- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:86.19-87.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在亚里士多德由反驳爱利亚学派转向考察自然哲学家之处(187a10),斐洛庞奴斯梳理了由单一原理解释万物生成的两种途径(通过稀疏与凝聚的蚀变,以及从中间物中的分离),并通过阐释阿那克萨戈拉的同质部分说和理智的作用来详述分离说。
" Ὅτι μὲν οὖν οὕτως ἓν εἶναι τὸ ὂν ἀδύνατον, δῆλον. ὡς δ’ οἱ φυσικοὶ λέγουσι, δύο τρόποι1 εἰσίν." Ἐλέγξας τὴν δόξαν τὴν 〈τῶν〉 ἀμφὶ τὸν Παρμενίδην καὶ Μέλισσον, τὴν λέγουσαν ἓν εἶναι τὸ ὄν, μέτεισιν ἐπὶ τὸν τῶν φυσικῶν ἔλεγχον καί φησιν· ὅτι μὲν ὡς ἐκεῖνοι ἓν τὸ ὂν λέγουσιν ἀδύνατον ὑποθέσθαι, δέδεικται, ὡς δὲ οἱ φυσικοὶ λέγουσιν ἓν τὸ ὄν· λέγουσι δὲ οὐ τῷ πάντα ἓν εἶναι, ἀλλὰ τῷ μίαν πάντων ἀρχὴν ὑποτίθεσθαι, μίαν δὲ ἀρχὴν ὑποτίθενται Ἡράκλειτος μὲν τὸ πῦρ, Ἀναξιμένης δὲ τὸν ἀέρα, Θαλῆς δὲ τὸ ὕδωρ, Ἀναξίμανδρος δὲ τὸ μεταξύ· τούτων δὲ διττοί εἰσιν οἱ τρόποι. οἱ μὲν γὰρ αὐτῶν μανώσει καὶ πυκνώσει τοῦ κατ’ αὐτοὺς στοιχείου, οὕτω γεννῶσι τὰ ἄλλα (οἷον Θαλῆς τὸν ἀέρα στοιχεῖον ὑποτιθέμενος, τοῦτον μανούμενον μὲν ἔλεγε ποιεῖν2 τὸ πῦρ, πυκνούμενον δὲ ἠρέμα ποιεῖν τὸν ἄνεμον, ἔτι δὲ μᾶλλον πυκνούμενον ποιεῖν τὰ νέφη, ἔτι δὲ μᾶλλον τὸ ὕδωρ, καὶ ἐπὶ πλέον τὰ γήινα πάντα), οἱ μὲν οὖν οὕτως ἔλεγον ἐκ τοῦ ἑνὸς τὴν γένεσιν γίνεσθαι, Ἀναξίμανδρος δὲ τὸ μεταξὺ πυρὸς καὶ ἀέρος ἢ ἀέρος καὶ ὕδατος λέγων στοιχεῖον τὰ ἄλλα ἐκ τούτου ἐκκρίνεσθαι ἔλεγεν· ἐνυπάρχειν γὰρ ἐν τούτῳ ἀπείρῳ ὄντι τὰς ἐναντιότητας, εἶτα ἐκκρινομένας ἐξ αὐτοῦ ποιεῖν τὰ λοιπά. οἱ μὲν οὖν πυκνώσει καὶ μανώσει λέγοντες, ἀλλοιώσει τοῦ κατ’ αὐτοὺς στοιχείου γεννῶσι τὰ ἄλλα, ὥστε συμβαίνειν αὐτοῖς τὴν γένεσιν ἀλλοίωσιν λέγειν (οὕτω γοῦν καὶ λέγουσιν ὅτι τὸ γίνεσθαι τοιόνδε καθέστηκεν ἀλλοιοῦσθαι), Ἀναξίμανδρος δὲ οὐκ ἀλλοιώσει τοῦ μεταξὺ γεννᾷ τὰ ἄλλα, ἀλλ’ ἐκκρίσει ἐνυπαρχόντων ἐν αὐτῷ. εἶτα θέλων σαφέστερον δεῖξαι πῶς ἔλεγεν ἐκκρίσει γίνεσθαι ὁ Ἀναξίμανδρος ἐκ τοῦ ἑνὸς τὰ ἄλλα, μέμνηται τῶν περὶ Ἀναξαγόραν καὶ Ἐμπεδοκλέα. Ἔστι δὲ ἡ μὲν τοῦ Ἀναξαγόρου δόξα τοιαύτη. ἀρχὰς εἶναι τῶν ὄντων ὑπετίθετο ὑλικὰς μὲν τὰς ὁμοιομερείας (ταύτας δὲ ἀπείρους εἶναι τὸν ἀριθμόν) καὶ τὴν ἐναντίωσιν, πρίν γε τὸ πᾶν γενέσθαι, πάσας ἅμα μεμῖχθαι· τὸν δὲ νοῦν, ὃν καὶ ποιητικὸν αἴτιον ὑποτίθεται, ἀπό τινος χρόνου ἀρξάμενον θελῆσαι μὲν διακρῖναι ἀπ’ ἀλλήλων πάντα, μὴ μὴν δυνηθῆναι τελείαν ποιήσασθαι τὴν διάκρισιν, ἀλλὰ τὰ μὲν ἀνομοιομερῆ διέκρινε συγκείμενα καὶ αὐτὰ ἐκ τῶν ὁμοιομερῶν, τὰ μέντοι ὁμοιομερῆ εἰλικρινῶς οὐκ ἴσχυσε διακρῖναι, ἀλλ’ οὖν ἐκεῖθεν ἀρχὴν τῇ ἐκκρίσει δόντα ἐσαεὶ τοῦτο ποιεῖν. οὕτως οὖν γίνεσθαι πάντα ἐκ πάντων τῷ πάντα ἐν ἀλλήλοις ὑπάρχειν· εἶναι γὰρ ἐν τῷ ξύλῳ καὶ σάρκα καὶ ὀστοῦν καὶ χρυσὸν καὶ πάντα ἁπλῶς, καλεῖσθαι δὲ ἕκαστον ἐκ τοῦ πλεονάζοντος τοῦ ἐν αὐτῷ· ὥσπερ ἐπὶ σωροῦ πανσπερμίας, εἰ ἐνυπάρχει πλέον τῶν λοιπῶν σπερμάτων ὁ σῖτος, καλεῖται ὁ σωρὸς ἐκεῖνος σῖτος ἐκ τοῦ πλεονάζοντος, οὕτως ἔνθα μέν ἐστι πλείων ἡ σὰρξ τῶν ἄλλων σάρκα τοῦτο καλεῖσθαι, ἔνθα δ’ ὀστοῦν ὁμοίως ὀστοῦν. ὡσαύτως καὶ ἐπὶ ξύλου καὶ χρυσοῦ καὶ τῶν λοιπῶν.
