- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:853.29-855.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
约安·斐洛庞劳解释说,运动之运动以及相反运动的共存依偶性而言是可能的,并且程度差异(更多或更少)的转变同样属于相反者之间的变质。
Καθ’ αὑτὸ μέν, φησίν, οὔτε κινήσεως εἶναι κίνησιν ἐνδέχεται, οὔτε ἅμα τὸ αὐτὸ τὰς ἐναντίας κινεῖσθαι, κατὰ συμβεβηκὸς δέ, φησίν, ἐνδέχεται. οἷον ὁ αὐτὸς ἄνθρωπος ἀναμιμνησκόμενος θεωρήματός τινος κατὰ τὸν αὐτὸν χρόνον ἄλλου ἐπελάθετο· λέγεται οὖν οὗτος ἐξ ἀναμνήσεως εἰς λήθην μεταβάλλειν, ἀλλ’ οὐ καθ’ αὑτό· οὐ γὰρ καθὸ ἀνεμνήσθη, διὰ τοῦτο καὶ ἐπελάθετο, οὐδὲ ἡ ἀνάμνησις αὕτη ἐπὶ λήθῃ ἐγένετο,1 ἀλλ’ ὅτι συμβέβηκεν τὸν αὐτὸν ἅμα κατὰ τὸν αὐτὸν χρόνον ἄλλου μὲν μιμνῄσκεσθαι ἄλλου δὲ ἐπιλαθέσθαι.
他说,依自身而言,既不可能存在运动的运动,同一样事物也不可能同时进行相反的运动;但是他说,依偶性而言,这是可能的。例如,同一个人在回忆起某个定理的同时,忘记了另一个定理;因此据说这人从回忆转变为遗忘,但并非依自身;因为并不是在他回忆的范围内他才因此也遗忘,这一回忆也不是为了遗忘而产生的,而是因为同一个人恰好同时在同一时间回忆起一件事而忘记了另一件事。
Τοῦτο οὐχ ὡς ἀναγκαῖον εἰς τὴν ἀπόδοσιν προσέθηκεν, ἀλλ’ ὡς ἑπόμενον· τὸ γὰρ κινούμενον τινὶ κινήσει καὶ τὴν ἐναντίαν ποτὲ κίνησιν κινηθήσεται, ὁμοίως δὲ καὶ τὸ ἠρεμοῦν τινὶ ἠρεμίᾳ καὶ τὴν ἐναντίαν ποτὲ ἠρεμήσει. ἐναντίαι δὲ ἠρεμίαι αἱ εἰς τοὺς ἐναντίους τόπους γινόμεναι· διὰ γὰρ τὴν τῶν τόπων ἐναντιότητα καὶ αἱ κινήσεις καὶ αἱ ἠρεμίαι ἐναντίαι.
他添上这一点并非作为归结所必需的,而是作为伴随而来的结论;因为以某种运动被运动的事物,在某个时候也将以相反的运动被运动;同样,以某种静止处于静止的事物,在某个时候也将以相反的静止处于静止。相反的静止是在相反处所中产生的那些静止;因为由于处所的相反性,运动与静止也都是相反的。
Τουτέστι δεῖ ἐν τῇ γινομένῃ γενέσει ἢ κινουμένῃ κινήσει εἶναι μέν τι τὸ ὑποκείμενον, εἶναι δέ τι καὶ τὸ ἐξ οὗ καὶ τὸ εἰς ὅ· διάφορα γὰρ τὰ τρία. γράφει δὲ καὶ οὕτως ὁ Ἀλέξανδρος· δεῖ γὰρ εἶναί τι τὴν τοῦδε ἐκ τοῦδε εἰς τόδε κίνησιν μὴ κίνησιν,2 ἵνα ᾖ τὸ εἰρημένον ὅτι δεῖ εἶναί τι πέρας τῆς κινήσεως τοῦ ὑποκειμένου τῆς ἀπὸ τοῦδε ἐπὶ τόδε, τοῦτο δὲ εἶναι μὴ κίνησιν· ἄλλο γὰρ δεῖ εἶναι τὸ πέρας ἐφ’ ὃ ἄγει ἡ κίνησις παρ’ αὐτὴν τὴν κίνησιν.
