← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§867.21-868.32

变化不存在最初始点与可分性

菲洛波诺斯注解了亚里士多德关于在时间、变化之物或形相中都不存在变化的“最初始点”这一论证(236a14–236b17)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.72

Οὐκ ἔστιν ἀρχὴ μεταβολῆς ὅτι καὶ ἡ ἀρχὴ τῆς μεταβολῆς μεταβολή, πᾶσα δὲ μεταβολὴ ἐν χρόνῳ, ὁ δὲ χρόνος οὐκ ἔστιν ἀδιαίρετος· συμβήσεται γὰρ ἐκ τῶν νῦν συγκεῖσθαι, ὅπερ ἄτοπον.

变化不存在始点,因为变化的始点自身也是变化,而一切变化都在时间之内,然而时间并不是不可分的;否则就会得出时间是由“现在”所组成的,而这是荒谬的。

§9.73

Διὰ τούτων εἶναι μὲν ἀδιαίρετον τὸ αδ ὑποτίθεται,1 ταὐτὸν δὲ τῷ πέρατι τῆς ἠρεμίας τῆς πρὸ αὐτοῦ τὸν αγ χρόνον τὸν τῆς προλαβούσης ἠρεμίας λαμβάνει, τὸ δὲ ἀμερές, λέγω δὴ τὸ νῦν ἐν ᾧ πρώτως ἡ μεταβολὴ γίνεται, τὸ αδ. εἰ τοίνυν, φησίν, ἐν ὅλῳ τῷ γα χρόνῳ ἠρεμεῖ, δῆλον ὅτι καὶ ἐν τῷ πέρατι αὐτοῦ τῷ α· ἀλλὰ μὴν καὶ μετέβαλλεν ἐν τῷ αὐτῷ α (ἓν γὰρ καὶ ταὐτὸν ὑπόκειται τὸ νῦν, τό τε πέρας τῆς προλαβούσης ἠρεμίας καὶ ἐν ᾧ πρώτῳ μεταβάλλει), ἐν τῷ αὐτῷ ἄρα καὶ ἠρεμεῖ καὶ μεταβάλλει.

通过这些论述,他假定 αδ 一方面是不可分的,另一方面与其前之静止的界限相同;他设定了先行静止的时间 αγ,并把不可分之物——即变化最初发生于其中的“现在”——设定为 αδ。因此他说,如果在整个 γα 时间内它是静止的,显然在它的界限 α 之内也是静止的;然而在同一个 α 之内它又处于变化之中(因为“现在”被假定为一个且同一的,既是先行静止的界限,又是它最初发生变化的时间);因此,在同一个事物之内它既静止又变化。

§9.74

Εἰ γὰρ ἐν ὅλῳ πρώτῳ μεταβέβληκε, τοῦτο δέ ἐστι μεριστόν, καὶ ἐν πᾶσιν ἄρα τοῖς μέρεσιν αὐτοῦ. εἰ δὲ τοῦτο, ἔσται τι τοῦ πρώτου πρότερον. εἶτα ἵνα μή τις εἴπῃ ‘ἀλλ’ οὐκ ἐν πᾶσι τοῖς μέρεσι μεταβάλλει,’ τοῦτο κατασκευάζει. εἰ δὲ ἐν ἀμφοῖν μεταβάλλει, καὶ ἐν τῷ παντί. ὑπερβατῶς ἀκουστέον ‘εἰ δὲ ἐν παντί, καὶ ἐν ἀμφοῖν’.2 ἔσται ἄρα τοῦ πρώτου πρότερον, ὡς ἐδείξαμεν.

因为如果在最初的整体之内它已经完成变化,而这是可分的,那么在它的一切部分之内它也已经完成变化。如果是这样,就会存在某种先于最初者的东西。接着,为了防止有人说“但它并非在所有部分内都变化”,他便论证了这一点。“如果它在两者之内变化,它也在整体之内变化”。这必须按倒置理解为“如果它在整体之内,它也在两者之内”。因此,正如我们所表明的,将存在某种先于最初者的东西。

§9.75

Τριῶν θεωρουμένων ἐπὶ τῆς μεταβολῆς, τοῦ μεταβάλλοντος τοῦ εἴδους καθ’ ὃ μεταβάλλει τοῦ χρόνου ἐν ᾧ μεταβέβληκεν, ὅτι μὲν οὖν ἐν τῷ χρόνῳ ἐν ᾧ μεταβάλλει * * * ἔδειξε διὰ τῶν προλαβόντων.3 βούλεται οὖν δεῖξαι ὅτι 〈οὔτε〉 τὸ μεταβάλλον αὐτὸ ἔχει τὸ πρῶτον, οὔτε τὸ εἶδος καθ’ ὃ μεταβάλλει. τέως οὖν περὶ τοῦ μεταβάλλοντος τὸν λόγον ποιεῖται. ἔστω οὖν τὸ μεταβάλλον τὸ δζ. εἰ τοίνυν ἐστὶ τούτου μόριον ὃ πρῶτον μεταβάλλει, ὑποκείσθω τὸ δζ, χρόνος δὲ ἐν ᾧ τὸ πρῶτον τοῦτο μόριον μεταβάλλει ὁ θι. εἰ οὖν τὸ ὅλον δζ ἐν ὅλῳ τῷ θι χρόνῳ μεταβέβληκε, τὸ ἥμισυ αὐτοῦ ἐν τῷ ἡμίσει τοῦ χρόνου μεταβάλλει (δέδεικται δὲ ὅτι πᾶν τὸ μεταβάλλον μεριστόν ἐστι), καὶ πάλιν τὸ ἐκείνου ἥμισυ εἰς τὸ τοῦ χρόνου τέταρτον, καὶ τοῦτο ἐπ’ ἄπειρον. εἰ δὲ τοῦτο, καὶ ἀεὶ τοῦ ληφθέντος εὑρίσκομέν τι μόριον ὅπερ τοῦ ὅλου πρότερον μεταβέβληκεν, οὐκ ἄρα ἐστὶ τοῦ μεταβάλλοντός τι ὃ πρῶτον μεταβέβληκεν.

