← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§85.3-86.18

巴门尼德的前提与非存在的可能性

亚里士多德在Bekker 187a3–187a6中论述巴门尼德的前提并未导致彻底否定非存在,若存在作为实体在属上为一则多数与非存在可以并存;菲洛波庞对该句法构造及连词de的两种解释途径进行了注疏。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.57

" Φανερὸν δὲ καὶ ὅτι οὐκ ἀληθές, ὡς εἰ ἓν σημαίνει τὸ ὂν καὶ μὴ οἷόν τε εἶναι τὴν ἀντίφασιν ἅμα, οὐκ ἔσται οὐδὲν μὴ ὄν· οὐδὲν γὰρ κωλύει μὴ ἁπλῶς εἶναι, ἀλλὰ μὴ ὄν τι εἶναι τὸ μὴ ὄν." Οὐκ ἀληθῆ, φησίν, ὑπονοεῖ ὁ Πλάτων ὅτι τῷ συλλογισμῷ τοῦ Παρμενίδου ἕπεται τὸ ἀνῃρῆσθαι καθόλου τὸ μὴ ὂν καὶ κατὰ μηδένα τρόπον δύνασθαι εἶναι· ἕπεται μὲν γὰρ τῇ ὅλῃ τοῦ συλλογισμοῦ ἀγωγῇ τὸ ἓν εἶναι τὸ ὄν, οὐ μέντοι τὸ μηδαμῶς εἶναι τὸ μὴ ὄν. ἐπειδὴ γὰρ τὴν ὕλην ὁ Πλάτων μὴ ὂν ἐκάλει καὶ ἐξῃρῆσθαι αὐτὴν τῆς τοῦ ὄντος φύσεως ἔλεγεν, εἵπετο δὲ τοῖς Παρμενίδου λόγοις τὸ μηδὲν εἶναι ὅπερ μὴ τῆς τοῦ ὄντος ἐστὶ φύσεως, ἔνθεν συνῆγεν, φησίν, ὁ Πλάτων ὅτι ἕπεται τῷ Παρμενιδείῳ λόγῳ τὸ μηδαμῶς εἶναι τὸ μὴ ὄν. τοῦτο δέ, φησίν, οὐκ ἔστιν ἀληθές· οὐδὲν γὰρ κωλύει καὶ τοῦ συλλογισμοῦ τούτου ἀληθοῦς ὄντος, λέγω δὴ τοῦ κατασκευάζοντος ὅτι ἕν ἐστι τὸ ὄν, εἶναι καὶ τὸ μὴ ὄν. ἀλλ’ οὐ τοῦτο λέγω τὸ μὴ ὂν τὸ ἁπλῶς μὴ ὄν, ὅπερ παντελῶς ἕτερόν ἐστι τοῦ ὄντος, ἀλλὰ τὸ τὶ μὴ ὄν, ὅπερ ἐν τῷ ὄντι ἐστί, τουτέστι τὸ κατὰ τὴν ἑτερότητα μὴ ὄν. τὸ οὖν οὐκ ἀληθές, ὡς εἰ ἓν σημαίνει τὸ ὂν καὶ μὴ οἷόν τε ἅμα εἶναι τὴν ἀντίφασιν, ἀντὶ τοῦ οὐκ ἀληθὲς τῷ ὅλῳ συλλογισμῷ ἕπεσθαι τὸ μὴ εἶναι μηδὲν μὴ ὄν· τὰς γὰρ προτάσεις ἀντὶ τοῦ ὅλου συλλογισμοῦ ἔθηκε.1 τὸ δὲ ἑξῆς οὐδὲν γὰρ κωλύει εἶναι τὸ μὴ ὄν, οὐ τὸ ἁπλῶς, ἀλλὰ τὸ τὶ μὴ ὄν.

