← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§857.6-858.23

运动的完全性与相反性方式的考察

约安尼斯·斐洛庞诺斯讨论了完全运动与不完全(仅仅是连续的)运动的区别以及均匀性的程度,随后注解了亚里士多德在《物理学》卷五第五章中对运动相反性的四种方式的反驳(第四和第三种方式),以及涉及居间状态的变化结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.23

Καὶ ἡ μὴ τελεία, φησί, κίνησις, συνεχὴς δὲ............ λέγεται μία εἶναι, ἀλλ’ οὐχ ἁπλῶς οὐδὲ κυρίως μία, ἀλλὰ κατὰ τὸ συνεχὲς μόνον, οἷον ἐάν τις ἄρξηται λευκαίνεσθαι, εἶτα πρὶν λευκανθήσεται τελέως ἐὰν μεταξὺ στάσις γίνηται καὶ ἠρεμία, λέγεται μὲν ἡ μέχρι τῆς στάσεως κίνησις μία, διότι συνεχὴς μέχρι ἐκείνης, κυρίως δὲ οὐ μία, εἴ γε κατὰ σκοπὸν εἶχεν ἡ φύσις ἢ ἡ τέχνη εἰς τὸ τέλειον εἶδος ἄγειν, τὴν λευκότητα· εἰ γὰρ μέχρι τῶν ἐκεῖσε εἰδῶν ἦν βαδίσαι, τελεία δήπουθέν ἐστι καὶ αὕτη ἡ κίνησις, καὶ διὰ τοῦτο κυρίως μία, ὅταν δὲ ὁ μὲν σκοπὸς ὑπάρχῃ τὸ τέλειον εἶδος τῆς λευκότητος ἐπιθεῖν, μεταξὺ δέ τις ἐγκοπὴ γένηται, ἀτελὴς ἡ τοιαύτη κίνησις, καὶ διὰ τοῦτο οὐ κυρίως μία, εἰ μὴ μόνον ὡς συνεχής.

他说,不完全的运动如果是连续的……也被说成是一,但并非无条件地或严格意义上为一,而只是就连续性而言为一。例如,如果某人开始变白,接着在被完全变白之前,中间发生停顿和静止,那么直到停顿为止的运动被称为一,因为它直到那时是连续的,但在严格意义上不是一,如果本性或技艺确实以引向完全的形式即白色为目标的话。因为如果目标只是走向那里的诸形式,这运动想必也是完全的,并因此在严格意义上是一;但是,当目标在于赋予白色的完全形式,而中间发生某种中断时,这样的运动是不完全的,并因此在严格意义上不是一,除非仅作为连续者而言。

§9.24

Ἵνα μή τις εἴπῃ ὅτι ἡ ἀνώμαλος κίνησις ἧττον μὲν τῆς ὁμαλῆς ἐστι μία, διὰ τοῦτο δὲ οὐδὲ ὅλως μία (τὸ γὰρ ἧττον ἓν οὐχ ἕν), διὰ τοῦτο λέγει ὅτι τὸ ἧττον μῖξιν ἐργάζεται τοῦ ἐναντίου, ἡ δὲ μῖξις μετέχει ἀμφοτέρων τῶν ἐναντίων. καθὸ οὖν μία ἐστί, κατὰ τοῦτό ἐστιν ἧττον μία.

为了不让人说不均匀的运动比均匀的运动较少是一,并因此完全不是一(因为较少是一的就不是一),因此他说,“较少”造成了相反者的混合,而混合分有相反的双方。因此,就它是一而言,在这方面它较少是一。

§9.25

Εἰ πᾶσαν κίνησιν μίαν οὖσαν ἐνδέχεται ποτὲ μὲν ὁμαλὴν εἶναι ποτὲ δὲ ἀνώμαλον, οἷον τὴν κατὰ τόπον ἐπ’ εὐθείας μὲν γινομένην ὁμαλὴν ἐπὶ ἕλικος δὲ ἀνώμαλον, ὁμαλὴ δέ ἐστιν ἡ ὁμοιομερὴς ἧς τὸ τυχὸν μέρος τῷ τυχόντι ἐφαρμόζει, οὐκ ἂν κτλ. (p. 795,22. 26).

