- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:84.1-85.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞评注了亚里士多德关于屈服于两种论证的论述(Bekker 187a1–187a2),批判性地讨论了柏拉图针对巴门尼德而引入非存在,以及色诺克拉底针对芝诺的二分法而假设不可分割的量度,并阐明了亚里士多德基于潜能与现实之区分所作出的解决。
" Τῷ μὲν ὅτι πάντα ἕν, εἰ τὸ ὂν ἓν σημαίνει, ὅτι ἔστι τὸ μὴ ὄν." Τῷ μὲν λόγῳ τοῦ Παρμενίδου, τῷ κατασκευάζοντι ὅτι πάντα ἕν ἐστιν ἐκ τοῦ λαμβάνειν πρότασιν τὴν λέγουσαν τὸ ὂν ἓν σημαίνειν, ἐνδεδώκασι, δέον εὐθὺς ἐνστῆναι1 τῇ προτάσει, καὶ ζητῆσαι πῶς λαμβάνουσιν ἓν σημαίνειν τὸ ὄν, καὶ διελεῖν τὸ ἓν ποσαχῶς λέγεται, καὶ δεῖξαι ὅτι κατ’ οὐδὲν τῶν σημαινομένων τοῦ ἑνὸς εὐοδεῖ αὐτοῖς ὁ λόγος, ὅπερ ἡμεῖς ἐποιήσαμεν. οἱ δὲ τούτῳ συγχωρήσαντες, τῷ συμπεράσματι ὅπερ ἀναγκαίως συνήγετο διεμάχοντο διὰ τοῦ ὑποτίθεσθαι εἶναι καὶ τὸ μὴ ὄν. εἴπομεν δὲ τὴν τοῦ Πλάτωνος ἔννοιαν, ὅτι ἐπειδὴ τὸ ὂν ὑπελάμβανεν αὐτοὺς λέγειν τὸ νοητόν, τὴν δὲ ὕλην εἶναι μὲν λέγει ὂν δὲ μὴ εἶναι, μᾶλλον δὲ καὶ τὰ αἰσθητὰ πάντα, διὰ τοῦτο καὶ ἓν εἶναι τὸ ὂν συνεχώρει, καὶ μὴ εἶναι τὰ πάντα ἓν διὰ τὸ εἶναι καὶ τὸ μὴ ὄν.
“一方面,[他们通过主张]非存在存在,[来屈服于]若存在表示一则万物为一[的论证]。” 对于巴门尼德通过采纳主张存在表示一的前提来确立万物为一的论证,他们屈服了;尽管他们本应立即反驳这一前提,探究他们是在何种意义上理解存在表示一,区分“一”有几种说法,并指出按照“一”的任何含义他们的论证都无法成立——而这正是我们所做的。然而他们承认了这一点,却通过假设非存在也存在,来与必然推导出的结论对抗。我们已经谈到了柏拉图的意图:既然他设想他们所说的“存在”是指理智对象,而他主张质料存在但不是存在者——或者说一切可感物也都是如此——因此他一方面承认存在是一,另一方面又因非存在也存在而认为并非万物为一。
"Τῷ δὲ τῆς διχοτομίας, ἄτομα ποιήσαντες μεγέθη." Ὅτι καὶ τῇ Ζήνωνος ἀπορίᾳ, δι’ ἧς κατεσκεύαζε καὶ ἓν εἶναι τὸ ὂν καὶ ἀκίνητον ἐκ τῆς ἐπ’ ἄπειρον τομῆς τῶν μεγεθῶν, κακῶς ἐνέδοσαν ψευδῶς ὑποθέμενοι μὴ εἶναι ἐπ’ ἄπειρον τὰ μεγέθη διαιρετά. ἐνδεδώκασι γὰρ ὅτι εἰ ἐπ’ ἄπειρον τὰ μεγέθη διαιρετὰ εἴη, μήτε κίνησιν εἶναι, μήτε εἶναί τι κυρίως ἕν, καὶ διὰ τοῦτο μηδὲ πολλά, ἐπειδὴ τὸ πλῆθος ἐκ πολλῶν μονάδων. ἔνθεν ὁ Ξενοκράτης ἀνῄρει τὴν ἐπ’ ἄπειρον τῶν μεγεθῶν τομήν. αὐτὸς γοῦν πολλαχῶς συγχωρήσας τούτῳ ἀληθεῖ ὄντι, ὅμως ἐπελύσατο2 μοναχῶς τὴν ἀπορίαν ἐν οἷς καὶ τοῦτό φησιν ὅτι τῶν μεγεθῶν ἡ τομὴ δυνάμει μέν ἐστιν ἐπ’ ἄπειρον, ἐνεργείᾳ δὲ οὔ (ἀδύνατον γὰρ γενέσθαι ἐνεργείᾳ τὸ ἄπειρον), ὥστε καὶ ἡ κίνησις δυνάμει μὲν δι’ ἀπείρων διελεύσεται, ἐνεργείᾳ δὲ διὰ πεπερασμένων· οὐδὲ γὰρ κατὰ σημεῖον γίνεται ἡ κίνησις, ἀλλὰ κατὰ μέγεθος ὡρισμένον. διχοτομίαν δὲ ἐκάλεσε τὴν Ζήνωνος ἐπιχείρησιν, καὶ δῆλον διὰ τί· διότι τῷ ἀεὶ τὸ ληφθὲν μέγεθος δίχα τέμνειν, οὕτως ἐποιεῖτο τὴν κατασκευήν.
“另一方面,[他们通过]设定不可分割的量度,[来屈服于]二分法的[论证]。” 这就是说,对于芝诺借由量度的无限分割来确立存在既是一又是静止的难题,他们同样错误地屈服了,错误地假设量度并非可以无限分割。因为他们承认了:若量度可以无限分割,则既不存在运动,也不存在任何真正意义上的一,因而也不存在多,因为多数是由许多单位构成的。因此色诺克拉底取消了量度的无限分割。无论如何,他[亚里士多德]本人虽然在多种意义上承认这一点为真,却仍然以单一的方式解决了这一难题,在这些论述中他也指出了这一点:量度的分割在潜能上是走向无限的,但在现实上则不是(因为无限在现实上产生是不可能的);因此运动在潜能上也将通过无限多〔的事物〕,但在现实上则是通过有限多〔的事物〕;因为运动并非按点发生,而是按确定的量度发生。他把芝诺的这一论证称为“二分法”,其原因也是显然的:因为芝诺总是把所取的量度一分为二,以此来建立他的论证。
- 1.55δέον εὐθὺς ἐνστῆναι
δέον 为无人称动词 δεῖ 的分词独立对格(accusative absolute),表示让步或对比性伴随情况:“虽然理应立即反驳”或“本应立即反驳”。
- 1.56αὐτὸς γοῦν πολλαχῶς συγχωρήσας τούτῳ ἀληθεῖ ὄντι, ὅμως ἐπελύσατο
主语 αὐτός 指亚里士多德,而非刚刚提及的色诺克拉底。随后的动词 ἐπελύσατο(“解决了”)以及从句 ἐν οἷς καὶ τοῦτό φησιν ὅτι...(“在他亦指出……的那些论述中”)均指亚里士多德在《物理学》后继卷册中对芝诺悖论的消解。
