← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§855.16-857.4

连续性的检验与运动单一性的条件

菲洛波诺斯梳理了相继、接触等概念如何服务于连续性的检验和对“单一运动”的探究,解释了运动为一在属、种和数上的区分,动作者基底依自身的单一性,以及真正的单一运动所要求的均匀性与完全性条件。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.15

Ἤτοι φύσει, ὡς τὰ στοιχεῖα ἐφεξῆς ἀλλήλων1 κατὰ τὴν φυσικὴν ὑπόθεσιν, τῷ πυρὶ μὲν ὁ ἀήρ, τούτου δὲ τὸ ὕδωρ, τούτῳ δὲ ἡ γῆ, καὶ πάλιν ἐφεξῆς τοῦ γένους τὸ εἶδος.

或是依本性而言,例如诸元素按照自然学的假设依次相继——气相继于火,水相继于气,土相继于水——又如种相继于属。

§9.16

Τοῖς Πυθαγορείοις ἐγκαλεῖ λέγουσι τὴν στιγμὴν μονάδα θέσιν κτλ. (p. 792,26. 793,3) λεγομένης, εἴπερ κατὰ τὰ ἄκρα ἅπτονται τὰ ἁπτόμενα, ἄκρον δὲ στιγμῆς οὐκ ἔστιν, ἀλλ’ ἀντὶ τοῦ ἐφαρμόζειν τῷ ἅπτεσθαι ἐχρήσατο.

他指责那些说点是具有位置的单子的毕达哥拉斯派等等(p. 792,26. 793,3)……被说,如果接触的事物确实是在端点相接触,而点并没有端点,但是他用“接触”代替了“契合”。

§9.17

Τῶν ἀπηριθμημένων ὀνομάτων καὶ διωρισμένων τὰ μὲν αὐτῷ συμβάλλεται εἰς τὸ δεῖξαι τίς ποτέ ἐστιν ἡ κυρίως μία κίνησις, τὰ δὲ εἰς τὸ δεῖξαι ὅτι τὸ συνεχὲς οὐκ ἐξ ἀμερῶν σύγκειται, οἷον οὔτε γραμμὴ ἐκ τῶν σημείων οὔτε χρόνος ἐκ τῶν νῦν οὔτε [ἡ] κίνησις ἐκ κινημάτων. νῦν οὖν ζητεῖ ποία ἐστὶ μία κυρίως κίνησις, καί φησιν ὅτι πολλαχῶς ἡ μία λέγεται κίνησις, ἐπειδὴ καὶ τὸ ἓν πολλαχῶς [καὶ τὸ μία]. τὸ δὲ ἓν τριχῶς λέγεται, ἢ γένει ἢ εἴδει ἢ ἀριθμῷ· καὶ ἡ μία οὖν κίνησις τριχῶς ἂν λέγοιτο.

在列举和定义了的名词中,有些对于他来说有助于表明严格意义上的为一的运动是什么,另一些则有助于表明连续体不是由无部分者组成的,例如线不是由点组成的,时间不是由诸“现在”组成的,运动也不是由诸运动元组成的。因此现在他探讨哪种运动在严格意义上是一,并且他说,运动被称为一是有多种含义的,因为一也有多种含义。而一有三种说法:或在属上,或在种上,或在数上;因此,一个运动也可以有三种说法。

§9.18

Ὅτι τὸ μὲν ἐφεξῆς καὶ τὸ μεταξὺ ἐν τοῖς ἔχουσι θέσιν καὶ ἐν τοῖς μὴ ἔχουσι, τὰ δὲ λοιπὰ ἐν τοῖς ἔχουσι μόνον.

意思是:“相继”与“居间”既存在于具有位置的事物中,也存在于不具有位置的事物中,而其余的则仅存在于具有位置的事物中。

§9.19

Τουτέστι κατὰ τὸ εἶδος τῆς κατηγορίας· αἱ γὰρ ὑπὸ τὴν αὐτὴν κατηγορίαν ἀναγόμεναι ἕν εἰσι τῷ γένει.

也就是说,按照范畴的种;因为归属于同一范畴的事物在属上是一。

§9.20

Ὅτι δεῖ πάντως ἓν εἶναι τὸ κινούμενον, καὶ ἓν καθ’ αὑτὸ καὶ οὐ κατὰ συμβεβηκός. ἓν δὲ τὸ κινούμενον γίνεται οὐ καθ’ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκός, εἰ ὁ Κορίσκος ἅμα βαδίζοι καὶ μελαίνοιτο. οὐδὲ γὰρ κτλ. (p. 794,2. 4) διότι συμβέβηκε τὸν Κορίσκον λευκὸν εἶναι. οὐ δεῖ οὖν ἓν κατὰ συμβεβηκός, ἀλλὰ καθ’ αὑτό, εἶναι τὸ ὑποκείμενον.

意思是:被运动的事物必须完全是一,而且是依自身为一而非依偶性为一。而被运动的事物若不是依自身而是依偶性为一,就会是如果科里斯库斯同时在走路又在变黑。“因为既不……”等等(p. 794,2. 4),是因为科里斯库斯恰好是白的。因此底层事物不应当是依偶性为一,而应当是依自身为一。

§9.21

Τουτέστιν εἰ μὲν δύο αἱ ἕξεις αἱ πάλιν καὶ πάλιν γινόμεναι, δι’ αὐτὸ τοῦτο καὶ αἱ κινήσεις αἱ ἀπὸ τῶν ἕξεων δύο εἰσὶ καὶ αὐταὶ ἐξ ἀνάγκης· τοῦτο γὰρ προσληπτέον ἔξωθεν, εἶτα ἀπὸ ἄλλης ἀρχῆς καὶ ἐκληπτέον ἀπὸ κοινοῦ πάλιν τὸν ‘εἰ’ σύνδεσμον,2 ἵν’ ᾖ ὁ λόγος ‘ὡς εἰ τῷ ἀριθμῷ μία, καὶ τὰς ἕξεις ἀνάγκη’. δηλοῖ δὲ ὅτι ὥσπερ εἰ τῷ ἀριθμῷ μία ἡ κίνησις ἡ προτέρα τῇ ὑστέρᾳ, καὶ τὰς ἕξεις τὰς πάλιν καὶ πάλιν μίαν εἶναι ἀνάγκη, οὕτως εἰ δύο αἱ ἕξεις οὐ μία, καὶ ἡ κίνησις ἡ πάλιν καὶ πάλιν δύο καὶ οὐ μία.