如果每一个是一的运动,都可能有时是均匀的,有时是不均匀的——例如在直线上发生的位置运动是均匀的,而在螺旋线上发生的位置运动是不均匀的,而均匀的是指其任何部分都与任何部分相契合的同质部分者——就不会……(p. 795,22. 26)。

§9.26

Ἐντεῦθεν οἱ ἔλεγχοι τῶν δʹ τρόπων, ἤρξατο δὲ ἀπὸ τοῦ τετάρτου. οὐκ ἔστιν οὖν, φησίν, ἡ ἐκ λευκοῦ κίνησις τῇ εἰς μέλαν ἐναντία, οὐδὲ 〈ἡ〉 ἐξ ὑγείας τῇ εἰς νόσον· μία γάρ ἐστι καὶ ἡ αὐτὴ ἀφισταμένη μὲν τοῦ ἑτέρου, ὁδεύουσα δὲ ἐπὶ τὸ ἕτερον.

从这里开始是对四种方式的反驳,而他是从第四种开始的。因此他说,从白出发的运动并不与走向黑的运动相反,从健康出发的运动也不与走向疾病的运动相反;因为这是同一且唯一的运动,它一方面离开一者,另一方面走向另一者。

§9.27

Εἰ καὶ συμβαίνει, φησίν, ἐπὶ τῶν κινήσεων εἰπόντα τὸ ἐξ ἐναντίου εὐθὺς καὶ τὸ εἰς ἐναντίον συνεπινοεῖν, ἀλλ’ ὅμως, ἐπειδὴ νῦν ἀποδιελόντες τὰ μόρια οὕτω σκοποῦμεν διὰ τὸ τέλειον τῆς διαιρέσεως, μᾶλλον ἂν αἱ εἰς τἀναντία μεταβολαὶ ἐναντίαι ἂν ἦσαν ἢ αἱ ἐκ τοῦ ἐναντίου,1 διότι καὶ τὴν κλῆσιν ἐκ τῶν τελῶν ἔχουσι, καὶ τῶν μὲν ἐξ οὗ ἀπαλλάττονται, προσλαμβάνουσι δὲ τὰ εἰς ὅ. ἀλλὰ περὶ τούτου μὲν ὕστερον ἐροῦμεν, φησί, τοῦ μεταξὺ δηλονότι, πῶς ἡ μεταβολὴ οὐ μόνον ἐκ τοῦ ἐναντίου εἰς τὸ ἐναντίον γίνεται, ἀλλὰ καὶ ἐκ τοῦ ἐναντίου εἰς τὸ μεταξύ· ἐρεῖ γὰρ ὀλίγον ὕστερον.

他说,即使在运动中出现这种情况,即说出“从相反者出发”的人立刻也会附带联想到“走向相反者”,但尽管如此,既然我们现在为了划分的完全性而把各部分如此区分开来进行考察,走向相反者的诸变化比起从相反者出发的变化更应当是相反的,因为它们也是从终点获得名称,而且[发生变化的事物]摆脱了“所从出者”,而获得了“所走向者”。“但是关于这一点”,他说,“我们稍后将谈到”,显然是指关于居间者,即变化如何不仅从相反者向相反者产生,而且也从相反者向居间者产生;因为他稍后就会讲到。

§9.28

Διὰ τούτων τοῦ πρώτου ἐλέγχει τὸν τρίτον,2 τὸν ὑποτιθέμενον ἐν τῷ ἑνὶ τῶν ἐναντίων ἀμφοτέρας τὰς κινήσεις, τὴν μὲν ἐξ αὐτοῦ τὴν δὲ εἰς αὐτό. φησὶν οὖν ὅτι οὐδὲ αὗται αἱ κινήσεις ἐναντίαι εἰσί, κἂν τὸ ἕτερον ἐστι τῶν ἐναντίων ἐν ᾧ θεωροῦνται· καὶ γὰρ ἐν οἷς, φησί, μὴ ἔστιν ἐναντίον ἴδοι τις ἂν μεταβολὰς μὲν ἐναντίας, κινήσεις δὲ οὔ, οἷον ἐν ἀνθρώπῳ κτλ. (p. 796,17. 19).

