← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§860.2-861.17

趋于停止的疑难解答与否定连续体由不可分者构成

斐洛波诺斯解决了《物理学》卷五末尾关于趋于停止以及运动主体中相反者共存的疑难,随后导入卷六,阐述亚里士多德关于大小、时间与运动并非由不可分的点、“现在”或运动段构成的论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.37

Ἐπιλύεται τὴν ἀπορίαν. φησὶν ὅτι οὐκ ἐπὶ πάσης ἠρεμίας θεωρεῖται τὸ ἵστασθαι, τουτέστι τὸ ταχὺ κινεῖσθαι, ἀλλ’ ἐπὶ τῆς κατὰ φύσιν, διότι [γὰρ] ὅτε πρὸς τῷ οἰκείῳ τόπῳ γίνεται τὸ κινούμενον ῥώννυται, ὅτε δὲ ἀπὸ τοῦ οἰκείου ἐξίσταται τόπου ἀσθενέστερον γίνεται κτλ. (p. 798,26. 799,2).

他解决了这一疑难。他说,趋于停止、即快速运动,并非在每一种静止中都可以观察到,而是在顺应本性的静止中被观察到;因为当运动之物临近其固有位置时便变得强健,而当它离开固有位置时便变得更为虚弱,等等(p. 798,26. 799,2)。

§9.38

Ἢ, φησί, τὸ ἵστασθαι ὅλως εἶναι τὸ εἰς τὸν ἑαυτοῦ τόπον φέρεσθαι, ἢ συμβαίνειν ἅμα τῷ εἰς τὸν ἑαυτοῦ τόπον φερομένῳ,1 ὡσεὶ παρακολούθημα ἅμα ἐκείνῳ συμβαῖνον.

或者,他说,趋于停止根本上就是被运送至其自身的位置,或者是与被运送至其自身位置的事物一同发生,如同伴随其发生的一种随伴物。

§9.39

Καὶ τοῦτο ὕστερον ἐπαπορεῖ τοῖς εἰρημένοις. εἰ ἐναντίαν, φησίν, ἐλέγομεν τὴν ἐν τῷδε ἠρεμίαν τῇ ἐξ αὐτοῦ κινήσει, τὸ δὲ ἔν τινι ἀρξάμενον κινεῖσθαι οὔπω πάντῃ τὸ ἐξ οὗ κινεῖται ἀπολέλοιπεν, ἀνάγκη τὰ ἐναντία ἐν τῷ αὐτῷ εἶναι· εἰ γὰρ ἐναντία μὲν ἡ κίνησις τῇ ἐξ οὗ ἠρεμίᾳ, μετέχει δὲ ἔτι κἀκείνης, ἐν τῷ αὐτῷ ἂν εἴη τὰ ἐναντία· τὸ γὰρ ἐκ λευκότητος κινούμενον οὔπω παντελῶς ἀπολέλοιπε τὴν λευκότητα, εἰ δὲ μὴ ἀπολέλοιπε, μετέχει αὐτῆς, ἔστι δὲ αὕτη καὶ ἐναντία2 (ἐπὶ γὰρ τὸ ἐναντίον ἡ ὁδός), ἅμα ἄρα τὰ ἐναντία.

并且他在所说各点之后进一步提出了这个疑难。他说,如果我们主张在此处的静止与从此处的运动相反,而开始在某处运动的事物尚未完全离开它从中运动的那处,那么相反者就必然处于同一物中;因为如果运动与〔在它〕从中〔运动之处〕的静止相反,并且它仍分有那个[静止],那么相反者就会在同一物中;因为从白色中运动的事物尚未彻底离开白色,而如果它尚未离开,它就分有它,且这[运动]也是相反的(因为道路是指向相反者的),所以相反者便同时存在了。

§9.40

Ἡ λύσις τῆς ἀπορίας. τὸ κινούμενον, φησίν, ἀπὸ λευκότητος, εἰ ἔτι δοκεῖ ἠρεμεῖν ἐν αὐτῇ, διότι μὴ ἀποβέβληκε πᾶσαν τὴν λευκότητα, οὐ καθ’ ἅπαξ ἐροῦμεν ἠρεμοῦν τε ἐν τῇ λευκότητι καὶ κινούμενον ἐξ αὐτῆς, ἵν’ οὕτως δόξωσιν ἅμα τὰ ἐναντία εἶναι, ἀλλὰ πῇ ἠρεμεῖν. οὐδὲν δὲ θαυμαστὸν κατά τι τῶν ἐναντίων μετέχειν ὡς κεκραμένων, οἷον τὸ φαιόν, τὸ δὲ ἅμα τὰ ἐναντία ἄκρατα ἐν τῷ αὐτῷ εἶναι ἀδύνατον. καὶ διὰ τοῦτο, φησίν, οὐ κυρίως ἐναντία ἐστὶ κινήσει ἠρεμία, ἀλλὰ πῇ ἐναντία, κυρίως δὲ κίνησις κινήσει ἐναντία. — Ὅ φησι τοιοῦτόν ἐστιν, ὅτι κατά τι ἔχει ἄλλο καὶ ἄλλο τἀναντία, καὶ οὐ κατὰ τὸ αὐτό. — Ἕτερον ἐπιχείρημα. ἐπὶ πᾶσι, φησί, τὸ κινούμενον πάντως καὶ μεριστόν ἐστιν, ὡς δείξει ἐν τῷ ἑβδόμῳ, ἕξει τὸ μέν τι ἐξ οὗ κινεῖται τὸ δὲ εἰς ὅ·3 ὥστε κατ’ ἄλλο καὶ ἄλλο μεθέξει τῶν ἐναντίων.

