- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:866.8-867.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞诺斯注解了“完成变化者必在变化所趋向之物内”的证明,探讨了无中介的矛盾对立与具有中介的诸对立之间论证方式的差异,并论证了完成变化的本原意义上的“最初时间”是不可分的“现在”。
Τὸ προκείμενόν ἐστι δεῖξαι ὅτι τὸ μεταβεβληκὸς κατ’ ἐκεῖνον τὸν χρόνον ὅτε πρῶτον μεταβέβληκε, μᾶλλον δὲ τῷ νῦν, ἐν τούτῳ ἐστὶ τῷ εἰς ὃ μεταβέβληκε. τὸ δὲ πρῶτον προσέθηκε διότι δύναταί τι μεταβεβληκὸς πρὸ ἐνιαυτοῦ μὴ εἶναι νῦν ἐν ᾧ μεταβέβληκε τότε, οἷον εἰ εἰς λευκὸν μετέβαλε· τῷ γὰρ χρόνῳ ἴσως οὐκ ἐφύλαξε τὸ αὐτὸ εἶδος. διὰ τοῦτο οὖν φησιν ὅτι ὅτε πρῶτον. — Εἰ ἔκ τινος εἴς τι ἡ μεταβολή, τὸ δὲ μεταβεβληκὸς ἀπολείπει τὸ ἐξ οὗ, ἀνάγκη δὲ αὐτὸ εἶναι ἔν τινι, ἢ ἐν τῷ εἰς ὃ ἔσται ἢ ἐν ἄλλῳ· ἀλλὰ μὴν ἐν ἄλλῳ οὐ δυνατόν, ὡς δείξει ἐφεξῆς, ἀνάγκη ἄρα ἐν τῷ εἰς ὃ εἶναι.
所提出的任务是要证明,已经变化了的事物,在它最初已经完成变化的那一时间,更确切地说是在“现在”,是在它所变化成的那个事物之内的。他加上“最初”是因为,一年前已经完成变化的事物,现在完全有可能不在它当时所变化成的那个事物之内,例如如果它是变化成白色;因为随着时间推移,它大概没有保全相同的形相。因此之故,他说“当最初……之时”。——如果变化是从某物到某物,而已经变化了的事物已经脱离了“从何而来”,并且它必然处于某物之内,那么它要么在它所变化成的事物之内,要么在另一事物之内;然而正如他接下来所要证明的,在另一事物之内是不可能的;所以它必然是在它所变化成的事物之内。
Ὡς γὰρ τὸ μεταβεβληκέναι πέρας ἐστὶ τῆς μεταβολῆς, οὕτω καὶ τὸ ἀπολελοιπέναι τοῦ ἀπολείπειν.
因为正如“已经完成变化”是变化的界限一样,“已经脱离”也是脱离的界限。
Ἐπειδὴ ἐπὶ τῆς ἀντιφάσεως κατασκευάσας ἀμέσου οὔσης ἠξίωσεν ὅπερ ἐπὶ μιᾶς τοῦτο καὶ ἐπὶ τῶν λοιπῶν1 (οὐ γὰρ ἦν δυνατὸν τῷ αὐτῷ ἐπιχειρήματι ἐπὶ τῶν ἄλλων χρήσασθαι· ἔστι γὰρ ἐπ’ ἐκείνων τὸ μεταξύ), διὰ τοῦτο ἐπὶ ἄλλο ἐπιχείρημα μεταβαίνει ἁρμόζον ἰδίᾳ ἐπὶ ἑκάστης μεταβολῆς. λαμβάνει οὖν τὸ μὲν ἐξ οὗ μετ........, τὸ δὲ εἰς ὃ β̄, καὶ πρόεισιν οὕτως· ἐπειδὴ τὸ μεταβεβληκὸς ἐκ τοῦ ᾱ μεταβέβληκε τὸ ᾱ,2 ἀνάγκη δὲ αὐτὸ εἶναι ἔν τινι, ἢ ἐν τῷ β̄ ἔσται ἢ ἐν ἄλλῳ τινί· ἀλλὰ μὴν ἐν ἄλλῳ ἀδύνατον, ἐν τῷ β̄ ἄρα ἔσται. εἰ γὰρ ἐν ἄλλῳ εἴη, ἔστω ἐν τῷ γ̄· συμβήσεται οὖν ἅμα τὸ αὐτὸ καὶ μεταβάλλειν καὶ μεταβεβληκέναι ἐν τῷ β̄, ὅπερ ἀδύνατον. πῶς; ἐπεὶ γὰρ οὐκ ἔστιν ἐχόμενον τὸ γ̄ τῷ β̄, ἀλλ’ ἔστι διαιρετὸν τὸ μεταξὺ εἰς ἀεὶ διαιρετά κτλ. (p. 808, 3. 6), ὅπερ ἀδύνατον.
