← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§849.17-851.18

圆周运动的均匀性与物体及动力的有限性

菲洛波诺斯注解了《物理学》卷八第9章末尾至第10章的内容,审视了圆周运动的均匀性以及早期学者关于位置运动的优先性,阐发了有限物体不能具有无限能力、无限物体亦不能具有有限能力的几何证明,并讨论了磁石与抛体运动的相继传递机制。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.144

" Ὥστε διὰ τὸ ἔξω εἶναι." Ἐπειδὴ τὸ κέντρον ἔξω ἐστὶν τῆς περιφερείας, τὸ δὲ κινούμενον ἐπὶ τῆς περιφερείας κινούμενον οὐδέποτε ἥξει πρὸς τὸ κέντρον, οὐδέποτε ἄρα ἠρεμήσει.

“因此由于处于外部。” 既然中心处于圆周之外,而在圆周上运动之物在圆周上运动时绝不会到达中心,所以它绝不会静止。

§8.145

"Ἔτι δὲ καὶ ὁμαλῆ ἐνδέχεται τὴν κύκλῳ κίνησιν." Τὰ γὰρ ἐπ’ εὐθείας κινούμενα ὅσῳ μὲν ἐγγίζουσι τοῦ κατὰ φύσιν τόπου, ὀξύτερον κινεῖται, ἀφιστάμενα δὲ ἀμβλύτερον, ἀμβλύτερον δὲ καὶ ὀξύτερον κινούμενα ἀνωμάλως κινεῖται· τὰ δὲ κύκλῳ κινούμενα οὐδέποτε μᾶλλον καὶ ἧττον ὄντα ἐν τῷ κατὰ φύσιν τόπῳ * * * ἀλλ’ ἀεὶ μόνα ὁμαλῶς κινεῖται.

“而且圆周运动也可以是均匀的。” 因为在直线上运动之物越接近其天然处所,运动得越快,而离得越远,运动得越慢,而运动得较慢与较快之物是非均匀地运动的;但在圆周上运动之物绝不会更多或更少地处于天然处所中[……],而是唯有它们始终均匀地运动。

§8.146

Τὰς αἰτίας τῆς κινήσεως τούτων ἀποδιδόασιν τοῖς κατὰ τόπον κινοῦσιν, ὁ μὲν τῷ νῷ, ὁ δὲ νείκει καὶ φιλίᾳ, ὁ δὲ τῷ κενῷ.

他们将这些[运动]的原因归于那些按处所运动之物:有的归于理智,有的归于争斗与友爱,有的归于虚空。

§8.147

Τῶν ἄλλων κινήσεων δηλονότι· τὰς γὰρ ἀτόμους συγκρίνεσθαι μόνον ἢ διακρίνεσθαι1 καὶ οὕτω ποιεῖν γένεσιν καὶ φθοράν, καὶ παρὰ τὴν τοιάνδε αὐτῶν θέσιν ἀλλοιοῦσθαι τὰ πράγματα ἐξ αὐτῶν συγκείμενα, παρὰ δὲ τὴν προσθήκην ἢ τὴν ἀφαίρεσιν αὐξάνεσθαι καὶ μειοῦσθαι.

显而易见是其他运动的[原因];因为[他们主张]原子只是结合或分离,并以此产生生成与毁灭,由它们构成的诸事物根据它们的如此这般的排列而变质,并根据添加或减少而增减。

§8.148

Πλάτωνά φησιν.

他说的是柏拉图。

§8.149

Ὅτι τὸ ἀκίνητον αἴτιον ἓν ὂν καὶ τὸ αὐτό. — Ὅτι ἡ κατὰ τόπον, καὶ ταύτης ἡ κύκλῳ.

不动的原因是唯一且同一的。——处所[运动是第一的],而在此之中圆周运动[是第一的]。

§8.150

Ἐν χρόνῳ γὰρ πᾶσα κίνησις.

