← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§861.19-863.7

大小的可分性与运动不可分单位之否定

斐洛波诺斯依据亚里士多德《物理学》第六卷第一章,从分割的角度论证了大小不可由不可分者构成,并驳斥了运动由不可分的“已运动”段或由诸静止构成的假设所导致的荒谬结果。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.45

Δείξας ἐκ τοῦ συνθέτου ὅτι ἀμερὲς τὸ μέγεθος,1 νῦν δείκνυσι καὶ ἐκ τῆς διαιρέσεως. εἰ γὰρ ἐξ ἀμερῶν σύγκειται, φησί, καὶ εἰς ἀμερῆ διαλύεται. τοῦτο δὲ ἀδύνατον· ἔσονται γὰρ ἁπτόμενα ἀλλήλων τὰ ἀδιαίρετα, ὅπερ ἀδύνατον ἐδείχθη· οὕτω γὰρ οὐκ ἄν εἰσὶν ἀδιαίρετα. εἰ δὲ εἰς ἀδιαίρετα τὸ συνεχὲς μὴ διαιρεῖται, πᾶσα ἀνάγκη εἰς διαιρετὰ διαιρεῖσθαι αὐτό· οὐδὲν γάρ ἐστι μεταξὺ διαιρετοῦ καὶ ἀδιαιρέτου· ἔοικε γάρ πως τῇ ἀντιφάσει. εἰ δὲ μηδὲν μεταξύ, ἀνάγκη καθ’ ἕτερον τρόπον διαιρετὸν εἶναι τὸ συνεχές. εἰ τοίνυν μὴ ἐνδέχεται εἰς ἀδιαίρετα διαιρετὸν εἶναι, ἀνάγκη εἰς διαιρετά, καὶ εἰς διαιρετὰ πάλιν εἰς ἀεὶ διαιρετὰ ἀνάγκη διαιρεῖσθαι· εἰ γὰρ μὴ τοῦτο, εἰς ἀδιαίρετα, τοῦτο δὲ ἀδύνατον. εἰ δὲ μὴ δυνατὸν εἰς ἀδιαίρετα, οὐδὲ συγκεῖσθαι ἐξ ἀδιαιρέτων· ἐξ ὧν γὰρ σύγκειταί τι, εἰς ταῦτα καὶ διαιρεῖται.

在从复合的角度证明了大小[并非]不可分之后,他现在又从分割的角度来证明。他说,因为如果它由不可分者构成,它也就分解为不可分者。而这是不可能的;因为诸不可分者将彼此接触,而这已被证明是不可能的;因为这样一来它们就不会是不可分者了。如果连续者不被分割为不可分者,那么它完全必然被分割为可分者;因为在可分与不可分之间不存在任何中间者,因为它在某种程度上类似于矛盾对立。如果没有中间者,连续者就必然以另一种方式是可分的。因此,如果它不可能被分割为不可分者,就必然被分割为可分者,并且又必然被分割为始终可分的诸可分者;因为如果不是这样,就会被分割为不可分者,而这是不可能的。如果不可能分割为不可分者,由不可分者构成也是不可能的;因为一物由何者构成,也就分解为何者。

§9.46

Ἀδιαίρετον οὐκ ἔσται τὸ μεταξὺ τῶν στιγμῶν καὶ τῶν νῦν, ὅτι συγκείσθαι λέγεται ἐκ τῶν ἀμερῶν, τὸ δὲ συγκείμενον καὶ διαιρεῖται· καὶ ὅτι μέγεθός ἐστιν οὐδὲν καὶ μέγεθος ἀδιαίρετον.

诸点之间以及诸“现在”之间的东西将不会是不可分的,因为据说它由不可分者构成,而凡是由某些事物构成的也就被分割;并且因为没有任何大小是不可分的大小。

§9.47

Μεταλαμβάνει τὸ τῆς κινήσεως ὄνομα ἐπὶ σαφέστερόν τι, τὸ τοῦ κινεῖσθαι· ἡ μὲν γὰρ κίνησις οἷον αὐτὴ κτλ. (p. 801, 8. 10) ἐκ τῶν ἐνεργειῶν. διὰ τοῦτο οὖν μεταλαμβάνει ἀντὶ τῆς κινήσεως τὸ κινεῖσθαι.