也就是说,如果反复产生的诸状态是两个,正因如此,来自这些状态的诸运动本身也必然是两个;因为这一点必须从外部补足,然后从另一个起点出发,并且必须再次共通地取连词“如果”,以便使文句成为“正如如果是在数上为一,诸状态也必然[为一]”。他表明,正如如果先前的运动在数上与后来的运动为一,那么反复产生的诸状态也必须为一,同样,如果诸状态是两个而不是一个,反复产生的运动也是两个而不是一个。

§9.22

Εἰπὼν τίς ποτέ ἐστιν ἡ τέλειος κυρίως κίνησις, ὅτι ἡ ἀπὸ τοῦ αὐτοῦ κατὰ τὸ αὐτὸ εἶδος καὶ ἐν τῷ αὐτῷ χρόνῳ, ἐπειδὴ δοκεῖ αὐτῷ ἐλλιπῶς ἀποδεδόσθαι ὁ λόγος, προστίθησιν ἑτέρους προσδιορισμούς, ὅτι δεῖ τὴν ὄντως μίαν κίνησιν πρὸς τοῖς εἰρημένοις καὶ ὁμαλὴν εἶναι καὶ τελείαν. τελεία δέ ἐστιν ἡ ἐπὶ τὸ τέλειον εἶδος ἄγουσα ἐφ’ ὃ ἐπείγεται καὶ μὴ διακοπτομένη, οἷον ἵνα τὸ λευκαινόμενον μὴ πρότερον παύσηται κινούμενον ἄχρις ἂν τὸ τέλειον εἶδος τῆς λευκότητος καταλάβῃ. ὥσπερ γὰρ ὁ ἀτελὴς ἄνθρωπος οὐδ’ ὅλως ἐστὶν ἄνθρωπος (εἰ δὲ ἄνθρωπος οὐκ ἔστι, πῶς ἂν εἴη ἄνθρωπος εἷς;), οὕτω καὶ ἐπὶ κινήσεως ἡ μὴ τελεία οὐδ’ ἂν μία εἴη. τὸ γὰρ τέλειον καὶ ὅλον καὶ ἓν εἰώθαμεν καλεῖν, ὡς τὸν τέλειον ἄνθρωπον ἕνα ἄνθρωπον, τὸ μέντοι ἀτελὲς τοῖς μορίοις τοῦ ἑνὸς ὀνομάζομεν, οἷον τὸ ἀτελὲς ἱμάτιον ἥμισυ τυχὸν ἤ τι τοιοῦτον, ὡς τοῦ ἑνὸς τῷ τελείῳ ἁρμόττοντος·3 τὸ γὰρ ὅλον καὶ ἓν καὶ τέλειον τῷ εἰδοπεποιημένῳ προσῆκεν.

在说明了何种运动在严格意义上是完全的,即来自同一者、按照同一形式且在同一时间中的运动之后,既然这一界说在他看来显得不够完备,他便增加了其他的限定:真正为一的运动除了上述条件之外,还必须既是均匀的又是完全的。完全的运动是指引向它所急趋的完全形式且不被中断的运动,例如,使得正在变白的事物在获得白色的完全形式之前不停止运动。因为正如不完全的人根本就不是人(如果不是人,又怎会是一个人?),所以在运动上也是如此,不完全的运动甚至也不会是一。因为我们习惯于把完全的东西称为整体的和一,正如把完全的人称为一个人一样;而不完全的,我们则用一的各个部分来命名,例如把不完全的斗篷称为可能是一半或类似的东西,因为一适合于完全者;因为整体、一和完全属于已被赋予形式者。

语法注3 条
  1. 9.15ἐφεξῆς ἀλλήλων

    副词 ἐφεξῆς 通常支配与格(如后文的 τῷ πυρί, τούτῳ 等),但在本句中它支配属格 ἀλλήλων,意为“彼此相继”。紧接着出现的 τῷ πυρὶ μὲν ὁ ἀήρ 转为了与格结构,反映了该副词可以支配属格或与格的双重用法。

  2. 9.21τοῦτο γὰρ προσληπτέον ἔξωθεν, εἶτα ἀπὸ ἄλλης ἀρχῆς καὶ ἐκληπτέον ἀπὸ κοινοῦ πάλιν τὸν ‘εἰ’ σύνδεσμον

    菲洛波诺斯解释了解读亚里士多德极简省文句(228a13–15)所需的句法步骤。他指出前句的归结(诸运动也必然是两个)必须“从外部补足(προσληπτέον ἔξωθεν)”,接着在下一个分句中必须“共通地(ἀπὸ κοινοῦ)”再次补入条件连词 εἰ,以重构对偶的论证逻辑。

  3. 9.22ὡς τοῦ ἑνὸς τῷ τελείῳ ἁρμόττοντος

    带 ὡς 的属格独立结构,用作说明前述命名习惯的主观依据或原因:“一”切合于“完全者”,因此不完全的事物不被称为整体意义上的“一”,而是被冠以“一半”等部分的名称。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:855.16-857.4