← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§863.9-864.25

时间的连续性与不可分的现在之本质

根据亚里士多德《物理学》卷六,菲洛波庞通过比较较快者与较慢者论证了时间与大小和运动一样并非由不可分者构成,并解释了无限的两种含义(按分割与按极值)以及“现在”的不可分性与首要定义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.52

Δείξας ὅτι οὔτε τὸ μέγεθος οὔτε ἡ κίνησις ἐξ ἀμερῶν, βούλεται νῦν δεῖξαι ὅτι οὐδὲ ὁ χρόνος. δείκνυσι δὲ τοῦτο τῷ δεῖξαι ὅτι πᾶσα ἀνάγκη ἕπεσθαι αὐτὸν τῇ κινήσει καὶ τῷ μεγέθει, καὶ ὡς ἂν ἔχωσιν ἐκεῖνα οὕτως ἔχειν καὶ τοῦτον, καὶ ἀντιστρέφειν, εἰ μὲν διαιρετὰ ταῦτα, καὶ ὁ χρόνος, καὶ ἔμπαλιν εἰ ὁ χρόνος, καὶ ταῦτα. δεδειγμένου οὖν τοῦ περὶ τῆς κινήσεως καὶ τοῦ μεγέθους, ὅτι συνεχῆ καὶ οὐκ ἐξ ἀμερῶν,1 συναποδέδεικται καὶ τὸ περὶ τοῦ χρόνου.

在证明了大小和运动都不是由不可分者构成之后,他现在想要证明时间也不是。他通过证明以下这一点来证明这一点:时间完全必然伴随运动和大小,并且那些如何,这也就如何,而且它们是可逆的,即如果那些是可分的,时间也是,反之如果时间是,那些也是。因此,既然关于运动和大小的论点已被证明,即它们是连续的且不是由不可分者构成的,那么关于时间的事情也就同时被证明了。

§9.53

Ἔτι τὸ αὐτὸ κατασκευάζει, ὅτι τὸ θᾶττον ἐν ἐλάττονι τὸ ἴσον κινεῖται, ἁπλουστέρα δὲ τῷ ὄντι καὶ φυσικωτέρα αὕτη ἡ ἐπιχείρησις. πᾶν, φησί, τὸ κινούμενον μίαν καὶ τὴν αὐτὴν γραμμήν, οἷον τὴν πηχυαίαν, ἢ ἐν ἴσῳ χρόνῳ αὐτὴν κινεῖται ἢ ἐν πλείονι ἢ ἐν ἐλάττονι, καὶ οὐκ ἔστι παρὰ ταῦτα. ἐπεὶ οὖν ὑπόκειται τὸ θᾶττον καὶ τὸ βραδύτερον μίαν καὶ τὴν αὐτὴν κινούμενα, ἀνάγκη ἢ ἐν ἴσῳ ἢ ἐν ἐλάττονι ἢ ἐν πλείονι κινεῖσθαι. ἀλλ’ εἰ μὲν ἐν πλείονι κινοῖτό τι, βραδύτερόν ἐστιν, εἰ δὲ ἐν ἴσῳ τὸ ἰσοταχές ἐστι· τὸ δὲ θᾶττον κινούμενον, περὶ οὗ νῦν ὁ λόγος, οὔτε ἰσοταχὲς ἔσται οὔτε βραδύτερον. εἰ τοίνυν μήτε ἐν πλείονι μήτε ἐν ἴσῳ, πᾶσα ἀνάγκη ἐν ἐλάττονι τὴν ἴσην κινεῖσθαι. ἄλλως τε εἰ τὴν ἴσην κτλ. (p. 802,2..3)

他还确立同一结论,即较快者在较少时间内运动相等的距离,而这种推论方法确实更简单,也更符合自然学。他说,在同一条线(例如一肘长的线)上运动的凡物,要么在相等的时间内运动它,要么在较多的时间内,要么在较少的时间内,此外别无可能。因此,既然设定较快者与较慢者在同一条线上运动,就必然要么在相等时间内、要么在较少时间内、要么在较多时间内运动。但是,如果有某物在较多时间内运动,它就是较慢的;如果在相等时间内,就是等速的;而现在所讨论的运动较快者,既不会是等速的,也不会是较慢的。因此,如果既不在较多时间内也不在相等时间内,那么在较少时间内运动相等的距离就是完全必然的。尤其是如果相等的……等等(p. 802,2..3)。

§9.54

Ἀντὶ τοῦ μεταλαμβάνειν ἐκ τοῦ ‘θᾶττον’ τὸ ‘βραδύτερον’ καὶ ἔμπαλιν.

