- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:848.4-849.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯注解了亚里士多德《物理学》卷八第8–9章(264b28–265b2),阐释了直线往复运动与圆周运动不同而会两次通过同一点,化解了通过增减间距来反驳的观点,论证了圆周运动比直线运动更完全且在本性与定义上在先,指出圆周上现实态的始点、中点和终点并不存在,并解释了球体因其中心保持不动而整体不动却由各部分旋转而运动的机制。
Τῆς λεγούσης1 ὅτι ἐπὶ τῆς κύκλῳ κινήσεως οὐδέποτε γίνεται δὶς ἐν τῷ αὐτῷ τὸ κινούμενον. — Τοῦτο διὰ τὴν γένεσιν καὶ τὴν φθοράν. ἐν γὰρ ταῖς ἄλλαις μεταβολαῖς πολλά ἐστι μεταξύ, ἐν δὲ ταύτῃ οὐ δοκεῖ διὰ τῶν αὐτῶν ἀνακάμπτειν· γίνεται γὰρ ἐκ στοιχείων σπέρμα καὶ ἐκ τούτου σὰρξ εἶτα ἄλλο τι τὸ ἔμβρυον, εἶτα ἐφεξῆς μέχρι τοῦ τελείου ἀνδρός· ἐν δὲ τῇ φθορᾷ οὐ δοκεῖ διὰ τῶν αὐτῶν ἀνακάμπτειν. ἢ λέγομεν ὅτι εἰ καὶ μὴ διὰ πάντων ἀνακάμπτει, ἀλλὰ διά τινων προδρόμων καὶ ἀτελῶν εἰδῶν ἀνακάμπτει εἰς τὰ στοιχεῖα.
[这是处于]声称在圆周运动中运动之物绝不会两次处于相同之中的[命题的语境]。——这是由于生成与毁灭[而说的]。因为在其他变化中存在许多居间阶段,但在此变化中似乎并不通过相同阶段折返;因为从元素生成种子,由此生成肉,然后是作为另一种东西的胚胎,然后依次直到发育完全的人;但在毁灭中似乎并不通过相同的阶段折返。或者我们说,即使它并非通过全部阶段折返,但它还是通过某些先行且不完全的形式折返到诸元素中。
"Οὐδὲ μεταξὺ θεῖναί τι." Μεταξὺ τοῦ χρόνου καθ’ ὃν κινεῖται, οἷον εἰ κινοῖτο ἀπὸ τοῦ ᾱ ἐπὶ τὸ β̄, εἶτα ἐν τῷ ἀνακάμπτειν ἀπὸ τούτου προσθείην τι τῷ ᾱ πέρατι, τὴν γ̄ διάστασιν. τοῦτο δὲ εἶπεν ἵνα μὴ δόξῃ τις ἐλέγχειν τὸν λόγον, ὅτι οὐκ ἀνάγκη δὶς εἰς τὸ αὐτὸ ἐλθεῖν ἀνακάμπτον· εἰ γὰρ κινεῖται ἀπὸ τοῦ ᾱ ἐπὶ τὸ β̄, εἶτα ἀνακάμπτοι, καὶ πρὶν ἀφικέσθαι εἰς τὸ ᾱ προσθείην αὐτῷ τὴν γ̄ διάστασιν, ἅπαξ δηλονότι τὴν γ̄ ἐκινήθη. ὁμοίως κἂν ἀφέλω ἀπὸ τοῦ ᾱ. διὰ τοῦτό φησιν ὅτι, κἂν προσθῇς κἂν ἀφέλῃς, ἀνάγκη δὶς ἐν τῷ αὐτῷ γενέσθαι· εἰ γὰρ καὶ μὴ ἐν τῷ ᾱ ἢ τῷ γ̄ γίνεται δίς, ἀλλ’ οὖν ἐν ἄλλοις γίνεται δίς.
