- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:846.20-848.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解亚里士多德《物理学》卷八第八章(264a18–264b20),论证在直线相反运动之间停顿是不可避免的,时间的连续性并不蕴涵运动的连续性,并阐明往返运动与圆周运动的本质区别。
" Ἅμα δὲ καὶ ἐκ τούτου μεταβάλλει." Εἰ κινεῖται ἀπὸ τοῦ ᾱ ἐπὶ τὸ γ̄, ἵνα ἀποστῇ ἀπ’ αὐτοῦ καὶ κινηθῇ πάλιν ἐπὶ τὸ ᾱ, δῆλον ὅτι μεταβάλλει ἐκ τοῦ γ̄ μήπω ὂν εἰς τὸ γ̄· πρὶν γὰρ ἀφίκηται εἰς αὐτό, σκοπὸν εἶχε τοῦ ἀποστῆναι ἀπ’ αὐτοῦ καὶ ἀνακάμψαι. εἰ δὲ τοῦτο ἄτοπον, τὸ συνεχεῖς εἶναι τὰς ἐναντίας κινήσεις,1 ἀνάγκη ἵστασθαι ἐπὶ τὸ γ̄· ἡ γὰρ κίνησις οὐκ ἄσκοπός ἐστι τῇ φύσει, οὐδὲ διὰ τοῦτο ἄγει ἐπὶ τὸ εἶδος ἵνα ἅμα καὶ φθαρῇ αὐτό (ματαιοπονήσει γὰρ οὕτω), ἀλλ’ ἵνα ἐν τῷ εἴδει φυλάξῃ.
“并且同时也由此转变。” 如果[某物]从 Α 运动到 Γ,以便离开它并再次向 Α 运动,显而易见,它在尚未处于 Γ 时就正在从 Γ 转变;因为在到达它之前,它就有了离开它并折返的目的。但如果这是荒谬的,即相反的运动是连续的,那么必然要在 Γ 处停止;因为运动对于自然而言并非漫无目的,它引向形式也不是为了让它同时被毁灭(因为这样就将徒劳无功),而是为了在形式中保存[它]。
Τῆς κατὰ τόπον καὶ κατὰ ἀλλοίωσιν, καὶ τῶν λοιπῶν· καὶ τὴν γένεσιν γὰρ καὶ τὴν φθορὰν ὡς κινήσεις λαμβάνει.
就位置运动与性质变化以及其余而言[皆是如此];因为他也把生成与毁灭当作运动来取。
Τὸ γὰρ λευκαινόμενον ἀνάγκη ἠρεμεῖν τὴν ἐπὶ τὸ μέλαν κίνησιν,2 καὶ τὸ γινόμενον τὴν ἐπὶ φθοράν· ὁμοίως καὶ ἐπὶ τῶν λοιπῶν. εἰ τοίνυν κινεῖται ἀπὸ τοῦ ᾱ ἐπὶ τὸ γ̄, δῆλον ὅτι ἠρεμεῖ τὴν ἀπὸ τοῦ γ̄ ἐπὶ τὸ ᾱ κίνησιν. εἰ δὲ ἐν ὅλῃ τῇ ἀπὸ τοῦ ᾱ ἐπὶ τὸ γ̄ ἠρεμεῖ τὴν ἐναντίαν κίνησιν, δῆλον ὅτι καὶ ὅταν ἐπὶ τοῦ γ ᾖ. ὥστε δεῖ πρότερον ἐν τῷ γ ἠρεμῆσαι, καὶ οὕτω κινηθῆναι ἀπ’ αὐτοῦ ἐπὶ τὸ α.