通过第一[部分]的这些论证,他反驳了第三种[方式],即把两种运动都设定在相反者的一方之中的方式,一种是从它出发,另一种是走向它。因此他说,即使它们在其中被观察到的那一方是相反者中的一者,这些运动也不是相反的;因为他说,在不存在相反者的地方,人们可能会看到相反的变化,但看不到运动,例如在人身上……(p. 796,17. 19)。

§9.29

Ὅπερ ὑπέσχεν ἐρεῖν νῦν ποιεῖ. ἐπεὶ γὰρ αἱ μεταβολαὶ οὐ μόνον ἐξ ἐναντίων γίνονται εἰς ἐναντία, ἀλλὰ καὶ εἰς τὰ μεταξύ (μεταβάλλει γὰρ τὸ λευκὸν οὐ μόνον εἰς τὸ μέλαν, ἀλλὰ καὶ εἰς τὸ φαιόν), καθά, φησί, μετέχει τοῦ ἐναντίου τὸ μεταξύ, κατὰ τοῦτο τὴν μεταβολὴν εἰς αὐτὸ ποιεῖται. πρὸ γὰρ ἑκατέρου, φησί, τῶν ἄκρων ἐναντίον πώς ἐστι τὸ μεταξύ·3 εἰ γὰρ μετέχει τῶν ἄκρων τὸ μεταξύ, οἷον τὸ φαιὸν λευκοῦ καὶ μέλανος, δῆλον ὅτι μεταβάλλει εἰς αὐτὸ τὸ λευκὸν οὐ καθὸ λευκοῦ μετέχει (οὐδὲν γὰρ αὐτὸ εἰς ἑαυτὸ μεταβάλλει), ἀλλὰ καθὸ τοῦ μέλανος.

他现在正在履行他承诺要讲的事情。因为既然诸变化不仅从相反者向相反者产生,而且也向居间者产生(因为白不仅向黑变化,而且也向灰色变化),他说,居间者在多大程度上分有相反者,就在这个限度上产生向它的变化。因为他说,比起两极端中的每一个,居间者在某种意义上是相反的;因为如果居间者分有两极端,例如灰色分有白和黑,很显然,白向它变化并非就其分有白而言(因为没有任何事物向其自身变化),而是就其分有黑而言。

语法注3 条
  1. 9.27μᾶλλον ἂν αἱ εἰς τἀναντία μεταβολαὶ ἐναντίαι ἂν ἦσαν ἢ αἱ ἐκ τοῦ ἐναντίου

    在结论分句中带有 ἄν 重叠的未完成过去时 ἦσαν 在此处语境中表示潜在或假设性的推论判断(“更应当是……”)。比较级结构 μᾶλλον … ἤ 对比了“走向相反者的变化”与“从相反者出发的变化”,指出前者更有资格被视为相反的变化。

  2. 9.28Διὰ τούτων τοῦ πρώτου ἐλέγχει τὸν τρίτον

    τοῦ πρώτου 作为修饰 διὰ τούτων 的属格(“通过第一部分的这些[论据/文句]”),宾格 τὸν τρίτον 则指代前文(§9.26)中提到的“四种方式(τῶν δʹ τρόπων)”中的“第三种方式”。

  3. 9.29πρὸ γὰρ ἑκατέρου, φησί, τῶν ἄκρων ἐναντίον πώς ἐστι τὸ μεταξύ

    介词 πρό 在此处不仅是空间或时间意义上的,而是带有比较和对应的含义(“比起/对照两极端中的每一个”)。它引出下文的论证:中间者由于分有对立极端的性质,因而在相对意义上对每一个极端都构成相反者。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:857.6-858.23