρεσι κινεῖσθαι.

通过另一条论据他想要证明同一件事。现在假定它在其中最初发生运动的时间为 χρ。既然一切时间都是可分的,设它在 κ 处被划分。因此,运动之物必然或者既不在 χρ 中也不在 κρ 中运动,或者在两者之中都运动。如果它在两者中都不运动,它在整体中也不会运动;如果仅仅在其中一者中运动,χρ 时间就不再是就自身而言最初的,而是凭借它的部分是如此而成为凭借他物者。因此,必然在一切部分之中运动。

§9.81

Δείξας ἐπὶ τοῦ χρόνου, ἐν ᾧ ἡ μεταβολή, ὅτι ἀνάγκη πρὸ τοῦ μεταβάλλειν εἶναι τὸ μεταβεβληκέναι καὶ πρὸ τοῦ μεταβεβληκέναι τὸ μεταβάλλειν, νῦν ἐπὶ τοῦ εἴδους, καθ’ ὃ ἡ μεταβολή, γυμνάζει τὸν λόγον. τὰ δὲ ἐπὶ τοῦ μεγέθους φανερώτερον εἶναι λέγω τὸν λόγον διὰ τὸ συνεχὲς εἶναι τὸ μέγεθος, οὐ πρὸς ἀντιδιαστολὴν τοῦ χρόνου λέγει1 (συνεχὴς γὰρ καὶ οὗτος), ἀλλὰ πρὸς ἀντιδιαστολὴν τοῦ ποιοῦ. μεταβαλλέτω οὖν τι ἐκ τοῦ γ εἰς τὸ δ. εἰ τοίνυν μὴ ἔστιν ἀδιαίρετον τὸ γδ (τοῦτο γὰρ ἀδύνατον διὰ τὸ μὴ δύνασθαι ἀμερὲς ἀμεροῦς ἔχεσθαι), διαιρετὸν ἀνάγκη εἶναι εἰς ἄπειρα τὸ μεταξύ· ὥστε ἀνάγκη καθ’ ἕκαστον μὲν τῶν σημείων μεταβεβληκέναι, ἐν δὲ τῷ μεταξὺ αὐτῶν χρόνῳ μεταβάλλειν.

在表明了就变化在其中进行的时间而言,必然在变化之前已经完成变化,且在完成变化之前正在变化之后,他现在就依据它发生变化的形相展开论述。而对于“我说在大小的情形下论述更加明显,是因为大小是连续的”这一说法,他并非相对于时间而言(因为时间也是连续的),而是相对于质而言。那么,设某物从 γ 变化到 δ。如果 γδ 不是不可分的(因为这是不可能的,由于无部分者不能与无部分者相接),中间之物必然可分至无穷;因此必然在各个点处已经完成变化,而在它们之间的时间内正在变化。

§9.82

Πρῶτον δείκνυσιν ὅτι ἀδύνατον ἐν ἀπείρῳ χρόνῳ πεπερασμένον μέγεθος κινεῖσθαι, οὐ προσλογιζόμενος τὸ κινούμενον εἴτε ἄπειρόν ἐστιν εἴτε πεπερασμένον. κέχρηται δὲ πρὸς τὴν κατασκευὴν τοῦ προκειμένου τοῖς προαποδεδειγμένοις, ὅτι τε πᾶσα κίνησις ἐν χρόνῳ καὶ ὅτι ἐν τῷ πλείονι χρόνῳ μεῖζον διάστημα κινεῖται τὸ κινούμενον.

首先他表明,在无限时间内运动一个有限的大小是不可能的,并不考虑运动之物是无限的还是有限的。为了确立所提出的论题,他利用了预先证明过的结论:一切运动都在时间之内,以及在较多的时间内运动之物运动较大的间距。

§9.83

Ἐπειδὴ εἶπεν ‘ἀδύνατον ἐν ἀπείρῳ χρόνῳ πεπερασμένον μέγεθος κινεῖσθαι’, διὰ τοῦτο προσέθηκε μὴ τὴν αὐτὴν ἀεί. τὴν γὰρ κατὰ κύκλον κίνησιν ἐν πεπερασμένῳ μεγέθει δυνατὸν ἀεὶ κινεῖσθαι ἐν τῷ ἀπείρῳ χρόνῳ ἀνακυκλοῦντα, οἷά ἐστι τὰ οὐράνια· ἐν γὰρ τῷ ἀπείρῳ χρόνῳ τὴν αὐτὴν ἀεὶ κινεῖται κίνησιν ἐν πεπερασμένῳ μεγέθει, οὐ τῷ προσάπαξ τὸ ὅλον ἐν τῷ ἀπείρῳ κινεῖσθαι, ἀλλὰ τῷ ἀεὶ ἀνὰ τὸν ἄπειρον χρόνον ἔν τινι μέρει κινεῖσθαι ἐκείνου. τοῦτο μὲν οὖν δυνατόν, τὸ δὲ ἐν ἅπαντι τῷ ἀπείρῳ χρόνῳ ἅπαν διελθεῖν πεπερασμένον προσάπαξ ἀδύνατον. τὸ δὲ ἑξῆς οὕτως· ‘ἀδύνατον ἐστιν ἐν τῷ ἀπείρῳ χρόνῳ πεπερασμένην κινεῖσθαι μὴ τὴν αὐτὴν ἀεὶ κινούμενον καὶ τὸ ἐν ἐκείνῃ τινὰ κινεῖσθαι’· κατὰ κοινοῦ γὰρ τὸ κινεῖσθαι.2

由于他说了“在无限时间内运动一个有限的大小是不可能的”,因此之故他补充说“除非始终运动同一者”。因为循环之物能够在有限大小中在无限时间内始终运动圆周运动,正如天体那样;因为在无限时间内它们在有限大小中始终运动同一运动,并不是由于一次性在无限中运动整体,而是由于始终贯穿于无限时间在其某一部分中运动。这固然是可能的,但一次性在全部无限时间内遍历全部有限者则是不可能的。接下来的文句是这样的:“在无限时间内运动一个有限[运动]是不可能的,除非始终运动同一者,并且在其中某一者中运动[也是不可能的]”;因为“运动”是共同适用的。

§9.84

Οἷον εἰ εἴη πηχυαῖον κτλ. (p. 812,25. 27).

“例如如果是一肘长,等等”(p. 812,25. 27)。

语法注2 条
  1. 9.81τὰ δὲ ἐπὶ τοῦ μεγέθους φανερώτερον εἶναι λέγω τὸν λόγον διὰ τὸ συνεχὲς εἶναι τὸ μέγεθος, οὐ πρὸς ἀντιδιαστολὴν τοῦ χρόνου λέγει

    句首的 τὰ δὲ 作为限制性宾格或引题宾格,承接亚里士多德的原话(《物理学》237a28–29),受主句动词 λέγει(主语为亚里士多德)支配。其间的 λέγω 属于亚里士多德原句的引用或改写。

  2. 9.83κατὰ κοινοῦ γὰρ τὸ κινεῖσθαι

    κατὰ κοινοῦ(相当于 ἀπὸ κοινοῦ)是语法和注疏术语,指某一成分在并列结构中“共同适用/共享”。在此处解释不定式 κινεῖσθαι 共同作两个并列子句的补足成分,亦补充至 καὶ τὸ ἐν ἐκείνῃ τινὰ [κινεῖσθαι] 之中。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:868.34-870.14