疑难的解决。他说,从白色中运动的事物,即使由于尚未抛弃全部白色而似乎仍静止于其中,我们也不会断言它全然既静止于白色中又从中运动,以致使相反者看似同时存在,而是断言它在某种意义上静止。在某种意义上分有混合的相反者(例如灰色),并无任何奇特之处,但未经混合的相反者同时在同一物中则是不可能的。正因如此,他说,静止并非严格意义上与运动相反,而是在某种意义上相反,严格意义上则是运动与运动相反。――他所说的意思是这样的:即在不同的方面各自具有相反者,而非在同一方面具有。――另一个论证。他说,在一切情况下,运动之物无论如何都是可分的,正如他将在第七卷中所展示的那样,它将把自身的一部分置于它从中运动之物,而另一部分置于它向着运动之物;因此它将按照不同的方面分有相反者。

§9.41

Τίς μὲν οὖν μία κίνησις εἶπεν, οὐ μέντοι εἶπεν τίς ἠρεμία μία, ἀλλ’ ἐκ τῶν εἰς κίνησιν εἰρημένων δῆλόν ἐστι καὶ περὶ τῆς ἠρεμίας· ἃ γὰρ ἐπ’ ἐκείνης εἴρηται, ταῦτα καὶ ἐπὶ ταύτης ἁρμόσει.

他虽然论述了何谓一个运动,却未论述何谓一个静止;然而从关于运动所说的话中,关于静止也是显然的;因为对于前者所说的,也将适用于后者。

§9.42

Πρόκειται ἐν τῇ ἀρχῇ τοῦ βιβλίου δεῖξαι ὅτι οὔτε τὸ μέγεθος ἐκ 〈τῶν〉 σημείων σύγκειται οὔτε ὁ χρόνος ἐκ τῶν νῦν οὔτε ἡ κίνησις ἐκ τῶν κινημάτων (ὅπερ γάρ ἐστιν ἐν τοῖς μεγέθεσι τὸ σημεῖον, τοῦτο ἐν τῷ χρόνῳ τὸ νῦν καὶ ἐν τῇ κινήσει τὸ κίνημα), καὶ πρότερον περὶ τοῦ μεγέθους ποιεῖται τὸν λόγον. ὅτι δὲ συνεχές ἐστι τὸ βιβλίον τοῦτο τῷ πρὸ αὐτοῦ, δῆλον καὶ ἐξ αὐτοῦ τοῦ προοιμίου· τοῖς γὰρ ἐκεῖ δεδειγμένοις κέχρηται ἐνταῦθα ὡς ὁμολογουμένοις εἰς κατασκευὴν τοῦ προκειμένου.

本卷开端的任务是证明:既非大小由点构成,亦非时间由诸“现在”构成,亦非运动由诸运动段构成(因为点之于大小,正如“现在”之于时间,以及运动段之于运动),并且他首先对大小展开论述。至于本卷与前一卷相承续,即使从开篇本身来看也是显然的;因为他把前卷中所证明的内容作为在此公认的前提,用于确立当前的任务。

§9.43

Εἰ γὰρ ὅλαι ὅλων αἱ στιγμαὶ ἅπτονται, ἐφαρμόζοιεν ἂν καὶ οὐδὲν μέγεθος ποιήσουσι· τοῦτο γάρ, φησί, συνεχὲς οὐκ ἔστιν ἀμερές, ἀλλ’ ἔχει διάφορα μόρια.

因为如果诸点以其全体接触全体,它们就会重合而构不成任何大小;因为他说,这种连续者并非无部分的,而是具有不同的部分。

§9.44

Καλῶς προσέθηκε καὶ τόπῳ· ἔστι γὰρ τῷ λόγῳ μόνῳ διαιρετά, οὐχὶ δὲ καὶ τῷ τόπῳ, οἷον τὸ ἐν τῷ μέλιτι γλυκὺ καὶ ξανθὸν λόγῳ μὲν διαιροῦνται ἀλλήλων, τόπῳ δ’ οὔ.

他恰当地补上了“在位置上也”;因为有些事物仅仅在定义上是可分的,而在位置上则不然,例如蜂蜜中的甜与黄在定义上彼此区分,在位置上却不区分。

语法注3 条
  1. 9.38Ἢ, φησί, τὸ ἵστασθαι ὅλως εἶναι τὸ εἰς τὸν ἑαυτοῦ τόπον φέρεσθαι, ἢ συμβαίνειν ἅμα τῷ εἰς τὸν ἑαυτοῦ τόπον φερομένῳ

    不定式 εἶναι 和 συμβαίνειν 由插入的 φησί 所引导的间接引语统辖,通过 ἤ... ἤ 并列,作为“对格加不定式”结构中对格主语 τὸ ἵστασθαι 的谓语。

  2. 9.39ἔστι δὲ αὕτη καὶ ἐναντία

    阴性指示代词 αὕτη 指向前面引入与静止相对立的“运动”(ἡ κίνησις),而非紧邻的阴性名词 λευκότης。紧随其后的解释性分句(ἐπὶ γὰρ τὸ ἐναντίον ἡ ὁδός)印证了其所指为运动的进程。

  3. 9.40ἕξει τὸ μέν τι ἐξ οὗ κινεῖται τὸ δὲ εἰς ὅ

    τὸ μέν τι 与 τὸ δέ 作为 ἕξει 的宾语(表部分的对格),介词短语 ἐξ οὗ κινεῖται 和 εἰς ὅ 则充当表语性成分,指明各部分所处的位置。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:860.2-861.17