他把“运动”这一名称转换为某种更为明晰的名称,即“在运动”。因为运动本身可以说是从现实活动……等等(p. 801, 8. 10)。因此,正因如此,他用“在运动”代替了“运动”。

§9.48

Ἀσαφῆ ὄντα τὸν λόγον ἐφεξῆς τῷ παραδείγματι σαφῆ ἐποίησε. φησὶ δὲ ὅτι τὸ ἀπό τινος εἴς τι κινούμενον ἀνάγκη μὴ ἅμα καὶ ἤδη κεκινῆσθαι καὶ εἶναι ὅπου ἐπείγεται φθάσαι.2 ἀκριβῶς δὲ πάνυ προσέθηκε τὸ ὅτε ἐκινεῖτο· δυνατὸν γάρ ἐστι καὶ κινεῖσθαι καὶ κεκινῆσθαι ἐν ἄλλῳ καὶ ἄλλῳ χρόνῳ, οἷον Θήβαζε νῦν βαδίζειν βεβαδικότα ἄλλοτε, ἀλλ’ ἐν τῷ αὐτῷ χρόνῳ ἀδύνατον ὅτε βαδίζει Θήβαζε ἅμα καὶ βεβαδικέναι Θήβαζε.

论说原本并不清晰,他随即用例子使之清晰。他说,从某物向某物运动之物,必然不可能同时既已经完成运动又处于它急于到达的那处。而且他极其精确地补充了“当它在运动时”;因为在不同的时间里既在运动又已经完成运动是可能的,比如在另一时间已经走到过底比斯的人现在正在走向底比斯,但在走向底比斯的同一时间内,同时已经走到过底比斯则是不可能的。

§9.49

Τοῦτό φησιν ὅτι εἰ ὑποθώμεθα κινεῖσθαι τὸ ω ἐπὶ τῆς κτλ. (p. 801, 15. 17). εἶτα πῶς διαιρετὴ ἐπάγει· οὔτε γὰρ ἠρέμει, ὅτε διῄει, οὔτε διεληλύθει, ἀλλὰ μεταξὺ ἦν, τουτέστι διότι ὑπεθέμεθα μήτε ἠρεμεῖν ἐπὶ τοῦ ᾱ μήτε κεκινῆσθαι, ἀλλὰ μεταξὺ εἶναι, τουτέστι κινεῖσθαι. μεταξὺ γὰρ ἡ κίνησις τοῦ τε ἐξ οὗ καὶ τοῦ εἰς ὅ· ἐν μὲν γὰρ τῷ ἐξ οὗ ἔτι ἠρεμεῖ, ἐν δὲ τῷ εἰς ὃ κεκίνηται, κινεῖται δὲ μεταξὺ τούτων. εἰ δὲ μεταξύ, ἔχει τὸ πρότερον καὶ ὕστερον· ὥστε οὐκ ἔσται ἀμερές.

他的意思是:如果我们设定ω在……之上运动等等(p. 801, 15. 17)。然后他阐明它是如何可分的;因为当它通过时,它既不是处于静止,也不是已经通过,而是在中间,也就是说,因为我们设定它既不在ᾱ上静止也不处于完成运动状态,而是在中间,也就是在运动。因为运动处于“从中运动之物”与“向之运动之物”之间;因为在从中运动之物中它仍处于静止,在向之运动之物中它已完成运动,而在这些之间它在运动。如果它处于中间,它就具有先后;因此它将不是不可分的。