“同样显然的是,所谓‘如果存在表示一且矛盾不能同时成立,就不会有任何非存在’的说法是不真实的;因为并不妨碍非存在虽然不是单纯地存在,却作为某种非存在而存在。” 他[亚里士多德]说,柏拉图错误地设想:从巴门尼德的三段论中会推导出非存在被普遍取消且不能以任何方式存在;因为从该三段论的整个推导过程确实推导出存在是一,却并未推导出非存在绝不存在。因为,既然柏拉图把质料称为非存在,并说它被排除在存在的本性之外,而从巴门尼德的论证中推导出凡不属于存在本性的东西都根本不存在,因此柏拉图便推断说,从巴门尼德的论证中推导出非存在绝不存在,他[亚里士多德]说。然而他说,这并非真实;因为即使这一三段论——我是指确立存在是一的那个三段论——是真实的,也丝毫不妨碍非存在同样存在。但我所说的这一非存在并不是单纯的非存在(即与存在完全相异者),而是某种非存在,它处于存在之中,也就是说因相异性而成的非存在。因此,“所谓‘如果存在表示一且矛盾不能同时成立’是不真实的”这一句,相当于“所谓‘从整个三段论推导出没有任何非存在’是不真实的”;因为他是用前提代替了整个三段论。而其句法语序是:“因为并不妨碍非存在——不是单纯的〔非存在〕,而是某种非存在——存在。”

§1.58

"Τὸ δὲ δὴ φάναι παρ’ αὐτὸ τὸ ὄν, ὡς εἰ μή τι ἔσται ἄλλο, ἓν πάντα ἔσεσθαι, ἄτοπον." Ὅτι οὐκ ἀνάγκη τῷ συλλογισμῷ τῷ Παρμενίδου ἕπεσθαι τὸ μὴ εἶναι τὸ μὴ ὄν, διὰ τούτων κατασκευάζει. τὸν οὖν δέ σύνδεσμον ἀντὶ τοῦ γάρ ἐπακούσωμεν·2 τὸ γὰρ λέγειν, φησίν, ὅτι εἰ μὴ εἴη ἕτερόν τι παρὰ τὸ ὂν ὅπερ παντελῶς ἕτερόν ἐστι τῆς τοῦ ὄντος οὐσίας, ἤδη ἀνάγκη πάντα ἓν εἶναι (ὡς γὰρ τούτου ἑπομένου ἠναγκάζετο ὁ Πλάτων ὑποτίθεσθαι τὸ ἁπλῶς μὴ ὄν, ἵν’ οὕτω πολλὰ δείξῃ τὰ ὄντα), ἄτοπόν ἐστι. τίς γὰρ μανθάνει, φησίν, αὐτὸ τὸ ὂν εἰ μὴ τὸ ὅπερ ὄν τι εἶναι; τουτέστι τίς ἀκούων παρ’ αὐτῶν τὸ ὄν, οὐ τὸ ὅπερ ὂν νομίζει αὐτοὺς λέγειν, τουτέστι τὸ κυρίως ὄν, λέγω δὴ τὴν οὐσίαν; εἰ δὲ τοῦτό ἐστι τὸ ὄν, οὐδὲν κωλύει αὐτὸ πολλὰ εἶναι, ὥσπερ εἴπομεν. τῷ γὰρ γένει ἓν εἶναι τὸ ὂν ἀκουσόμεθα καὶ οὐ τῷ ἀριθμῷ, εἰ δὲ τοῦτο, δηλονότι καὶ τὸ μὴ ὂν ἔστιν ἐν τούτῳ· ἕκαστον γὰρ τῶν ὑπὸ τὸ γένος εἰδῶν καὶ τῶν ὑπὸ τὸ εἶδος ἀτόμων οὐκ ἔστιν ὅπερ τὸ ἕτερον. οὐκ ἀληθὲς ἄρα τὸ νομίζειν ἕπεσθαι τῷ Παρμενίδου συλλογισμῷ τὸ ἀνῃρῆσθαι τὸ μὴ ὄν. δύναται δὲ καὶ ἴδιον ἐπιχείρημα εἶναι τοῦτο, ὅτι οὐδὲ ἀναγκαῖον ἦν διὰ τῆς ὑποθέσεως τοῦ μὴ ὄντος ἐλέγξαι τὸν Παρμενίδου λόγον· εἰ γὰρ δυνατὸν τὸ ἓν τῷ γένει καὶ οὐ τῷ ἀριθμῷ ἀκούειν, περιττὸν τὸ διὰ τῆς ὑποθέσεως τοῦ μὴ ὄντος δεικνύναι θέλειν πολλὰ εἶναι τὰ ὄντα, ἐξὸν αὐτόθεν δεῖξαι διὰ τῆς διαιρέσεως ὅτι πολλὰ τὰ ὄντα· τῷ γὰρ γένει τὸ ἓν καὶ οὐ τῷ ἀριθμῷ. κατὰ ταύτην δὲ τὴν ἔκδοσιν οὐ μεταληψόμεθα τὸν δέ εἰς τὸν γάρ· ἔστι γὰρ ἀρκτικός.