代替从“较快”转换为“较慢”,反之亦然。

§9.55

Οὐ μόνον, φησίν, ἐκ τῶν κτλ. (p. 802,25. 29), τὸ δὲ ἥμισυ δι’ ἡμίσεος, καὶ διὰ τετάρτου τῆς ἡμέρας τὸ τέταρτον τῆς ὁδοῦ. ὥστε καὶ τῇ τομῇ τοῦ μεγέθους ὁ χρόνος συντέμνεται, καὶ τῇ τοῦ χρόνου τὸ μέγεθος.

“不仅”,他说,“从……”等等(p. 802,25. 29),而且一半是在一半时间内通过,四分之一的行程是在四分之一天内通过。因此,时间随大小的分割而被一同分割,大小也随时间的分割而被分割。

§9.56

Διχῶς τοῦ ἀπείρου λεγομένου, ἢ τοῦ τῇ διαιρέσει ἢ τοῦ τοῖς ἐσχάτοις2 (τῇ διαιρέσει μέν, ὥσπερ φαμὲν ἐπ’ ἄπειρον τὴν τομὴν τῶν μεγεθῶν εἶναι, τοῖς ἐσχάτοις δέ, οἷον εἴ τί ἐστι μέγεθος οὗ πέρατα οὐκ ἔστι διὰ τὸ ἀδιεξίτητον, ὡς λέγομεν τοῦ ἀριθμοῦ ἐπὶ θάτερα ἔσχατον μὴ εἶναι· παντὸς γὰρ ἀριθμοῦ ἔστι λαβεῖν τὸν μείζονα. τῇ ἐκτάσει οὖν τοῦτο ἄπειρον, ἐκεῖνο δὲ τῇ διαιρέσει), διχῶς οὖν τοῦ ἀπείρου λεγομένου, ἀνάγκη πᾶσα ὡς ἄν ᾖ ἄπειρον τὸ μέγεθος, οὕτως εἶναι καὶ τὸν χρόνον, καὶ ὡς ὁ χρόνος, οὕτως καὶ τὸ μέγεθος.

因为无限是在两种意义上被说的,要么是按分割而言的,要么是按极值而言的(按分割而言,正如我们说大小的切分是无限的;按极值而言,例如若有某种大小因不可穷尽而没有界限,正如我们说数在另一端没有极限;因为对于任何数都可以取更大的数;因此这在延展上是无限的,而那是按分割而言是无限的)——既然无限是在两种意义上被说的,那么大小如何是无限的,时间就完全必然如何是无限的,而时间如何,大小也完全必然如何。

§9.57

Πρόκειται νῦν δεῖξαι ὅτι τὸ νῦν, ὅπερ πέρας μέν ἐστι τοῦ παρεληλυθότος ἀρχὴ δὲ τοῦ μέλλοντος, καὶ ἕν ἐστι καὶ ἀδιαίρετον τὸ αὐτὸ τῶν μὲν πέρας ὂν τῶν δὲ ἀρχή. τὸ γὰρ νῦν τὸ ἄτομον τοῦτο καὶ καθ’ αὑτὸ καὶ πρώτως λέγεται νῦν, τὸ δὲ ἐν πλάτει οὔτε πρώτως οὔτε καθ’ αὑτό· διότι γὰρ πλησιαίτερον τοῦ κυρίως νῦν, διὰ τοῦτο καὶ αὐτὸ νῦν λέγεται. οὔτε οὖν καθ’ αὑτὸ τοῦτο, ἀλλὰ κατὰ συμβεβηκός, διότι [γὰρ] συμβέβηκεν αὐτῷ πλησιαίτερον εἶναι· διότι γὰρ ἐκεῖνο νῦν, καὶ τὸ πλησιάζον αὐτῷ βραχὺ τοῦ χρόνου διάστημα καὶ αὐτὸ νῦν.