§9.50

Ἑτέρα ὑπόθεσις ὅτι οὐ κινεῖται ἐν ἑκάστῳ τῶν ἀμερῶν, ἀλλὰ κεκίνηται. εἰ τοίνυν κινεῖταί τι τὴν ὅλην δεζ κίνησιν ἐφ’ ὅλης τῆς αβγ γραμμῆς, ἐν ἑκάστῳ δὲ τῶν ἀμερῶν οὐ κινεῖται ἀλλὰ κεκίνηται, σύγκειται δὲ ἐκ τῶν ἀμερῶν ἡ κίνησις, συμβήσεται τὴν κίνησιν μὴ κίνησιν εἶναι, καὶ εἶναί τι κεκινημένον μηδέποτε κινηθέν.3 εἰ γὰρ ἐν ἑκάστῳ τῶν ἀμερῶν οὐ κινεῖται ἀλλὰ κεκίνηται, μηδὲ κινηθὲν ἄρα κεκινημένον ἔσται, καὶ ἢ ἀνάγκη ἠρεμεῖν ἐν ἑκάστῳ τῶν ἀμερῶν, ἢ κινεῖσθαι· οὐ κινεῖται δέ· ἠρεμεῖ ἄρα. σύγκειται δὲ ἐξ αὐτῶν ἡ κίνησις· ἐξ ἠρεμιῶν ἄρα ἡ κίνησις.

另一个假设是:在各个不可分部分中并非在运动,而是已经完成运动。因此,如果有某物在整条线αβγ上运动整个运动δεζ,但在各个不可分部分中不在运动而是已经完成运动,并且运动由不可分者构成,那么就会得出:运动不是运动,且存在某种从未运动过却已经完成运动的东西。因为如果在各个不可分部分中它不在运动而是已经完成运动,那么它甚至没有运动过就已经完成运动了;并且在各个不可分部分中要么必然处于静止,要么处于运动;但它不在运动;因此它处于静止。然而运动由它们构成;因此运动是由诸静止构成的。

§9.51

Ἀνάγκη, φησί, πάντα τὰ ἀδιαίρετα μόρια ἐξ ὧν ἡ κίνησις, οἷον τὸ δεζ, ἕκαστον αὐτῶν ἢ κίνησιν εἶναι ἢ μὴ εἶναι κίνησιν. εἰ μὲν οὖν εἴη κίνησις, οὐ κινεῖται 〈δὲ〉 ἀλλὰ κεκίνηται, παρούσης ἄρα κινήσεως οὐκ ἔσται κίνησις, ἀλλ’ ἠρεμία. εἰ δὲ μὴ κίνησις, ἐκ τούτων δὲ ἡ ὅλη κίνησις, ἡ ἄρα κίνησις ἐξ οὐ κινήσεως σύγκειται, ὅπερ ἄτοπον· οὐδὲν γὰρ ἐκ τῶν ἐναντίων ἢ τῆς ἀποφάσεως συγκεῖσθαι δύναται.

他说,构成运动的一切不可分部分(例如δεζ),其每一个必然要么是运动,要么不是运动。因此,如果它是运动,但并非在运动而是已经完成运动,那么当运动在场时将不是运动,而是静止。如果它不是运动,而整个运动是由这些构成的,那么运动就是由非运动构成的,这是荒谬的;因为任何事物都不可能由其相反者或否定所构成。

语法注3 条
  1. 9.45Δείξας ἐκ τοῦ συνθέτου ὅτι ἀμερὲς τὸ μέγεθος

    从整体语境以及紧随其后的论证(“如果它由不可分者构成……”)来看,此处意在说明“大小并非不可分(即大小不可能是不可分的)”。文本中的“ἀμερὲς τὸ μέγεθος”或是脱落了否定词οὐκ,或是指代“大小是不可分的[这一假说]”,因此在翻译中根据上下文义补充理解为否定意。

  2. 9.48ἀνάγκη μὴ ἅμα καὶ ἤδη κεκινῆσθαι καὶ εἶναι ὅπου ἐπείγεται φθάσαι

    否定词μή修饰ἅμα,统辖由连词καί连接的两个不定词短语(ἤδη κεκινῆσθαι与εἶναι...),构成并列结构,意为“必然不能同时既已完成运动又处于其目的地”。

  3. 9.50συμβήσεται τὴν κίνησιν μὴ κίνησιν εἶναι, καὶ εἶναί τι κεκινημένον μηδέποτε κινηθέν

    由καί连接的两个“宾格加不定词”结构(τὴν κίνησιν μὴ κίνησιν εἶναι与εἶναί τι κεκινημένον...)并列充当无人称动词συμβήσεται的主语从句。在后一个结构中,不定过去时分词μηδέποτε κινηθέν修饰实质化的完成时分词τι κεκινημένον。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:861.19-863.7