← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§858.25-859.35

静止与运动的对立及反自然变化的疑难

斐洛庞奴斯考察了静止与运动的对立关系(需在同一属内作具体限定)、反自然运动与生灭的存在、两个消灭对立于一个生成的疑难解答,以及关于静止生成(加速与减速)的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.30

Ἐπειδὴ κατεσκεύασεν ὅτι ἡ ἠρεμία ἀντίκειται τῇ κινήσει, ἐπειδὴ στέρησις ἡ ἠρεμία, ἡ 〈δὲ〉 στέρησις καὶ ἡ ἕξις ἀντίκεινται μέν, ἀλλ’ οὐχ ὡς τὰ ἐναντία, ὁ δὲ λόγος νῦν περὶ τῶν ἐναντίων κατὰ ἠρεμίαν, διὰ τοῦτο εἶπεν ὅτι κατά τι ἐναντία.1

在确立了静止与运动相对立之后,既然静止是缺乏,而缺乏与具有虽然相对立,却非作为相反者相对立,但现在的讨论是关于就静止而言的相反者,因此他说它们“在某种意义上是相反的”。

§9.31

Οὐχ ἡ τυχοῦσα, φησί, στέρησις ἤτοι ἠρεμία τῇ τυχούσῃ κινήσει ἐστὶν ἐναντίον (οὐδὲ γὰρ ἡ κατὰ αὔξησιν ἠρεμία τῇ κατὰ τόπον), ἀλλὰ δηλονότι ἡ ὑπὸ τὸ αὐτὸ γένος ἀναγομένη· τὰ γὰρ ἐναντία ἐν τῷ αὐτῷ γένει. τῇ οὖν κατὰ τόπον κινήσει ἡ κατὰ τόπον ἠρεμία ἐναντίον, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ἀλλὰ τοῦτο μὲν λέγεται ἁπλῶς. πάλιν, φησί, προσδιορισμοῦ δεῖ· τὸ γὰρ εἰπεῖν ὅτι ἡ κατὰ τόπον τῇ κατὰ τόπον, ὁλοσχερέστερόν ἐστι καὶ ἀδιόριστον. πότερον γάρ, φησίν, ἡ ἐν τῷ κάτω μονὴ τῇ ἐκ τοῦ κάτω κινήσει ἐναντία ἐστὶ καὶ ἡ ἐν τῷ ἄνω τῇ ἐκ τῶν ἄνω, ἢ τῇ ἐν τῷ κάτω μονῇ ἡ ἐπὶ τὰ κάτω κίνησις ἐναντία καὶ ἡ ἐν τῷ ἄνω τῇ ἐπὶ τὰ ἄνω;

他说,并非任何一种缺乏即静止都与任何一种运动相反(因为就增长而言的静止并不与就位置而言的运动相反),而是显然归于同一属之下的才相反;因为相反者处于同一属之中。因此,就位置而言的静止与就位置而言的运动相反,其余情况亦同。但这只是被笼统地陈述。他说,再次需要进一步的限定;因为说“位置的与位置的相反”,是较为粗略且未加限定的。因为他说,究竟是在下处的留驻与从下处出发的运动相反、在上处的留驻与从上处出发的运动相反呢,还是向着下处的运动与在下处的留驻相反、在上处的留驻与向着上处的运动相反呢?

§9.32

Διὸ καὶ δοκεῖ ἡ τοιαύτη κίνησις τρόπον τινὰ γένεσις μᾶλλον καὶ ἀρχὴ τῆς τοιαύτης ἠρεμίας, τῆς ἐν ᾧ κινεῖται δηλονότι, καὶ οὐχὶ ἐναντία.

因此,这样的运动在某种意义上也显得宁可是这样的静止(显然指在其间运动之处中的那种静止)的生成和开端,而非与它相反。

§9.33

Ἐπιλύεται τὴν ἀπορίαν λέγων ὅτι εἰσὶ καὶ ἐν αὐταῖς παρὰ φύσιν κινήσεις· οὐ μόνον γὰρ ἔστι κατὰ φύσιν φθορά, ἀλλὰ καὶ παρὰ φύσιν, οἷον εἴ τις ὑπὸ ξίφους τελευτήσει. καὶ εἰ φθορὰ παρὰ φύσιν, καὶ γένεσις ἐξ ἀνάγκης· οἱ γοῦν διὰ τρυφὴν παρὰ τὸν προσήκοντα καιρὸν ἡβῶντες καὶ σπερμαίνοντες τοιοῦτοι ἂν εἶεν· παρὰ φύσιν γοῦν τότε ἡ τοῦ σπέρματος γένεσις.

他通过指出在它们自身之中也存在反自然的运动来解决这一疑难;因为不仅存在顺应本性的消灭,而且也存在反自然的消灭,例如某人死于刀剑之下。而如果有反自然的消灭,必然也有[反自然的]生成;无论如何,那些由于骄奢而在不合宜的时机早熟并排精的人就属于此类;因为那时精子的生成是反自然的。

§9.34

Ἑτέραν ἀπορίαν ἐκτίθεται, καί φησιν· εἰ ἔστι φθορὰ κατὰ φύσιν, ἔστι δὲ καὶ παρὰ φύσιν, ἐναντίον δὲ τὸ παρὰ φύσιν τῷ κατὰ φύσιν, αἱ φθοραὶ ἄρα ἐναντίαι ἀλλήλαις· εἰ δὲ δὴ καὶ τῇ γενέσει ἐναντίαι, δύο ἄρα ἑνὶ ἐναντία.