现在提出的课题是要证明,“现在”既是过去的终点又是未来的起点,并且作为同一物,既是一者的终点又是另一者的起点,是一且不可分的。因为这个不可分的“现在”既就其自身而言又是在首要意义上被称为“现在”,而具有宽度的东西既不是在首要意义上也不是就其自身而言被称为“现在”;因为由于它更接近严格意义上的“现在”,正因此它本身也被称为“现在”。因此,这不是就其自身而言,而是偶然地,因为偶然属于它的是更接近;因为由于那是“现在”,接近它的短暂时间间隔本身也[被称为]“现在”。

§9.58

Οἷον ἔστω παρήκων ὁ αγ χρόνος, μέλλων δὲ ὁ γβ. οὐκοῦν ἐπειδὴ τοῦ αγ καὶ τοῦ γβ πέρατος τοῦ παρῳχηκότος τὸ μεταξὺ καὶ τῆς ἀρχῆς τοῦ μέλλοντος3 τὸ χρονικόν ἐστι νῦν, καὶ οὐ τὸ ἀμερές, πᾶς δὲ χρόνος διαιρετός, διῃρήσθω τοίνυν τοῦτο κατὰ τὸ δ, πᾶς δὲ χρόνος διαιρούμενος εἰς τὸν μέλλοντα διαιρεῖται καὶ εἰς τὸν παρῳχηκότα, ἕξει οὖν καὶ τὸ νῦν τὸ μὲν παρῳχηκὸς τὸ δὲ μέλλον.

例如,设过去的时期为αγ,未来的时期为γβ。因此,既然在过去之极限αγ与未来之起点γβ之间的是具有时间持续性的“现在”而非不可分者,并且所有时间都是可分的,那么设其在δ处被分割;而所有被分割的时间都被分割为未来与过去,因此“现在”也将有一部分为过去,另一部分为未来。

语法注3 条
  1. 9.52δεδειγμένου οὖν τοῦ περὶ τῆς κινήσεως καὶ τοῦ μεγέθους, ὅτι συνεχῆ καὶ οὐκ ἐξ ἀμερῶν

    δεδειγμένου 是中性单数完成时被动分词属格,与名词化短语 τοῦ περὶ τῆς κινήσεως καὶ τοῦ μεγέθους(关于运动与大小的事情)构成独立属格结构。随后的 ὅτι 从句作为同位从句,说明具体所证明的内容。

  2. 9.56Διχῶς τοῦ ἀπείρου λεγομένου, ἢ τοῦ τῇ διαιρέσει ἢ τοῦ τοῖς ἐσχάτοις

    句首的 Διχῶς τοῦ ἀπείρου λεγομένου 为独立属格。随后的 ἢ τοῦ τῇ διαιρέσει ἢ τοῦ τοῖς ἐσχάτοις 是对属格短语 τοῦ ἀπείρου 的部分同位限定,冠词 τοῦ 之下省略了 ὄντος 或 ἀπείρου。在夹置了括号内的长篇对比说明后,主句前以 διχῶς οὖν τοῦ ἀπείρου λεγομένου 进行了重述(复叠照应)。

  3. 9.58τοῦ αγ καὶ τοῦ γβ πέρατος τοῦ παρῳχηκότος τὸ μεταξὺ καὶ τῆς ἀρχῆς τοῦ μέλλοντος

    此处呈现交错倒装(hyperbaton)结构。句法与逻辑的核心骨架为 τὸ μεταξὺ τοῦ αγ [πέρατος τοῦ παρῳχηκότος] καὶ τοῦ γβ [τῆς ἀρχῆς τοῦ μέλλοντος],介词性副词 μεταξὺ 支配两个属格(作为过去极限的 αγ 与作为未来起点的 γβ),并各自带有同位语修饰。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:863.9-864.25