由于在无中介的矛盾情形下予以确立之后,他便主张在一种情形下成立的结论在其余情形下也同样成立(因为对其他情形不可能使用同一论证;因为在那些情形下存在中介),因此之故,他转向了特异地适用于每一种变化的另一个论证。于是他设定始点为 ᾱ,终点为 β̄,并按如下方式推进:既然从 ᾱ 已经完成变化的事物已经脱离了 ᾱ,并且它必然处于某物之内,那么它要么在 β̄ 之内,要么在某个别物之内;然而在别物之内是不可能的;所以它将在 β̄ 之内。因为如果它是在别物之内,假定是在 γ̄ 之内;那么就会得出同一个事物同时既在变化又已经完成变化到 β̄ 之内,而这是不可能的。怎么会这样呢?因为既然 γ̄ 与 β̄ 并不相邻接,而中介始终可以分割为可分之物等等(p. 808, 3. 6),而这是不可能的。
Ἐπειδὴ ὡς ἐπὶ τῆς κατὰ τόπον μεταβολῆς εἶπε τὸ εἶναί που, διὰ τοῦτο καθολικὸν ποιεῖται τὸν λόγον προσθεὶς ἢ ἔν τινι, τουτέστιν ἔν τινι εἴδει. εἰ μὲν οὖν ἐν ἄλλῳ, οἷον ἐν τῷ γ̄. δυνατὸν τὸ ἄλλῳ διχῶς ἐκλαβεῖν· ἢ γὰρ τῷ μεταξύ τι (οἷον εἰ ἐκ λευκοῦ εἰς μέλαν ἡ μεταβολή, δυνατὸν τὸ μεταβεβληκὸς εἰς τὸ μέλαν λέγειν ὅτι ἐν τῷ φαιῷ ἐστιν), ἢ οὖν οὕτως τὸ ἐν ἄλλῳ, ἢ ἐν ἄλλῳ γένει, οἷον ἐν θερμῷ. εἰ οὖν ἐν τῷ μεταξὺ λέγει τις, τὸ εἰρημένον ἄτοπον ἕψεται, εἰ δὲ ἐν ἄλλῳ γένει, οἷον ἐν θερμῷ, ἀδύνατον κατὰ μίαν καὶ τὴν αὐτὴν συνεχῆ μεταβολὴν κατὰ εἴδη τὰ μὴ συνεχῆ μεταβάλλειν· οὐ γὰρ συνεχὲς τὸ θερμὸν τῷ λευκῷ τε καὶ μέλανι.
由于他如同在空间位移的情形下那样说了“在某处”,因此之故,他通过补上“或在某物之内” ——也就是在某种形相之内——使这一表述成为普遍的。因此,如果是在别物之内,例如在 γ̄ 之内。“在别物之内”可以作两种理解:因为要么是在某个中介之内(例如,如果变化是从白到黑,对于已经变化成黑色的事物,可以说它在灰色之内),因此“在别物之内”要么是这样理解,要么是在另一个属之内,例如在热之内。因此,如果有人说是在中介之内,就会得出上述的荒谬结论;但如果说是在另一个属之内,例如在热之内,那么在同一且连续的单一变化中,按照不连续的诸形相发生变化是不可能的;因为热与白和黑并不连续。
Βούλεται διὰ τοῦτο δεῖξαι ὅτι τὸ πρῶτον τοῦ χρόνου καθ’ ὃ μεταβέβληκε, τὸ πρῶτον ἄτομόν ἐστι, τουτέστι τὸ νῦν.
