- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:845.16-846.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《物理学》263b11–264a4,阐明作为对立状态界限的“现在”属于在后的状态以避免矛盾,并驳斥了将时间视为不可分的原子之构成的观点,指出离散的时间原子会导致生成的无限倒退。
" Ἔσται ἅμα τὸ αὐτὸ ὂν καὶ οὐκ ὄν." Τοῦ μὲν γὰρ χρόνου, τοῦ τε τῆς πρώτης διαθέσεως καὶ τοῦ τῆς ὑστέρας, κοινόν1 ἐστι, τοῦ δὲ πράγματος αὐτοῦ οὐκέτι κοινόν, τοῦ λευκοῦ λέγω καὶ τοῦ οὐ λευκοῦ, ἀλλὰ τοῦ ὑστέρου ἂν εἴη. εἰ γάρ τις θέλοι τοῦ προτέρου, φησίν, εἶναι ἢ ἀμφοῖν, συμβήσεται τὴν ἀντίφασιν ἐπὶ τοῦ αὐτοῦ εἶναι· ἐν ὅλῳ γὰρ τῷ προτέρῳ χρόνῳ οὐ λευκὸν ἦν· οὐκοῦν καὶ ἐν τῷ πέρατι αὐτοῦ· καὶ πάλιν ἐν ὅλῳ τῷ ὑστέρῳ λευκόν· οὐκοῦν καὶ ἐν τῇ ἀρχῇ· ἓν δέ τι τῷ ὑποκειμένῳ τὸ πέρας τοῦ προτέρου καὶ ἡ ἀρχὴ τοῦ ὑστέρου· ὥστε τὸ αὐτὸ καὶ λευκὸν ἔσται καὶ οὐ λευκόν. πάλιν ἐὰν ᾖ τοῦ προτέρου μόνου, διὰ τοῦτο μὲν πάλιν οὐ λευκὸν ἔσται ἐν τῷ νῦν, ἀλλ’ ἐπειδὴ ἐν αὐτῷ πέρας ἀπείληφεν ἡ ἐπὶ τὸ λευκὸν μεταβολή, ἔσται δηλονότι λευκὸν ἐν ἐκείνῳ· τὸ αὐτὸ 〈ἄρα〉 ἔσται κατὰ τὸ αὐτὸ καὶ οὐ λευκὸν καὶ λευκόν.
“同一事物将同时既是又不是。” 因为对于时间而言,即对于在前状态的时间和在后状态的时间而言,它是共同的,但对于事物本身而言——我指白和非白——它却不再是共同的,而是当属于在后者。他说,因为如果有人想主张它属于在前的一方或属于两者,矛盾就将发生在同一事物上;因为在整个在前的时间中它是非白的,所以其端点处亦然;又在整个在后的时间中它是白的,所以其始点处亦然;而在载体上,在前的端点与在后的始点是同一的;以至于同一事物将既是白又是非白。反之,即使它只属于在前的一方,因此它在“现在”中就将又是非白的,但既然向着白的转变在其中达到了端点,显然在彼[现在]中它将是白的;[因此]同一事物在同一方面将既是非白又是白。
Τουτέστι παντὶ τῷ προτέρῳ χρόνῳ δοτέον τὴν προτέραν διάθεσιν τοῦ πράγματος πλὴν τοῦ ἐσχάτου αὐτοῦ καὶ πέρατος, ὅπερ ἐστὶ τὸ γ̄· ἐν τούτῳ γὰρ οὐκέτι οὐ λευκόν, ἀλλὰ λευκόν. ὥστε τὸ γ̄ τῇ ὑστέρᾳ διαθέσει δοτέον τῇ κατὰ τὸ λευκόν.
也就是说,除了其最后和端点(即 Γ)之外,事物的在前状态必须赋予整个在前的时间;因为在这一[Γ]中它不再是非白,而是白。以至于 Γ 必须赋予按白而言的在后状态。
Τὸ μεταβάλλον τὸ δ̄ λαμβάνει, χρόνον δὲ ἐκ δύο ἀτόμων τῶν ᾱ β̄ συγκείμενον, καὶ ἐν μὲν τῷ ᾱ γίνεσθαι τὸ δ̄ λευκόν, ἐν δὲ τῷ β̄ γεγονέναι καὶ εἶναι. εἰ τοίνυν ἐν μὲν τῷ β̄ γέγονε καὶ ἔστιν, ἐν δὲ τῷ ᾱ γίνεται, τὸ δὲ γινόμενον οὔπω ἐστί, τοῦτο δὲ διὰ γενέσεως ἄγεται εἰς τὸ εἶναι, δεῖ εἶναι μεταξὺ τοῦ ᾱ καὶ β̄ χρόνον ἐν ᾧ γενήσεται.