“因此,存在以这种方式是一显然是不可能的;然而按照自然哲学家们的说法,则有两种方式。” 在反驳了巴门尼德和美里梭等人主张存在是一的见解之后,他[亚里士多德]进而转向对自然哲学家们的反驳,并说道:像那些人那样断言存在是一是不可能设想的,这一点已被证明,而按照自然哲学家们断言存在是一的方式——他们断言并不是由于万物是一,而是由于假设万物有一个单一的本原,而作为单一的本原,赫拉克利特假设火,阿那克西美尼假设气,泰勒斯假设水,阿那克西曼德假设中间物——这些人的方式则是双重的。因为他们中的一部分人通过他们所谓的元素的稀疏与凝聚,以这种方式生成其他事物(例如泰勒斯假设气为元素,说它变稀疏时产生火,轻微凝聚时产生风,凝聚得更多时产生云,更多时产生水,进一步则产生一切土性的事物);一部分人便是这样说生成由一而发生,而阿那克西曼德则把火与气之间或气与水之间的东西称为元素,并说其他事物是从这一事物中分离出来的;因为在这无限之物中固有诸相反性质,随后这些性质从中分离出来便构成了其余的事物。因此,那些谈论凝聚与稀疏的人,是通过他们所谓的元素的质变来生成其他事物,从而他们必然把生成称为质变(他们无论如何也是这样说的,即成为如此这般就是质变);阿那克西曼德却不是通过中间物的质变,而是通过固存于其中的事物的分离来生成其他事物。随后,为了更清楚地表明阿那克西曼德是如何说其他事物通过分离由一而生成的,他[亚里士多德]提到了阿那克萨戈拉和恩培多克勒等人。阿那克萨戈拉的见解是这样的。他假设存在的质料本原是同质部分(这些在数目上是无限的)以及对立,且在宇宙生成之前,万物全都混杂在一起;而他假设作为动力因的理智,从某一时间开始虽想要将万物彼此分离开来,却未能做出完全的分离,而是分离出了自身也是由同质部分合成的非同质部分,然而无力纯粹地分离同质部分,但从那时起赋予分离以开端便永远如此运作。因此,由于万物互存于彼此之中,万物便由万物生成;因为在木头中既有肉也有骨也有金,简言之有一切事物,而每一事物都是根据其中居多的成分来命名的;正如在一堆混杂的种子里,如果小麦比其余的种子更多,那堆种子就会根据居多者被称为小麦一样,在肉多于其他事物的地方这就被称为肉,在骨[多]的地方同样被称为骨。对于木头、金以及其余的事物亦是如此。
- 1.59ὡς δὲ οἱ φυσικοὶ λέγουσιν ἓν τὸ ὄν· λέγουσι δὲ οὐ τῷ πάντα ἓν εἶναι, ἀλλὰ τῷ μίαν πάντων ἀρχὴν ὑποτίθεσθαι, ... τούτων δὲ διττοί εἰσιν οἱ τρόποι
以 ὡς δὲ οἱ φυσικοὶ λέγουσιν ἓν τὸ ὄν 开始的从句本是与前文 ὅτι μὲν ... δέδεικται 相对比而引出的,但在插入了列举各位自然哲学家及其本原的解释句 λέγουσι δὲ ... 之后,全句发生了句式断裂(破格语法/anacoluthon),最终落入独立主句 τούτων δὲ διττοί εἰσιν οἱ τρόποι。句首的 ὡς 从句实际上起到了先行提示主题的作用。
- 1.59τὸν δὲ νοῦν, ὃν καὶ ποιητικὸν αἴτιον ὑποτίθεται, ἀπό τινος χρόνου ἀρξάμενον θελῆσαι μὲν διακρῖναι ... ἀλλ’ οὖν ἐκεῖθεν ἀρχὴν τῇ ἐκκρίσει δόντα ἐσαεὶ τοῦτο ποιεῖν
这是转述阿那克萨戈拉学说的“宾格加不定词”间接引语结构。宾格主语为 τὸν δὲ νοῦν,后接不定词 θελῆσαι μὲν ... μὴ μὴν δυνηθῆναι;但在随后的对比从句中,语法结构一度转向直陈式动词(διέκρινε ... οὐκ ἴσχυσε),随后又通过宾格分词 δόντα 和不定词 ποιεῖν 恢复了间接引语的统属结构。
