- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:852.4-853.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞奴斯注解了《物理学》第五卷开篇(224b6–225b22),阐明了亚里士多德关于运动仅在被运动之物中而不在形式或处所本身的论证,并分析了变化的两个端点(存在与非存在、生成与变质、质料与缺失的存在论状态)。
Εἰπὼν ὅτι “οὔτε κινεῖ οὔτε κινεῖται τὸ εἶδος ἢ ὁ τόπος ἢ τὸ τοσονδί”, τοῦτο αὐτὸ διὰ τοῦτο κατασκευάζει. διάφορα γάρ ἐστι, φησί, τό τε κινοῦν καὶ τὸ κινούμενον καὶ τὸ εἰς ὃ ἡ κίνησις. εἰ τοίνυν τὸ εἰς ὃ ἡ κίνησις διαφέρει τοῦ κινουμένου, οὐκ ἄρα ἐστὶ κινούμενον. εἰ δὲ τοῦτο, οὐκ ἐν αὐτῷ ἄρα ἡ κίνησις. δέδεικται δὲ ἐν τῷ τρίτῳ ὅτι οὐδὲ ἐν τῷ κινοῦντι, μόνως ἄρα ἐν τῷ κινουμένῳ. εἶτα ἐπειδὴ τῶν τριῶν μόνων ἐμνήσθη, τοῦ κινοῦντος καὶ τοῦ κινουμένου καὶ τοῦ εἰς ὃ ἡ κίνησις, τὸ δὲ ἐξ οὗ ἡ κίνησις παρῆκεν (πρόδηλον γὰρ τὸ κατὰ τὸν χρόνον· ἔξωθεν γὰρ τοῦ πράγματος ὁ χρόνος), λέγει ὅτι εἰκότως παραλέλειπται τὸ ἐξ οὗ· μᾶλλον γὰρ ἄν τις ὑποπτεύσειεν εἶναι τὴν κίνησιν ἐν τῷ εἰς ὃ ἢ ἐν τῷ ἐξ οὗ. ἀμέλει καὶ αὐτοὶ ἐκ τοῦ τέλους καὶ τοῦ εἰς ὃ 〈μᾶλλον〉 ὀνομάζομεν ἢ 〈ἐκ〉 τοῦ ἐξ οὗ, οἳ τὴν ἐπὶ φθορὰν κίνησιν φθορὰν λέγομεν καὶ εἰς τὸ μὴ ὂν μεταβολήν, καίτοι ἐξ ὄντος ἐστί, καὶ πάλιν τὴν εἰς τὸ ὂν μεταβολὴν ἐκ τοῦ ὄντος μᾶλλον προσαγορεύομεν γένεσιν καλοῦντες καὶ εἰς ὂν μεταβολήν, καίτοι ἐκ μὴ ὄντος ἐστίν. εἰ τοίνυν μᾶλλον ἐν τῷ εἰς ὃ ὑποπτευθῇ ἡ κίνησις ἢ 〈ἐν〉 τῷ ἐξ οὗ, δέδεικται δὲ ὅτι οὐκ ἐν τούτῳ, σχολῇ γε ἐν τῷ ἐξ οὗ ἂν εἴη.1
在说了“形式、处所和如此之量既不运动也不被运动”之后,他通过以下理由确立了这一点。因为他说,运动者、被运动者以及运动之终点是彼此不同的。那么,如果运动之终点不同于被运动者,它就不是被运动者。如果这样,运动也就不在其中。而且在第三卷中已经证明,运动也不在运动者之中,因此它唯独在被运动者之中。随后,既然他只提到了这三者,即运动者、被运动者和运动之终点,而忽略了运动之起点(因为时间方面的因素是显而易见的;时间在事物之外),他说起点被略去是理所当然的;因为人们更可能怀疑运动是在终点之中,而非在起点之中。事实上我们自己也多从终结和终点来命名,而非从起点,我们把趋向毁灭的运动称为“毁灭”和“向非存在的转变”,尽管它是从存在出发的;并且我们把向存在的转变更多地从存在来称呼,称之为“生成”和“向存在的转变”,尽管它是从非存在出发的。因此,如果说运动更有可能被怀疑是在终点中而非在起点中,并且已经证明它不在终点中,那么它就更不可能在起点中了。
Εἴδη μέν, ὡς ἐπὶ γενέσεως (ἀδιαφόρως γὰρ ἀντὶ τῆς μεταβολῆς τῷ τῆς γενέσεως ἐχρήσατο ὀνόματι), παράδειγμα δὲ τῶν εἰδῶν τὴν ἐπιστήμην εἶπεν· εἴρηται γὰρ ἐν τῷ Περὶ ψυχῆς ὅτι γενέσει μᾶλλον ἀναλογοῦσιν αἱ ἐπὶ τὴν ἐπιστήμην ὁδοὶ ἢ ἀλλοιώσει. λέγοι δ’ ἂν εἴδη καὶ ὡς ἐπὶ αὐξήσεως (εἰς εἶδος γάρ τι τελευτᾷ ἡ αὔξησις), πάθη δὲ ὡς ἐπὶ ἀλλοιώσεως.
所谓“形式”,是指在生成的情况下的形式(因为他不加区分地用“生成”之名代替了“转变”),而他提到知识作为形式的例子;因为在《论灵魂》中说过,通向知识的途径更类似于生成而非变质。他也可以指增大的情况下的“形式”(因为增大终止于某种形式),而“性质”是指变质的情况。
Ἐν ἅπασι μέν, τουτέστι τοῖς εἴδεσι κτλ. (p. 788,14. 18).