也就是说,在生成的生成或被运动的运动中,一方面必须有某种作为底层的东西,另一方面也必须有某种起点和终点;因为这三者是不同的。亚历山大也这样写道:“因为对于这一〔底层〕从这一〔起点〕到这一〔终点〕的运动而言,必须有某种非运动的东西存在”,其意是说,底层从这一〔起点〕到这一〔终点〕的运动必须有某种限度,而这〔限度〕是非运动;因为运动所导向的限度必须是除运动本身之外的另一事物。
Ἐπειδὴ πολλάκις ἡ μεταβολὴ γίνεται οὐχ ἁπλῶς ἐπὶ τὰ ἐναντία, ἀλλ’ οἷον ἐπὶ τὸ αὐτὸ εἶδος μᾶλλον ἢ ἧττον (ὁ γὰρ σκιατραφούμενος λευκότερος γίνεται, καιόμενος δὲ ὑπὸ ἡλίου μελάντερος), ἵνα οὖν μή τις ἀπορήσῃ πρὸς αὐτόν, ὅτι ‘ὅταν τὸ ἧττον λευκὸν εἰς τὸ μᾶλλον λευκὸν μεταβάλοι καὶ τὸ μᾶλλον εἰς τὸ ἧττον, ποία ἐστὶν αὕτη ἡ κίνησις;’ φησὶν ὅτι καὶ αὕτη ἀλλοίωσίς ἐστι. πᾶσα γὰρ ἀλλοίωσις ἐξ ἐναντίου εἰς τὸ ἐναντίον ὑπάρχει ἢ ἁπλῶς ἢ πῇ. ἁπλῶς μὲν ὅταν ἐκ τοῦ ἄκρου εἰς τὸ ἄκρον, πῇ δὲ ὅταν εἰς τὰ μεταξὺ καὶ πῇ ἐναντία. εἴρηται δὲ καὶ ἀνωτέρω ὡς καὶ εἰς τὰ μεταξὺ ὡς [ἡ] ἐναντία γίνεται ἡ κίνησις, τὰ δὲ μεταξὺ μᾶλλον ἢ ἧττόν εἰσι πρὸς τοῖς ἐναντίοις. ἡ οὖν εἰς τὸ μᾶλλον λευκὸν μεταβολὴ εἰς τὸ πῃ ἐναντίον μετέβαλε· μέλαν 〈γάρ〉 ἐστι τὸ ἧττον λευκόν. πῇ οὖν μέλαν καὶ οὐχ ἁπλῶς· καὶ γὰρ ὡς πρὸς τὸ ἄκρον μέλαν λευκόν ἐστιν.
既然变化往往并非单纯地走向相反者,而是可以说是走向同一形式的更多或更少(因为在树荫下长大的人变得更白,而在阳光下晒着的人变得更黑),因此,为了不让人向他提出疑难说:“当较不白的转变为较白的,且较白的转变为较不白的时,这是哪一种运动?”,他说这也是变质。因为一切变质都是从相反者到相反者,无论是在单纯意义上还是在某种意义上:单纯意义上是指从一个极端到另一个极端,而在某种意义上是指走向中间物,即在某种意义上的相反者。前面也说过,走向中间物如同走向相反者一样发生运动,并且中间物相对于相反者而言是更多或更少。因此,向更白的变化乃是向某种意义上的相反者的转变;因为较不白的乃是黑的。因此它是在某种意义上是黑的,而非单纯如此;因为与极端的黑相比,它是白的。
Τὸ λευκόν, φησί, μᾶλλον λευκὸν γινόμενον ἐκ τοῦ πῇ ἐναντίου μεταβάλλει, τοῦ μέλανος· τὸ γὰρ ἧττον λευκὸν τῷ μετέχειν τοῦ ἐναντίου ἐστὶν ἧττον. ἐὰν δὲ εἰς τὸ ἧττον λευκὸν μεταβάλλῃ, εἰς τὸ ἐναντίον ποιεῖται τὴν μεταβολήν. τοῦτο δὲ εἶπον διότι τῷ πλεονάζειν τὸ λευκὸν κτλ. (p. 791,17. 20) ἐκ τοῦ ἐναντίου. οὐδὲν 〈γὰρ〉 διαφέρει, φησίν, εἰς τὸ ἐναντίον εἶναι τὴν μεταβολήν, κἄν τε εἰς τὸ ἁπλῶς ἐναντίον μεταβάλλῃ κἄν τε εἰς τὸ πῇ ἐναντίον.