“也不在居间放置任何东西。” 在它运动的时间之间[放置],例如如果它从 Α 运动到 Β,然后在从它折返时,我在端点 Α 上添加某物,[即]间距 Γ。他这样说是为了防止有人自以为驳倒了论证,理由是折返之物并不必然两次到达相同之物;因为如果它从 Α 运动到 Β,然后折返,并且在到达 Α 之前,我给它添加间距 Γ,它显然只运动过一次 Γ。即使我从 Α 截去[一段间距]也是如此。因此他说,无论你添加还是截去,两次处于相同者之中都是必然的;因为即使它不是两次处于 Α 或 Γ 中,但至少在其他[点]中它是两次处于其中的。
Τὸ μᾶλλον οὐ πρὸς τὸ ἁπλῆ, ἀλλὰ πρὸς τὸ τέλειος·2 τό τε γὰρ τέλειον ἐπὶ τῆς κύκλῳ μᾶλλον ῥητέον ἢ τῆς κατ’ εὐθεῖαν, καὶ τὸ ἁπλοῦν.
“更”不是连接到“单纯”,而是连接到“完全”;因为“完全”更应当用于圆周[运动]而非直线[运动],“单纯”亦然。
"Πρότερον δὲ φύσει καὶ λόγῳ." Τῷ ἀξιώματι ἢ τῇ διδασκαλίᾳ· καὶ γὰρ πρὸς τὸν ὁρισμὸν τῆς κατ’ εὐθεῖαν κινήσεως δεόμεθα τῆς κύκλῳ, λέγοντες κατ’ εὐθεῖαν κίνησιν εἶναι τὴν ἐκ τοῦ μέσου ἐπὶ τὸ πέριξ ἢ ἐκ τοῦ πέριξ ἐπὶ τὸ μέσον. τὰ δὲ πρὸς διδασκαλίαν τινῶν παραλαμβανόμενα πρότερα ἐκείνων ἐστίν.
“但在本性和定义上在先。” 在尊贵上或在教学上[在先];因为我们在定义直线运动时也需要圆周运动,说直线运动是从中心到周围或从周围到中心的运动。而为了教导某些事物而被采用的事物,乃是在先于那些事物的。
Ἐπὶ ταύτης γὰρ οὔτε ἀρχὴν οὔτε μέσον οὔτε τέλος ἔστι λαβεῖν· τί γὰρ μᾶλλον ἀρχὴ ὁ Κριὸς ἢ μέσον τῶν παρ’ ἑκάτερα αὐτοῦ Ἰχθύων λέγω δὴ Ταύρου,3 ἢ τέλος ὡς ἀπὸ Ταύρου τὴν ἀρχὴν ποιουμένων; ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων ἑκάστου οὐδὲν μᾶλλον τοῦτο ἀρχὴ [μᾶλλον] ἢ ἐκεῖνο, καὶ οὐδὲν μᾶλλον τοῦτο ἀρχὴ ἢ μέσον ἢ τέλος. ἐπεὶ οὖν μὴ ἔστιν ἀρχὴ καὶ μέσον καὶ τέλος κατ’ ἐνέργειαν ἐν τῷ κύκλῳ, διὰ τοῦτο δυνατὸν συνεχῆ εἶναι μόνην καὶ μίαν τὴν αὐτὴν κίνησιν· ἀεὶ γὰρ τὰ κύκλῳ κινούμενα ἐν ἀρχῇ εἰσι καὶ μεσότητι καὶ τέλει, ὡς πρὸς ἄλλην δηλονότι σχέσιν, καὶ οὐδέποτε κατ’ ἐνέργειαν ταῦτα λαμβάνεται καὶ φύσει, καὶ οὐ θέσει· ἀεὶ γὰρ ἐν ἀνατολῇ ὁ ἥλιος, ἀεὶ ἐν μεσουρανήματι, ἀεὶ ἐν δύσει, ὡς πρὸς ἄλλην καὶ ἄλλην οἴκησιν. καὶ ἕκαστον τῶν οὐρανίων ὁμοίως.