因为一切运动都在时间中。

§8.151

"Τὸ δὴ δ." Λαμβάνει τὸ β πρὸς τὸ α μείζονα λόγον ἔχον ἤπερ τὸ ε πρὸς τὸ δ, καί φησιν ὅτι εἰ τὸ μεῖζον κινούμενον ἐν πλείονι χρόνῳ κινεῖται καὶ ἔχει τὸ β πρὸς τὸ α μείζονα λόγον ἤπερ τὸ ε πρὸς τὸ δ, ἐν πλείονι χρόνῳ κινηθήσεται τὸ β τοῦ ε.2 ἀλλὰ μὴν τὸ β ἐν ἀπείρῳ· τὸ ε ἄρα ἐν πεπερασμένῳ κινηθήσεται ὑπὸ τοῦ δ. καὶ λαμβάνει τὸν ζ πεπερασμένον χρόνον * * * γίνεται ἡ τομὴ εἰς ἄνισα· εἰ γὰρ εἰς ἴσα τέμνοιτο τὸ β, οὐδὲν ἀδύνατον συνάγεται· ὡς γὰρ ἡ ὅλη τὴν ὅλην ἐν ἀπείρῳ, οὕτω καὶ τὸ τοῦ ᾱ μέρος τὸ ἴσον μέρος ἐκ τοῦ β ἐν ἀπείρῳ κινήσει.

“那么 Δ。” 他假定 Β 对 Α 的比例大于 Ε 对 Δ 的比例,并说如果运动的较大之物在较多时间内被运动,且 Β 对 Α 的比例大于 Ε 对 Δ 的比例,则 Β 将在比 Ε 更多的时间内被运动。但 Β 确实是在无限[时间]内[被运动];因此 Ε 将在有限[时间]内被 Δ 运动。并且他设定有限时间 Ζ[……]分割是按不相等的部分进行的;因为如果 Β 被分割为相等的部分,不会得出任何不可能的结论;因为正如整体在无限[时间]内运动整体,Α 的部分也同样将在无限[时间]内运动取自 Β 的相等部分。

§8.152

Ἀεί, φησί, τῇ δ̄ ἴσον μόριον προστιθεὶς καταναλίσκω τὸ ᾱ. ὁμοίως καὶ τὴν β ἀεὶ προστιθεὶς ἴσον τῆς ε.

他说:通过始终添加一个等于 Δ 的部分,我耗尽了 Α;同样也通过始终添加等于 Ε 的[部分]耗尽了 Β。

§8.153

Τουτέστι σφοδρότερον ὑπὸ τοῦ ἀπείρου πάσχειν ἢ ὑπ’ ἄλλου. εἰ δὲ σφοδρότερον, καὶ ἐν ἐλάττονι χρόνῳ ὑπ’ αὐτοῦ· ἐξ οὗ συνάγει μὴ εἶναι χρόνον ἐν ᾧ τὸ ἄπειρον κινεῖ.

也就是说,比起被别物,被无限者更强烈地受作用。但如果更强烈,也就被它在更少时间内[受作用];由此他得出结论:不存在无限者在其中运动的时间。

§8.154

Παντὶ πεπερασμένῳ προστιθεὶς δύναμαι ὑπερβάλλειν πᾶν πεπερασμένον καὶ ὡρισμένον μέγεθος, καὶ ἀφαιρῶν δύναμαι ἐλλιπέστερον ποιῆσαι παντὸς πεπερασμένου καὶ ὡρισμένου. ἐπεὶ οὖν ὥρισται ὁ ᾱ χρόνος, δύναμαι ἀεὶ ἀφαιρῶν ἀπὸ τοῦ αβ ποιῆσαι αὐτὸν ἴσον τοῦ ᾱ καὶ ἐνδεέστερον.

通过向任何有限之物添加,我能够超过每一个有限且被规定的大小,并且通过截取,我能够使其比每一个有限且被规定之物更为不足。因此,既然时间 Α 是被规定的,通过始终从 ΑΒ 中扣除,我能够使其等于 Α 且更为不足。

§8.155

"Καίτοι ἐνδέχεται ἐν ἐλάττονι." Εἰ καὶ ἐν ἐλάττονι μεγέθει, οἷον ἐν μικρῷ μολίβδῳ, ἔστι δύναμις πλείων μείζονος ξύλου, ἀλλ’ ἐὰν αὐξήσω τὸ ξύλον ἐκεῖνο ἔτι μᾶλλον, ποιήσω αὐτὸ τοῦ προκειμένου μολίβδου μείζονα ἔχειν δύναμιν. ἐπεὶ οὖν ἀεὶ αὔξων οὐδέποτε ὑπερβάλλω τὸ ἄπειρον, ἀνάγκη πᾶσα καὶ τὴν ἐν αὐτῷ δύναμιν παντὸς πεπερασμένου μεγέθους ὑπερβάλλειν †τουδε ἄπειρον.