因为正在变白之物必然相对于向黑的运动是静止的,正在生成之物[相对于]向毁灭[的运动是静止的];在其余情况中亦同样。因此,如果它从 Α 运动到 Γ,显而易见,它相对于从 Γ 到 Α 的运动是静止的。如果它在从 Α 到 Γ 的整个[运动]中相对于相反的运动是静止的,显而易见,当它在 Γ 处时也是如此。以至于必须首先在 Γ 处静止,然后这样才从它向 Α 运动。
"Ἀνάγκη πρότερον ἠρεμεῖν." Ἀλλ’ οὐκ ἀνάγκη· εἰ γὰρ καὶ ἐν ὅλῳ τῷ διαστήματι τῷ ἀπὸ τοῦ ᾱ ἐπὶ τὸ γ ἠρεμεῖ τὴν ἀπὸ τοῦ γ ἐπὶ τὸ α κίνησιν ἐν τῷ πέρατι αὐτοῦ, ἐν τῷ γ φημί, ἀμερεῖ ὄντι, οὐκέτι ἀνάγκη ἅμα τῷ πληρῶσαι τὴν ἀπὸ τοῦ α ἐπὶ τὸ γ κίνησιν.3 ἐπειδὴ ἕπεται τῇ κινήσει ταύτῃ ἡ τῆς ἐναντίας κινήσεως ἠρεμία, πεπαυμένης τῆς κινήσεως πέπαυται καὶ ἡ ἠρεμία· ὥστε εἰ πέπαυται ἡ ἠρεμία τῆς ἐναντίας κινήσεως, κινήσεται αὐτὴν καὶ οὐ στήσεται.
“必须首先静止。” 然而并非必然;因为即使在从 Α 到 Γ 的整个区间中,它相对于从 Γ 到 Α 的运动是静止的,但在其端点处,我指在作为无部分的 Γ 处,在完成从 Α 到 Γ 的运动的同时,却不再是必然的。既然相反运动的静止伴随着这一运动,那么当运动停止时,静止也停止了;以至于如果相反运动的静止停止了,它将进行那项[相反的]运动而不会停下来。
"Καὶ γέγονεν οὐ λευκόν." Ἅμα, φησί, τῷ φθαρῆναι τὸ μὴ λευκὸν γίνεται τὸ λευκόν· ἡ γὰρ τοῦ μὴ λευκοῦ φθορὰ γένεσίς ἐστι τοῦ λευκοῦ. ὅτε οὖν τελείως τὸ 〈μὴ〉 λευκὸν φθείρεται, κατὰ τὸ αὐτὸ νῦν τὸ λευκὸν τελείως γέγονεν. εἰ τοίνυν αἱ εἰς τὰ ἐναντία κινήσεις συνεχεῖς εἰσι μὴ διαλαμβανόμεναι στάσει, ἐν τῷ αὐτῷ νῦν τό τε μὴ λευκὸν ἔφθαρται καὶ γέγονε τὸ λευκόν, καὶ πάλιν τὸ μὴ λευκὸν γέγονε· ὁδεύει γὰρ κατὰ τὸ συνεχὲς ἐκ τοῦ ἐναντίου εἰς τὸ ἐναντίον. ὥστε ἅμα ἔφθαρται τὸ μὴ λευκὸν καὶ γίνεται, ὅπερ ἀδύνατον.
“并且成了非白。” 他说,在非白被毁灭的同时,白正在生成;因为非白的毁灭就是白的生成。因此,当非白完全被毁灭时,在同一个“现在”中,白已经完全生成了。因此,如果向着相反者的诸运动是连续的而未被停顿所隔开,那么在同一个“现在”中,非白既已被毁灭而白已经生成,并且非白又再次生成;因为它是按照连续性从相反者走向相反者的。以至于非白同时已被毁灭并且正在生成,这是不可能的。
"Ἔτι οὐκ εἰ συνεχής." Οὐ γὰρ διὰ τὴν τοῦ χρόνου συνέχειαν καὶ αἱ ἐναντίαι κινήσεις συνεχεῖς ἐξ ἀνάγκης. ἄλλως τε εἰ καὶ ὁ μὲν ὅλος χρόνος συνεχής ἐστιν, ὁ μέντοι παραμετρῶν τὰς ἐναντίας κινήσεις οὐ συνεχής· διαιρεῖται γὰρ τῷ χρόνῳ τῷ μεταξὺ τῆς ἠρεμίας, ὅσπερ συνεχής ἐστι πρὸς ἀμφοτέρους, ἐκεῖνοι δὲ διαιροῦνται τούτῳ. ὥστε οὐκ εἰ συνεχὴς ὁ χρόνος, διὰ τοῦτο καὶ αἱ κινήσεις, ἀλλ’ ὅτι τῶν ἐναντίων τὸ αὐτὸ πέρας εἶναι οὐ δύναται, διὰ τοῦτο οὐ συνεχεῖς.