他提出了另一个疑难,并且说:如果存在顺应本性的消灭,也存在反自然的消灭,而反自然者与顺应本性者相反,那么诸消灭便彼此相反;但如果它们确实也与生成相反,那么两物就与一物相反了。

§9.35

Ἡ λύσις τῆς ἀπορίας. τί κωλύει, φησί, δύο ἑνὶ ἀντικεῖσθαι ἔστιν ὥς, τουτέστι κατά τινα τρόπον; κατὰ γὰρ ἄλλο καὶ ἄλλο δύο τῷ αὐτῷ ἀντικεῖσθαι οὐδὲν ἄτοπον. καὶ γὰρ 〈εἰ〉 ἡ μὲν ἡδεῖα ἡ δὲ λυπηρά.2 εἰ τύχοι τὴν ἑτέραν τῶν φθορῶν τὴν κατὰ φύσιν ἡδεῖαν εἶναι, τὴν δὲ παρὰ φύσιν λυπηράν, κατὰ μὲν τὸ ἡδὺ καὶ τὸ λυπηρὸν ἀντικείσονται ἀλλήλαις, ἕξουσι δὲ καὶ τὴν γένεσιν ἀντικειμένην οὐ κατὰ τοῦτο, ἀλλὰ καθὸ γένεσις φθορᾷ· ἀλλήλαις γὰρ οὐ καθὸ φθοραὶ ἀντέκειντο, ἀλλ’ ὡς ἡ μὲν κατὰ φύσιν ἡ δὲ παρὰ φύσιν, αἷς παρακολουθεῖ τῇ μὲν τὸ ἡδὺ τῇ δὲ λυπηρόν.

疑难的解决。他说,什么能妨碍两物在某种意义上、即以某种方式与一物相对立呢?因为两物按照不同的方面与同一物相对立,并没有任何荒谬之处。即使一者是愉快的而另一者是痛苦的也是如此。倘若诸消灭中顺应本性的那一者恰好是愉快的,而反自然的消灭是痛苦的,那么就愉快与痛苦而言它们将彼此相对立,但它们也将生成作为相对立者,并不是就这一点而言,而是就生成相对于消灭而言;因为它们彼此相对立并非就它们是消灭而言,而是作为一者顺应本性而另一者反自然而相对立,伴随它们的一者是愉快,另一者是痛苦。

§9.36

Ἀπορεῖ διὰ τούτων ὅτι εἰ πάσης ἠρεμίας τῆς μὴ οὔσης ἀιδίου γένεσις ἔστι (τῆς γὰρ ἀκινησίας τῆς γῆς ἀιδίου οὔσης οὐκ ἔστι γένεσις), εἰ δὲ γένεσις τῆς μὴ ἀεὶ οὔσης ἠρεμίας τὸ ἵστασθαι, ἔτι δὲ τὸ ἵστασθαι θᾶττόν ἐστι κινεῖσθαι, ἀνάγκη ἄρα3 καὶ ἐπὶ τῶν παρὰ φύσιν ἠρεμιῶν, εἴπερ ἔστιν αὐτῶν γένεσις μὴ οὐσῶν ἀιδίων, τὴν γένεσιν αὐτῶν εἶναι τὸ ἵστασθαι, τουτέστι τὸ θᾶττον κινεῖσθαι. νῦν δὲ τὸ ἐναντίον ὁρῶμεν ἐπὶ τῶν παρὰ φύσιν ἠρεμούντων· ἐγγίζοντα γὰρ κτλ. (p. 798,18. 22) γενητόν.

他通过这些提出了疑难:如果对于一切非永恒的静止都存在生成(因为大地的静止不动是永恒的,因而没有生成),并且如果非始终存在的静止的生成就是趋于停止,而且趋于停止就是运动得更快,那么在反自然的诸静止中,倘若它们因非永恒而存在生成,它们的生成必然也就是趋于停止,即运动得更快。然而现在对于反自然地静止着的事物,我们看到的是相反的情况;因为随着它们接近……(p. 798,18. 22)可生成的。

语法注3 条
  1. 9.30κατά τι ἐναντία

    引用亚里士多德原文(229b23)。静止(ἠρεμία)严格来说是运动的缺乏(στέρησις),而非本义上的相反者(ἐναντίον),但在讨论中被视作相反者,因此用副词性短语 κατά τι(在某种意义上/在一定程度上)来限制这种相反关系。

  2. 9.35καὶ γὰρ 〈εἰ〉 ἡ μὲν ἡδεῖα ἡ δὲ λυπηρά

    带有校勘补充的 εἰ,与下文 εἰ τύχοι... 共同构成举例性的条件句。承接前文“两物依不同方面与同一物对立并不荒谬”的普遍原则,通过愉快与痛苦这两种偶性特征引入具体例证,属于省略性的引导结构。

  3. 9.36εἰ πάσης ἠρεμίας ... ἀνάγκη ἄρα

    这是一个复杂的复合条件句,由三个前件(εἰ πάσης ἠρεμίας...、εἰ δὲ γένεσις...、ἔτι δὲ τὸ ἵστασθαι...)共同引出后件主句 ἀνάγκη ἄρα。斐洛庞奴斯层层累加三个前提(非永恒静止皆有生成、此生成即趋于停止、趋于停止即运动加快),以推导关于反自然静止的荒谬推论。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:858.25-859.35