“在一切之中”,也就是在诸形式之中,等等(p. 788,14. 18)。
Τουτέστι κατά τι τῶν συμβεβηκότων· ἢ γὰρ κατὰ ποσὸν ἢ κατὰ ποιότητα ἢ κατὰ τόπον.
也就是按照偶性的某种;因为要么是按照量,要么是按照质,要么是按照处所。
Εἴρηται ἐν τῷ πρώτῳ ταύτης τῆς πραγματείας, ὅτι τῶν ὄντων τὰ μὲν καὶ καθ’ αὑτὸ ἔστι καὶ κατὰ συμβεβηκός, ὡς τὸ εἶδος (μόνως γάρ ἐστι τοῦτο ὄν, οὐδαμῶς δὲ μὴ ὄν), τὰ δὲ καθ’ αὑτὸ μὲν ἔστι κατὰ συμβεβηκὸς δὲ οὐκ ἔστιν, ὡς ἡ ὕλη. ἔχει μὲν γὰρ ὑπόστασιν καὶ αὕτη καὶ τῶν ὄντων ἐστί (κἂν γὰρ λέγωμεν αὐτὴν ἁπλῶς μὴ ὄν, οὐ τὸ μηδαμῇ μηδαμῶς ὂν κατηγοροῦμεν αὐτῆς), ἀλλ’ ἐπεὶ μηδὲν ἔχει κατ’ ἐνέργειαν εἶδος, κατὰ τοῦτο λέγεται ἁπλῶς μὴ ὄν. ἔστιν οὖν ἡ ὕλη καθ’ αὑτὸ μὲν ὄν, κατὰ συμβεβηκὸς δὲ μὴ ὂν τῷ μετέχειν στερήσεως. ταύτῃ οὖν καὶ ἡ ὕλη κατὰ συμβεβηκὸς μὴ ὄν· συνέβη γὰρ αὐτῇ τῆς στερήσεως μετέχειν, ἥτις καθ’ αὑτὸ μὴ ὄν ἐστι κατὰ συμβεβηκὸς δὲ ὄν, ἥτις συνέβη τῇ ὕλῃ. ὅτι δὲ κατὰ συμβεβηκὸς ἔχει τὴν στέρησιν ἡ ὕλη, δῆλον· οὐ γὰρ ἄν ποτε εἶδος ἐδέξατο, εἰ καθ’ αὑτὸ ὑπῆρχεν ἡ στέρησις αὐτῇ. τούτων οὖν οὕτως ἐχόντων, καὶ τῆς ὕλης καθ’ αὑτὸ μὲν οὔσης ὂν κατὰ συμβεβηκὸς δὲ μὴ ὄν, ἔμελλέ τις ἀπορεῖν πρὸς αὐτόν· εἰ κατὰ κτλ. (p. 789,11. 19) γίνεσθαι. ὑπερβατῶς δὲ ἀναγνωστέον2 ἀλλ’ ὅμως ἀληθὲς εἰπεῖν ὅτι ὑπάρχει τὸ μὴ ὂν ἁπλῶς κατὰ τοῦ γινομένου.
在本论著的第一卷中已经说过,在存在者之中,有些既依自身存在又依偶性存在,如形式(因为唯独这才是存在,决非非存在);而有些依自身存在但依偶性不存在,如质料。因为质料也具有实在性且属于存在者(因为即便我们说它单纯是非存在,我们所断言于它的也并非在任何方面以任何方式均不存在者),但既然它在现实中不具有任何形式,依此它被称为单纯的非存在。因此,质料依自身是存在,但通过分有缺失而在偶性上是非存在。因此在这一点上,质料也是依偶性的非存在;因为分有缺失发生在它身上,而缺失依自身是非存在,但由于发生在质料身上而依偶性是存在。而质料在偶性上具有缺失是显而易见的;因为如果缺失依自身属于它,它就决不会接受形式。因此,既然这些情况是这样,并且质料依自身是存在但依偶性是非存在,有人便会向他提出疑难:如果按照等等(p. 789,11. 19)生成。但应当倒置地阅读为:“然而说单纯的非存在属于生成之物仍然是真实的。”
Ὧι γὰρ συμβέβηκε τὸ νοσεῖν, οὗτος εἰς ὑγείαν μεταβάλλει, οὐκ αὐτὸ τὸ νοσεῖν.
因为生病这件事发生在谁身上,就是谁向健康转变,而不是生病本身在转变。
- 9.1σχολῇ γε ἐν τῷ ἐξ οὗ ἂν εἴη
短语 σχολῇ γε 搭配带 ἄν 的祈愿语气,是一种表示更强否定推论(a fortiori,“更不可能……”、“决不会……”)的习惯用法。既然运动在更有可能被怀疑的“终点”(τὸ εἰς ὅ)中已被否定,那么它在“起点”(τὸ ἐξ οὗ)中的存在就更被坚决排除了。
- 9.5ὑπερβατῶς δὲ ἀναγνωστέον
副词 ὑπερβατῶς 指词序倒置(hyperbaton)。它指示读者在解读亚里士多德文本(约225a27处)复杂的句法时,应将语序重新调整为:ἀλλ’ ὅμως ἀληθὲς εἰπεῖν ὅτι ὑπάρχει τὸ μὴ ὂν ἁπλῶς κατὰ τοῦ γινομένου(“然而说单纯的非存在属于生成之物仍然是真实的”)。