“而断言除了存在自身之外,若无其他事物存在,万物就将是一,这委实是荒谬的。” 从巴门尼德的三段论中并不必然推导出非存在不存在,他[亚里士多德]通过这些话来确立这一点。因此,让我们把这里的连词“但是(δέ)”理解为相当于“因为(γάρ)”;因为他说,若断言除了存在之外没有某种完全异于存在之实体的其他事物,就必然万物是一(因为似乎正是由于这一推论,柏拉图才被迫设定单纯的非存在,以便以此表明存在者是多的),这是荒谬的。因为他说,除了把“存在自身”理解为“正是某种存在者的东西”之外,谁还会作别的理解呢?也就是说,从他们那里听到“存在”的人,谁不会认为他们所说的是“正是存在者的东西”,即真正意义上的存在者,亦即实体呢?而如果存在就是这个,那么正如我们所说,丝毫不妨碍它是多的。因为我们将把存在理解为在属上是一而不是在数上是一,如果是这样,显然非存在也存在于其中;因为属下的各个种以及种下的各个不可分个体,每一个都不是另一个。因此,认为从巴门尼德的三段论中推导出取消非存在,这是不真实的。不过,这也可以是一个独立的论证,即根本没有必要通过非存在的假设来反驳巴门尼德的论证;因为如果可能在属上而不是在数上理解“一”,那么在可以直接通过区分表明存在者是多的情况下(因为一是在属上而非在数上),企图通过非存在的假设来表明存在者是多就是多余的。而按照这种解法,我们就不必把“但是(δέ)”替换为“因为(γάρ)”;因为它是发端性的。

语法注2 条
  1. 1.57τὸ οὖν οὐκ ἀληθές, ὡς εἰ ἓν σημαίνει τὸ ὂν καὶ μὴ οἷόν τε ἅμα εἶναι τὴν ἀντίφασιν, ἀντὶ τοῦ οὐκ ἀληθὲς τῷ ὅλῳ συλλογισμῷ ἕπεσθαι τὸ μὴ εἶναι μηδὲν μὴ ὄν· τὰς γὰρ προτάσεις ἀντὶ τοῦ ὅλου συλλογισμοῦ ἔθηκε.

    菲洛波诺斯将亚里士多德原文中的条件状语从句 ὡς εἰ ἓν σημαίνει... ἅμα 解释为一种转喻替代,即以各“前提(προτάσεις)”代指(ἀντί)“整个三段论(τῷ ὅλῳ συλλογισμῷ)”。这指明了句法骨架应补全为:主张从这整个三段论中推导出该结论是不真实的。

  2. 1.58τὸν οὖν δέ σύνδεσμον ἀντὶ τοῦ γάρ ἐπακούσωμεν

    关于引文开头连词 δέ 功能的句法判断。菲洛波诺斯提出了两种解释选择:(1) 将其视为代替表示原因的连词 γάρ,用来为前述论断(即巴门尼德的三段论并不必然推导出否定非存在)提供根据;(2) 如节末所述,将其视为发端性连词(ἀρκτικός),用以引出一个独立的崭新反驳。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:85.3-86.18