“尽管在较小者中是可能的。” 即使在较小的大小中,例如在小块铅中,存在比在较大木材中更多的能力,但如果我将那块木材增加得更多,我将使其拥有比所论之铅更大的能力。因此,既然即便始终增加我也绝不会超过无限者,那么在它[无限者]之中的能力也完全必然超过每一个有限的大小[……]。

§8.156

Ἀντιστρέφει γὰρ ὑπεναντίως ὁ χρόνος τῇ δυνάμει· ταύτης μὲν γὰρ αὐξομένης ὁ χρόνος μειοῦται, τοῦ δὲ χρόνου αὐξομένου ἐλαττοῦται ἡ δύναμις.

因为时间与能力成反比;因为当后者增加时,时间减少;而当时间增加时,能力减小。

§8.157

Ἡ γὰρ μαγνῆτις λίθος κινοῦσα τὸν σίδηρον ποιεῖ αὐτὸν κινεῖν τὸν σύνεγγυς αὐτοῦ, κἀκεῖνος τὸν ἐφεξῆς.

因为磁石在运动铁时,使它运动邻近于它的东西,而那个东西又运动接下来的东西。

§8.158

Ἢ γὰρ ἕν ἐστι τὸ κινοῦν ἢ ὠθοῦν ἢ καὶ ἀμφότερα ποιοῦν (δυνατὸν γὰρ ἕλκοντα πρότερον καὶ περιαγαγόντα τὸ ἑλκόμενον ἔμπροσθεν, οὕτως ὠθεῖν), ἢ πλείονα ἄλλο παρ’ ἄλλου ἐκδεχόμενον τὴν κίνησιν,3 ὡς ἐπὶ τῶν ῥιπτουμένων ἄλλον ἐξ ἄλλου ἀέρα δεχόμενον τὸν λίθον κινεῖν. τοῦτο δὲ ποιεῖν τὸ ὕδωρ ἢ τὸν ἀέρα διὰ τὸ εὐδιαίρετον. τὸ δὲ ἀλλ’ ὡς ἀεὶ κινούμενον, ὅτι οὐχ ὁμοίαν ἀεὶ κινεῖται κίνησιν ὅλον, ἀλλὰ τόδε μὲν τὸ μόριον ταχυτέραν ἄλλο δὲ βραδυτέραν.

因为要么运动之物是一个,或推或兼行二者(因为可以先拉,将所拉之物转到前面,然后这样推),要么有多个相继承接运动,如在被投掷之物的情况下,空气从另一个[空气]中接纳石头而运动它。而水或空气做这事是由于易于被分割。但所谓“而是作为始终被运动者”,是因为整体并非始终以相似的运动被运动,而是这一部分较快,另一部分较慢。

语法注3 条
  1. 8.147τὰς γὰρ ἀτόμους συγκρίνεσθαι μόνον ἢ διακρίνεσθαι

    带不定式的宾格句式,在语义上间接承接由 δηλονότι 所暗示的原子论者的学说。主语宾格 τὰς ἀτόμους 统摄 συγκρίνεσθαι、διακρίνεσθαι 与 ποιεῖν,随后的不定式 ἀλλοιοῦσθαι 及 αὐξάνεσθαι καὶ μειοῦσθαι 则以 τὰ πράγματα 为主语与之并列。

  2. 8.151ἐν πλείονι χρόνῳ κινηθήσεται τὸ β τοῦ ε

    带有比较属格 τοῦ ε 的结构,意为“Β 将在比 Ε 更多的时间内被运动”。主语为 τὸ β,而 τοῦ ε 依存于比较级 πλείονι。

  3. 8.158ἄλλο παρ’ ἄλλου ἐκδεχόμενον τὴν κίνησιν

    中性单数分词 ἐκδεχόμενον 在分配意义上(distributively)修饰前面的复数主语 πλείονα,表明多个运动者中的每一个依次从另一个那里接续运动。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:849.17-851.18