← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§864.27-866.6

运动的双重分割与五个相关要素的分割伴随

菲洛波诺斯注解亚里士多德《物理学》234b21–235b4,阐释运动如何按两种方式(依时间与依被运动者的部分)被分割,确立整个运动与部分运动之间的对应关系,并论述五个相关要素(时间、运动、在运动、被运动者以及运动在其内发生者)在分割上的相互伴随。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.59

Πρόκειται διὰ τούτων δεῖξαι ποσαχῶς διαιρεῖται ἡ κίνησις. ὅτι μὲν γὰρ διαιρετή, ἤδη ἀποδέδεικται, πωσαχῶς δὲ διαιρετή, νῦν ἀποδείκνυσι. καὶ φησιν ὅτι διχῶς· τῷ τε γὰρ χρόνῳ συνδιαιρεῖται καθ’ ὃν ἡ κίνησις, καὶ τοῖς μέρεσι τοῦ κινουμένου. καὶ ὅτι μὲν διαιρετή ἐστι τῷ χρόνῳ, πρόδηλον καὶ σαφὲς δι’ ὀλίγων ὕστερον δείκνυσιν, ὅτι δὲ κατὰ 〈τὰ〉 μέρη τοῦ κινουμένου, πρότερον κατασκευάζει.

通过这些论述,所提出的任务是说明运动按多少种方式被分割。因为运动是可分的,这已经得到了论证,但它是按多少种方式可分的,他现在予以论证。并且他说是在两种意义上:因为它既随着运动在其内发生的时间而被一同分割,又随着被运动者的诸部分[而被分割]。至于它因时间而是可分的,他稍后不久就作为显然且明了的事予以证明,而至于它是按照被运动者的诸部分[被分割],他在此之前便加以确立。

§9.60

Ὡσανεί τινος ἀποροῦντος1 ὅτι ‘ἔστω· τὰ μέρη τοῦ αγ ἐκινήθησαν κατὰ μέρη τῆς εξ κινήσεως· τί οὖν διὰ τοῦτο καὶ τὴν ὅλην εξ κίνησιν τὸ ὅλον αγ κινηθήσεται; πόθεν γὰρ δῆλον μὴ ἄλλο τι κινηθήσεται τὴν ὅλην κίνησιν;’ πρὸς τοῦτο οὖν ἀπαντῶν φησιν ὅτι εἰ μὴ τὸ ὅλον τὴν ὅλην κινηθήσεται, συμβήσεται ἄτοπόν τι τὸ τὴν ἄλλου κίνησιν ἄλλο κινεῖσθαι,2 ὅπερ ἀδύνατον. πῶς οὖν τοῦτο συμβαίνει, λέγω δὴ τὸ τὴν ἄλλου κίνησιν ἄλλο κινεῖσθαι, εἰ τὴν ὅλην μὴ τὸ ὅλον κινηθήσεται ἀλλ’ ἄλλο τι, διὰ τῶν ἑξῆς ἐπήγαγεν.

这就像有人提出疑难说:“就算如此:αγ 的诸部分是按照运动 εξ 的诸部分而运动的;那么凭什么因这一点,整个 αγ 也会运动整个运动 εξ 呢?因为凭什么清楚不是别的东西去运动整个运动呢?”因此针对这一点回答时他说,如果整体不去运动整个运动,就会得出某种荒谬的结果,即一物去运动另一物的运动,而这是不可能的。那么,如果不是整体而是别的东西去运动整个运动,这一情况——我正是指一物去运动另一物的运动——是如何产生的,他通过接下来的文句补足了说明。

§9.61

Δοκεῖ μὲν ἄλλο εἶναι τὸ ἐπιχείρημα ἀπὸ τοῦ εἰπεῖν τὸ ἔτι δέ, ἀλλ’ οὐχ οὕτως ἔχει· κατασκευαστικὸν δέ ἐστι τοῦ προτέρου, οὗπερ εἴρηται.

从他说“再者”来看,论证似乎是另一个,但情况并非如此;相反,它是对前面所说的那个论证的确立。

§9.62

Τὸ αὐτὸ τοῦτο δείκνυσι δι’ ἀδυνάτου, λαμβάνει δὲ ἀντὶ τῆς δζ κινήσεως τὴν θι. εἰ τοίνυν τοῦ ὅλου τοῦ αγ μὴ ἔστιν ἡ δζ ὅλη κίνησις ἀλλὰ ἄλλη τις, οἷον ἡ θι, ἐπειδὴ τὸ ὅλον ταύτην τὴν κίνησιν κινεῖται, ἀνάγκη καὶ τὰ μέρη αὐτοῦ τὰ μέρη τῆς θι κινήσεως κινεῖσθαι. ἀφέλωμεν ἐκ τῆς ὅλης κινήσεως τὰς τῶν μερῶν κινήσεις· αὗται δὲ ἴσαι ἔσονται ταῖς δε εζ· μία γὰρ ἑνὸς κίνησις, φησίν. ἐὰν οὖν ἀφαιρεθεισῶν ἐκ τῆς ὅλης κινήσεως τῶν κινήσεων τῶν μερῶν καταδαπανηθῇ ἡ ὅλη εἰς τὰς τῶν μερῶν κινήσεις, ἀνάγκη τὰς αὐτὰς εἶναι ταύτας ταῖς δε εζ κινήσεσι τῶν μερῶν, ἐπειδὴ δύο κινήσεις τοῦ αὐτοῦ εἶναι ἀδύνατον. ἴσαι γάρ φησιν ἀντὶ τοῦ αἱ αὐταί.3