他取变迁之物为 Δ,并取时间为由两个不可分之物(Α、Β)构成,且在 Α 中 Δ 正在变成白,而在 Β 中它已经生成并且是[白]。既然在 Β 中它已经生成并且是,而在 Α 中它正在生成,而正在生成之物尚且不是,且这是通过生成而被引向存在,那么在 Α 与 Β 之间必须有时间,在其中它将生成。
"Οὐ γὰρ ὁ αὐτὸς λόγος ἔσται καὶ τοῖς μὴ ἄτομα λέγουσιν." Ἡμεῖς, φησί, φαμὲν οὐκ ἐν ἑτέρῳ χρόνῳ τὸ γίνεσθαι ἐν ἑτέρῳ δὲ τὸ γεγονέναι τε καὶ εἶναι, ὥσπερ οἱ τὰ ἄτομα λέγοντες ἀναγκάζονται λέγειν, ἀλλ’ ἐν τῷ πέρατι τοῦ χρόνου ἐν ᾧ ἐγίνετο, ἐν τούτῳ φαμὲν γεγονέναι τε καὶ εἶναι, τούτου δὲ τοῦ πέρατος οὐδέν ἐστιν ἐφεξῆς, ὥστε ἀφορίσαντας εἰπεῖν2 ὅτι μέχρι τούτου μὲν ἐγίνετο ἐν τούτῳ δὲ γέγονε καὶ ἔστιν, ὥσπερ τὰ ἄτομα ἀφορίζομεν ἀλλήλων· εἰς ταῦτα γὰρ ἔσχατα διαιρεῖται ὁ χρόνος.
“因为对于不说不可分之物的人而言,论据将不是相同的。” 他说,我们并不像那些主张不可分之物的人被迫说的那样,说生成是在一个时间中,而已经生成和存在是在另一个时间中;而是说在它曾经生成的那个时间的端点中,正是在此[端点]中它已经生成并且存在;而并没有什么与这一端点相紧邻,以至于能划分并说“直到此是正在生成,而在此中已经生成并且存在”,正如我们把不可分之物彼此划分开一样;因为时间是被分割到作为末端的这些之中的。
Οὐκ ἔστι, φησί, πλείων χρόνος ἐν ᾧ γίνεται καὶ ἔστι τοῦ ἐν ᾧ γίνεται μόνον. ἔστι μὲν γὰρ ἐν πέρατι καὶ οὐκ ἐν μέρει τοῦ χρόνου τὸ εἶναι, γίνεται δὲ ἐν ὅλῳ τῷ χρόνῳ, καὶ οὐ διώρισται τοῦ πέρατος τοῦ χρόνου ἐν ᾧ ἔστι τὸ εἶναι αὐτὸς ὁ χρόνος ἐν ᾧ τὸ γίνεσθαι,3 ἀλλὰ γινόμενον δι’ ὅλου τοῦ χρόνου ἐν τῷ πέρατι αὐτοῦ ἔστιν. ἐπὶ μέντοι τῶν λεγόντων ἐξ ἀτόμων συγκεῖσθαι τὸν χρόνον ἀνάγκη λέγειν ἐν τοῖσδε μὲν τοῖς ἀτόμοις γίνεσθαι, ἐν τοῖσδε δὲ εἶναι· ὥστε διώρισται ὁ χρόνος ἐν ᾧ γίνεται τοῦ ἐν ᾧ ἔστιν. ἐπεὶ οὖν διωρισμένοι εἰσὶν οἱ χρόνοι, καὶ ἐν μὲν τῷ ἑνὶ ὄντα οὐ γίνεται ἐν δὲ τῷ λοιπῷ γινόμενα οὔπω ἐστί, τὸ δὲ μὴ ὂν εἶτα ὂν καὶ διὰ γενέσεως εἰς τὸ εἶναι ἄγεται, δεῖ ἄρα χρόνον εἶναι μεταξὺ ἐν ᾧ γενήσεται, καὶ πάλιν τὰ αὐτὰ συμβήσεται. καὶ τοῦτο ἐπ’ ἄπειρον.
他说,在其中生成并且存在的时间,并不多于仅仅在其中生成的时间。因为存在是在时间的端点中而非时间的某部分中,而生成则是在整个时间中,且生成在其中的那个时间本身,并未与存在所在的那个时间的端点区分隔开,而是在整个时间中生成着,在其端点中存在。然而对于主张时间由不可分之物构成的人而言,必然要说在这些不可分之物中生成,而在那些不可分之物中存在;以至于在其中生成的时间与在其中存在的时间是被区分隔开的。因此,既然诸时间被区分隔开,且在其中之一存在着而不在生成,在其余者中生成着而尚且不存在,而不存在而后存在之物也通过生成而被引向存在,那么中间就必须有时间在其中生成,且同样的事情将再次发生。而这将走向无限。
- 8.125Τοῦ μὲν γὰρ χρόνου ... κοινόν ἐστι, τοῦ δὲ πράγματος αὐτοῦ οὐκέτι κοινόν
谓词 κοινόν ἐστι 省略了主语(即 τὸ νῦν 或 τὸ πέρας)。属格 τοῦ χρόνου 与 τοῦ πράγματος 作为由形容词 κοινός 所支配的关涉属格(或关联属格)起作用。
- 8.128τούτου δὲ τοῦ πέρατος οὐδέν ἐστιν ἐφεξῆς, ὥστε ἀφορίσαντας εἰπεῖν
副词 ἐφεξῆς 支配属格 τούτου τοῦ πέρατος(“紧邻这一端点”)。在 ὥστε 引导的不定式(εἰπεῖν)结果从句中,逻辑主语体现为表示泛指的宾格分词 ἀφορίσαντας。
- 8.129οὐ διώρισται τοῦ πέρατος τοῦ χρόνου ἐν ᾧ ἔστι τὸ εἶναι αὐτὸς ὁ χρόνος ἐν ᾧ τὸ γίνεσθαι
句子的核心结构是 οὐ διώρισται(动词)+ αὐτὸς ὁ χρόνος ἐν ᾧ τὸ γίνεσθαι(主语)+ τοῦ πέρατος τοῦ χρόνου ἐν ᾧ ἔστι τὸ εἶναι(分离属格)。后置的主语与各自嵌套的关系从句构成了复杂的倒置结构。