他说,白在变得更白时,是从某种意义上的相反者即黑转变而来;因为较不白之所以较少,是通过分有相反者。如果它向较不白转变,它就是向相反者进行转变。我说这一点是因为白由于过剩……从相反者……等等(p. 791,17. 20)。他说,转变是走向相反者并无差别,无论它是走向单纯意义上的相反者,还是走向某种意义上的相反者。
Τοῦτο εἶπε δεικνὺς ὅτι δυνατὸν τοῦ χρόνου μηδὲν διαλείπειν διαλείποντα τοῦ πράγματος,3 ὡς εἴ τις κτλ. (p. 792,3. 9).
他说这话是为了表明,在事物上有间隔的同时,在时间上没有任何间隔是可能的,犹如某人等等(p. 792,3. 9)。
Ἀπὸ κοινοῦ τὸ διαλεῖπον. διαλείπει γὰρ ἡ τῶν μεταξὺ χορδῶν ἀπήχησις· καὶ γὰρ οἱ βαδίζοντες οὐ.... τοῦ ἐδάφους, ἀλλ’ ὑπερβαίνουσι μετεώρους τοὺς πόδας ποιοῦντες.
“留下间隔”是共通补足的。因为中间各弦的发声留下了间隔;走路的人也不……地面,而是把脚悬空迈过去。
Ἐπεὶ εἶπεν ἀνωτέρω “ἔσχατον τῆς μεταβολῆς τὸ ἐναντίον”......... κατὰ τόπον ἐναντίον, ὁρίζεται τοῦτο ἐνταῦθα.
既然他前面说过“变化的终点是相反者”,……按照处所的相反者,他在此对这一点作了定义。
- 9.7οὐδὲ ἡ ἀνάμνησις αὕτη ἐπὶ λήθῃ ἐγένετο
介词短语 ἐπὶ λήθῃ 被理解为表示目的或结果(“为了遗忘”),表明回忆本身并不是为了产生遗忘或者以遗忘为目的而发生的。
- 9.9δεῖ γὰρ εἶναί τι τὴν τοῦδε ἐκ τοῦδε εἰς τόδε κίνησιν μὴ κίνησιν
引自亚历山大的异读。在受 δεῖ 支配的“宾格加不定词”结构中,核心是 εἶναί τι μὴ κίνησιν(“必须有某种非运动存在”),而 τὴν τοῦδε ἐκ τοῦδε εἰς τόδε κίνησιν 作为关系宾格(“关于这底层从这一起点到这一终点的运动”)或主语宾格结合在一起。注解者紧接着的转述(πέρας τῆς κινήσεως)表明,运动所朝向的限度必须是区别于运动本身的非运动。
- 9.12διαλείποντα τοῦ πράγματος
在构词与句法上,分词 διαλείποντα 是与不定式 διαλείπειν 省略的不定人称主语(τινά,参紧接的 ὡς εἴ τις)一致的阳性单数宾格状语分词(表让步,“尽管留下了间隔”),与前面的 τοῦ χρόνου μηδὲν διαλείπειν 形成对比。τοῦ πράγματος 则是动词 διαλείπω 所要求的限定属格(“在事物方面”)。