他通过归谬法证明这同一结论,并取 θι 来代替运动 δζ。因此,如果整体 αγ 的整个运动不是 δζ 而是某个别的运动,例如 θι,那么既然整体运动着这个运动,它的各部分也就必然运动着运动 θι 的各部分。让我们从整个运动中扣除诸部分的运动;而这些将等于 δε 和 εζ;他说,因为一物之运动是唯一的。因此,如果在从整个运动中扣除诸部分的运动之后,整个运动被诸部分的运动耗尽,那么这些就必然与诸部分的运动 δε 和 εζ 是同一的,因为同一物不可能有两个运动。因为他说“相等的”是用来代替“同一的”。

§9.63

Τὸ προκείμενόν ἐστι δεῖξαι ὅτι εʹ τούτων ἐφεξῆς ὄντων, χρόνου κινήσεως κινεῖσθαι κινουμένου ἐν ᾧ ἡ κίνησις,4 ὡς ἂν ἔχοι ἓν τούτων, ἀνάγκη καὶ τὰ λοιπὰ ἔχειν. εἴτε γὰρ ἕν τι διαιρετὸν εἴη, καὶ τὰ λοιπὰ ἐξ ἀνάγκης, εἴτε ἐπ’ ἄπειρον διαιρετόν, εἴτε ὁπωσοῦν ἄλλως. τὴν κίνησιν καὶ τὸ κινεῖσθαι εἰς ταὐτὸν ἄγει, ἢ τὸ μὲν ὡς ἕξιν τινὰ λαμβάνει τὴν κίνησιν, τὸ δὲ κινεῖσθαι ἐνέργειαν. τὸ δὲ ἐν ᾧ τὸ εἶδός φησι καθ’ ὃ ἡ κίνησις, τουτέστι φορὰν ἀλλοίωσιν αὔξησιν. δείκνυσιν οὖν ἐξ ἀρχῆς ὅτι ἕπονται ἀλλήλοις ταῦτα κατὰ τὴν διαίρεσιν, καὶ γυμνάζει τὸν λόγον ἐπὶ τοῦ χρόνου καὶ τῆς κινήσεως καὶ τοῦ κινεῖσθαι· τούτων γὰρ δεδειγμένων συναποδέδεικται καὶ τὰ λοιπά.

提出的任务是要证明,在相继存在的这五者——时间、运动、在运动、被运动者、运动在其内发生者——中,其中一者无论怎样,其余者也必然怎样。因为无论其中一者是可分的,其余者也必然是可分的,还是无限可分的,还是以任何其他方式存在。他把运动和“在运动”归结为同一事物,或者把运动理解为某种状态,把“在运动”理解为现实活动。他说,“在其内发生者”是指运动依据其发生的形相,即位移、质变、增长。因此,他从一开始就表明这些在分割上彼此相随,并且就时间、运动和“在运动”展开论证;因为证明了这些,其余各项也就一同得到了论证。

§9.64

Ὅτι διὰ τὸ μεταβάλλον καὶ τούτοις ὑπάρχει τό τε διαιρετὸν εἰς ἄπειρα· εἰ γὰρ δέδεικται ὅτι πᾶν τὸ μεταβάλλον διαιρετόν κτλ. (p. 807, 9. 13)

由于变化者,分割为无限也属于这些东西:“因为如果已经证明凡变化者都是可分的”等等(p. 807, 9. 13)。

§9.65

Ὅτι μὲν οὖν τὸ ἄπειρον διττόν, εἴρηται, τὸ τῇ τομῇ καὶ τὸ τοῖς ἐσχάτοις. ὅτι μὲν οὖν πᾶν μέγεθος εἰς ἄπειρα διαιρετόν, καὶ διὰ τοῦτο κἂν ἡ κίνησις καὶ ὁ χρόνος, ἔδειξεν ἐν τοῖς ἔμπροσθεν, ὅτι δὲ εἰ δοθείη τὸ μέγεθος ἄπειρον κατὰ τὴν ἔκτασιν, ἀνάγκη καὶ τὴν κίνησιν καὶ τὸν χρόνον τοιοῦτον εἶναι, ἐν τοῖς ἑξῆς φησι δείξειν.

因此,无限是双重的,即按分割而言的和按极端而言的,这已经说过了。因此,一切大小都可以分割为无限,并且由于这一点,运动和时间也是如此,这他在前面的章节中已经指明了;但他说在接下来的章节中将要表明,如果设定大小在延展上是无限的,运动和时间也必然是这样的。

语法注4 条
  1. 9.60Ὡσανεί τινος ἀποροῦντος

    由 ὡσανεί 引导的属格绝对结构,引出一个假设性的反驳者提问:“这就像有人提出疑难一样”。

  2. 9.60τὸ τὴν ἄλλου κίνησιν ἄλλο κινεῖσθαι

    带有冠词的定语化不定式结构(τὸ ... κινεῖσθαι),其内部包含不定式的宾格主语 ἄλλο 与同源宾语式的宾格宾语 τὴν ἄλλου κίνησιν,意为“一物去运动另一物的运动”。

  3. 9.62ἴσαι γάρ φησιν ἀντὶ τοῦ αἱ αὐταί

    介词 ἀντί 后接带有冠词属格 τοῦ 的短语 αἱ αὐταί,意为“用来代替……”,指出亚里士多德在原文中使用的“相等的(ἴσαι)”实际上是指“同一的(αἱ αὐταί)”。

  4. 9.63εʹ τούτων ἐφεξῆς ὄντων, χρόνου κινήσεως κινεῖσθαι κινουμένου ἐν ᾧ ἡ κίνησις

    属格绝对结构(εʹ τούτων ... ὄντων)后面紧跟五个作为同位语列出的要素:时间(χρόνου)、运动(κινήσεως)、在运动(κινεῖσθαι)、被运动者(κινουμένου)以及关系从句所指的“运动在其内发生者(ἐν ᾧ ἡ κίνησις)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:864.27-866.6