“此外,并非如果[时间]是连续的。” 因为并非由于时间的连续性,相反的运动也必然是连续的。从另一方面看,即使整个时间是连续的,然而测量相反运动的时间却不是连续的;因为它是被居间的静止时间所分割的,这一[静止的时间]与两者皆连续,而彼等[运动的时间]则被此所分割。因此,并非如果时间是连续的,诸运动因此也就[连续],而是因为相反者不可能具有相同的端点,正是因此它们不是连续的。
"Τὸ γὰρ ἐκ τοῦ α κινούμενον." Πρόθεσις γάρ ἐστι τὸ κύκλῳ κινεῖσθαι, καὶ οὐχὶ ἁπλῶς ἐκ τοῦδε, ἀλλ’ ἀνάγκη τοῦτο κατὰ συμβεβηκὸς ὑπάρχειν, διότι πανταχοῦ ἅμα εἶναι οὐ δύναται· μιᾷ ἄρα προθέσει ἐξ αὐτοῦ καὶ εἰς αὐτὸ κινεῖται.
“因为从 Α 运动之物。” 因为企图是在圆周上运动,而不仅仅是“从这里”,但由于不可能同时处处都在,必然偶适地具有这一点[从这里运动];因此它以单一的企图从它〔该点〕并向它运动。
"Πολλάκις." Ἀπὸ γὰρ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ τῆς κινήσεως οὔσης δὶς ἀνάγκη τὸ κινούμενον ἐν τῷ αὐτῷ γίνεσθαι, ἐν δὲ τῇ κύκλῳ ἐπὶ τῆς ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ ἀποκαταστάσεως ἅπαξ γίνεται ἐν ἑκάστῳ τὸ κινούμενον.
“屡次。” 因为当运动是从相同者向相同者时,运动之物必然两次处于相同者之中;但在圆周运动中,在从相同者向相同者的复位中,运动之物在每一[点]中只处于一次。
- 8.130εἰ δὲ τοῦτο ἄτοπον, τὸ συνεχεῖς εἶναι τὰς ἐναντίας κινήσεις
从句 τὸ συνεχεῖς εἶναι τὰς ἐναντίας κινήσεις 作为同位语具体说明 τοῦτο(此)的内容。主句为 ἀνάγκη ἵστασθαι ἐπὶ τὸ γ̄,构成了反驳相反运动之连续性的归谬论证骨架。
- 8.132ἠρεμεῖν τὴν ἐπὶ τὸ μέλαν κίνησιν
动词 ἠρεμεῖν(静止)带宾格短语 τὴν ἐπὶ τὸ μέλαν κίνησιν,用作内宾格(同源宾格)或关系宾格(在……方面),意为“关于向黑的运动处于静止状态”。
- 8.133οὐκέτι ἀνάγκη ἅμα τῷ πληρῶσαι τὴν ἀπὸ τοῦ α ἐπὶ τὸ γ κίνησιν
承接前文 εἰ 条件从句的主句。在 οὐκέτι ἀνάγκη 之后省略了不定词 ἠρεμεῖν。介词短语 ἅμα τῷ πληρῶσαι... 表示时间上的同时性(“在完成运动的同时[不再必然静止]”)。