因为在这一[运动]中,既不可能把握始点,也不可能把握中点或终点;因为白羊宫对于位于其两侧者——我指双鱼宫〔与〕金牛宫——而言,怎么会更是始点而非中点,或者对于以金牛宫为始点的人而言[怎么会更是始点]而非终点?同样在其馀每一[星座]中,此者作为始点绝不甚于彼者,此者作为始点亦绝不甚于作为中点或终点。因此,既然在圆中不存在现实态上的始点、中点和终点,正是由此,唯有唯一且同一的运动才可能是连续的;因为沿圆周运动之物总是处于始点、中点和终点之中,显而易见这是相对于另一种关系而言的,并且这些从来不是在现实态中且按本性、而不按约定被把握的;因为太阳总是处于日出,总是处于中天,总是处于日落,乃是相对于各不相同的居住地而言。每一天体亦同样。
"Αἴτιον δ’ ὅτι πάντα συμβέβηκε ταῦτα τῷ κέντρῳ." Συμβέβηκεν τὸ κέντρον καὶ ἀρχὴν εἶναι4 καὶ μέσον καὶ τέλος. ἀρχὴ μὲν γάρ, οἷον εἰ νοήσεις ῥυϊσκομένην καὶ ἐκτεινομένην ἀπὸ τοῦ κέντρου τὴν σφαῖραν· τὴν γὰρ γένεσιν οὕτως ἐξ αὐτοῦ ἔχει. τέλος δέ, εἰ νοήσεις αὐτὴν οἱονεὶ συστελλομένην καὶ συναγομένην· εἰς τοῦτο γὰρ δηλονότι τελευτήσει. μέσον δέ, ὅταν ἔχῃ ὡς ἔχει καὶ μένῃ ἡ σφαῖρα. ἐπεὶ οὖν ταῦτα συμβέβηκεν τὸ κέντρον εἶναι, ἔστι δὲ τοῦτο ἀκίνητον, ἀνάγκη πᾶσα καὶ τὴν ὅλην σφαῖραν ἀκίνητον εἶναι (τῆς γὰρ ἀρχῆς ἠρεμούσης καὶ τοῦ μέσου καὶ τοῦ τέλους, ἀνάγκη πᾶσα καὶ τὸ ὅλον ἠρεμεῖν), τῷ δὲ τὰ μέρη κινεῖσθαι περὶ τὸ ἴδιον κέντρον ἀκίνητον μένον, ταύτῃ κινεῖται.
“原因是,所有这些都偶适地属于中心。” 中心偶适地既是始点又是中点和终点。因为所谓始点,就像你设想球体从中心流出并伸展一样;因为它是这样从中心获得其生成的。而所谓终点,如果你设想它仿佛收缩并聚集一样;因为它显而易见将终结于此。而所谓中点,则是当球体保持原样且留存时。因此,既然中心偶适地是这些东西,并且这[中心]是不动的,那么整个球体也完全必然是不动的(因为在始点、中点和终点都静止时,全体也完全必然静止);但由于各部分围绕着其保持不动的自身中心而运动,在此方面[球体]乃是运动的。
- 8.138Τῆς λεγούσης
句首的属格分词短语 Τῆς λεγούσης 修饰承接前文(§8.137)省略的先行词(如 πρότασις 或 δόξα),属于注解文献中常见的指示出处的简缩构文,意为“[这是属于]声称……的[命题的语境]”,而非独立属格。
- 8.140Τὸ μᾶλλον οὐ πρὸς τὸ ἁπλῆ, ἀλλὰ πρὸς τὸ τέλειος
中性单数宾格定冠词 τὸ 直接修饰阴性形容词 ἁπλῆ 和阳性形容词 τέλειος,属于对词语本身的元语言式直接引用。其构文表明副词 μᾶλλον(更)在句法上修饰 τέλειος(完全的)而非 ἁπλῆ(单纯的)。
- 8.142τῶν παρ’ ἑκάτερα αὐτοῦ Ἰχθύων λέγω δὴ Ταύρου
属格词 Ἰχθύων(双鱼宫)与由 λέγω δή(我指)引入的 Ταύρου(金牛宫)同格修饰属格短语 τῶν παρ’ ἑκάτερα αὐτοῦ(在其两侧者),表明在黄道带中白羊宫位于双鱼宫与金牛宫之间。
- 8.143Συμβέβηκεν τὸ κέντρον καὶ ἀρχὴν εἶναι
无人称动词完成时 συμβέβηκεν 的真正主语是带宾格的动词不定式短语 τὸ κέντρον... εἶναι(中心既是始点又是中点与终点),用以阐释引文中的 πάντα ταῦτα(所有这些)。