因此之故,他想要证明,其间它已经完成变化的那一时间的最初部分,即最初的是不可分的,也就是“现在”。
Ἐπειδὴ φαμεν καὶ ἐν πρώτῃ τῇδε τῇ ὥρᾳ μεταβεβληκέναι ἢ ἐν πρώτῃ τῇδε τῇ ἡμέρᾳ ἢ μηνὶ ἢ ἐνιαυτῷ, ταῦτα δὲ οὐκ ἀδιαίρετα, διὰ τοῦτό φησιν ὅτι πρῶτον λέγω τὸ κυρίως πρῶτον κτλ. (p. 808, 12. 14). καὶ πάλιν ἐν τῇδε τῇ ἡμέρᾳ λέγομεν πρῶτον γεγενῆσθαί τι, διότι ἡ ὥρα, ἐν ᾗ πρώτως γεγένηται, τῆς ἡμέρας μόριόν τι ἐστιν. ὁμοίως καὶ ἐν μηνὶ πρῶτον διὰ τὴν ἡμέραν, καὶ ἐν ἐνιαυτῷ διὰ τὸν μῆνα. τὸ οὖν κυρίως πρῶτον τὸ δι’ ἑαυτό, καὶ μὴ τῷ αὐτοῦ τι τοιοῦτον εἶναι3 λεγόμενον, τοῦτο ἀνάγκη ἄτομον εἶναι.
由于我们也说某物是在“最初这一个小时之内”或“最初这一天、这一月或这一年之内”已经完成变化,而这些并不是不可分的,因此之故他说:“我所说的最初是指本原意义上的最初”等等(p. 808, 12. 14)。并且我们又说某物在这一天之内最初生成,是因为它最初生成的那一小时是这一天的一个部分。同样,由于那一天而在该月之内为最初,由于该月而在该年之内为最初。因此,因其自身而成为本原意义上的最初、并非因其某一部分是这样而被说成最初的东西,必然是不可分的。
- 9.68Ἐπειδὴ ἐπὶ τῆς ἀντιφάσεως κατασκευάσας ἀμέσου οὔσης ἠξίωσεν ὅπερ ἐπὶ μιᾶς τοῦτο καὶ ἐπὶ τῶν λοιπῶν
分词 κατασκευάσας 修饰未明言的主语(亚里士多德),从属于谓语动词 ἠξίωσεν。ἠξίωσεν 的宾语部分由省略的从句构成,补充为 ὅπερ ἐπὶ μιᾶς [ἐστι], τοῦτο καὶ ἐπὶ τῶν λοιπῶν [εἶναι]。ἀμέσου οὔσης 与 τῆς ἀντιφάσεως 形成一致的属性分词短语,指明矛盾对立没有中介项这一特性。
- 9.68μεταβέβληκε τὸ ᾱ
动词 μεταβάλλω 通常作不及物动词,但此处承接前面的 ἐκ τοῦ ᾱ 带宾格 τὸ ᾱ。这是一种表示脱离、出发点的内面宾格用法(意为“已经脱离了 ᾱ 而完成变化”),与前文的 ἐκ τοῦ ᾱ 构成同义强调。
- 9.71τὸ οὖν κυρίως πρῶτον τὸ δι’ ἑαυτό, καὶ μὴ τῷ αὐτοῦ τι τοιοῦτον εἶναι λεγόμενον, τοῦτο ἀνάγκη ἄτομον εἶναι.
全句骨干为 τὸ οὖν κυρίως πρῶτον... τοῦτο ἀνάγκη ἄτομον εἶναι(因此本原意义上的最初者……这必然是不可分的),采用代词 τοῦτο 作复指。主语短语由两个并列修饰成分构成:τὸ δι’ ἑαυτό 与 καὶ μὴ τῷ αὐτοῦ τι τοιοῦτον εἶναι λεγόμενον,其中带与格冠词的不定词短语(τῷ... εἶναι)作原因与格,修饰分词 λεγόμενον。