在变化中考察的三件事物——变化之物、依据它发生变化的形相、其间它已经完成变化的时间——既然在其间它发生变化的时间之内[不存在最初部分],这一点他通过前面的论述已经证明了。因此他想要证明,无论是变化之物自身,还是依据它发生变化的形相,都不具有“最初部分”。因此眼下他针对变化之物展开论述。那么,设变化之物为 δζ。如果在此之中存在最初发生变化的部分,假定为 δζ,而这一最初部分发生变化的时间为 θι。因此,如果整个 δζ 在整个 θι 时间之内已经完成变化,它的一半就会在时间的一半之内变化(因为已经证明一切变化之物都是可分的),而那一半的一半又在时间的四分之一之内变化,如此以至无穷。如果是这样,并且对于所取的部分我们总能发现先于整体已经完成变化的某个部分,那么变化之物中绝不存在任何最初已经完成变化的部分。

§9.76

Δείξας ὅτι οὔτε ἐν τῷ χρόνῳ 〈οὔτε ἐν τῷ〉 μεταβάλλοντί ἐστι τὸ πρῶτον κατὰ τὴν μεταβολήν, βούλεται νῦν δεῖξαι ὅτι οὔτε ἐν τῷ εἴδει, καθ’ ὃ ἡ μεταβολή, ἐστὶ τὸ πρῶτον· τοῦτο γὰρ ἦν τὸ λειπόμενον. εἰπὼν δὲ αὐτὸ ὃ μεταβάλλει, ἐπειδὴ αὐτὸ τὸ μεταβάλλον τὸ πρᾶγμά ἐστι, διὰ τοῦτο προσέθηκεν ἢ καθ’ ὃ μεταβάλλει, ἵνα σημάνῃ τὸ εἶδος.

在表明了就变化而言既不在时间之内也不在变化之物之内存在“最初部分”之后,他现在想要表明,在依据它产生变化的形相之内也不存在“最初部分”;因为这是所剩下的论题。而在说了“变化之物自身”之后,由于变化之物自身即是事物,因此之故他补充说“或者依据它发生变化者”,以指明形相。

§9.77

Νῦν μὲν ὡς ἐπὶ τόπου γυμνάζει τὸν λόγον, ὡς δοκεῖ, ἐφεξῆς λέγων ὁμοίως δὲ ἐπὶ τῆς τοῦ ποσοῦ μεταβολῆς, κατὰ ποσὸν λέγων μεταβολὴν τὴν αὔξησίν τε καὶ τὴν μείωσιν.

现在他看起来是就空间处所展开论证,随后说“在量的变化的情形下同样如此”,将增长与减少称为按照量的变化。

§9.78

Τριῶν γὰρ οὐσῶν κινήσεων, τῆς κατὰ τὸ ποσὸν τῆς κατὰ τὸ ποιὸν τῆς κατὰ τόπον, τὸ μὲν ποσὸν καὶ ὁ τόπος συνεχῆ ὄντα κτλ. (p. 809,31. 810,2).

因为运动有三种,即按照量的、按照质的和按照处所的,而量和处所都是连续的,等等(p. 809,31. 810,2)。

语法注3 条
  1. 9.73Διὰ τούτων εἶναι μὲν ἀδιαίρετον τὸ αδ ὑποτίθεται

    前半句中 μὲν ... δέ 连接 ἀδιαίρετον 与中性形式 ταὐτὸν(τῷ πέρατι...“与其前之静止界限相同”),共同作为 ὑποτίθεται 所辖不定式 εἶναι 关于 τὸ αδ 的表语。后半句中动词 λαμβάνει 带两个并列宾语:τὸν αγ χρόνον(先行静止的时间)以及 τὸ δὲ ἀμερές(即不可分的 αδ)。

  2. 9.74ὑπερβατῶς ἀκουστέον ‘εἰ δὲ ἐν παντί, καὶ ἐν ἀμφοῖν’

    针对亚里士多德原文(236a25)“若在两者之内变化,则在整体之内亦变化”一句,菲洛波诺斯指出在逻辑推演上应当是“若在整体之内,则在两者之内”,故指示读者须将其作为倒置(hyperbaton)来理解。

  3. 9.75ὅτι μὲν οὖν ἐν τῷ χρόνῳ ἐν ᾧ μεταβάλλει * * * ἔδειξε διὰ τῶν προλαβόντων

    在文本脱落( *)处,根据前文论证以及与后文 οὔτε τὸ μεταβάλλον... οὔτε τὸ εἶδος 的对比,在句法上必须补足诸如“不存在最初部分”(οὐκ ἔστι τι πρῶτον 等)含义的短语作为 ἔδειξε ὅτι 的宾语从句内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:867.21-868.32