- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:843.22-845.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解了亚里士多德《物理学》卷八第八章(262b6–263b6),讨论了运动中分割点的规定、对芝诺悖论早期解决办法的不充分性,以及线究竟是自身连续还是附带连续的问题。
Οὕτω, φησί, ποιεῖ αὐτὸ ἀρχὴν καὶ τελευτήν, ὥσπερ ἂν εἰ καὶ νοήσοι, διότι ἡ ἀρχὴ καὶ τὸ τέλος οὐ φύσει εἰσίν, ἀλλὰ σχέσει· πέρατα γάρ εἰσι φύσει ἐν ἡμῖν λοιπὸν τὸ ὅθεν ἂν θέλωμεν ἀρξαμένοις ἐκεῖνο ἀρχὴν ποιῆσαι,1 ὥσπερ νῦν ἀρξαμένοις ἀπὸ τοῦ ᾱ ποιοῦμεν τὸ β̄ τέλος αὐτοῦ εἶναι, τοῦ δὲ γ̄ ἀρχὴν τὸ β̄.
他说,正像人们也会在思想中做的那样,人们如此将它当作始点和终点,这是因为始点和终点不是出于本性,而是出于关系。因为成为界限是出于本性,至于其余的,在我们从任何我们意愿的地方开始之后,将该处当作始点,则是取决于我们的;正如现在我们从 Α 开始,把 Β 当作它的终点,而对于 Γ 则把 Β 当作始点一样。
Δυνάμει διῃρημένη. τὸ φερόμενον τὸ δ̄. ἔλαβε δὲ ἀντὶ ὅλης τῆς γραμμῆς ἑκατέρας αὐτῶν τὰ πέρατα.
“潜能上被分割的”。被运载之物是 Δ。他取了它们两条线各自的端点来代替整条线。
"Ἀλλ’ ἦν ἐν τομῇ χρόνου." Ἐπὶ τοῦ ἀδιαιρέτου μεγέθους, ὅτι τὸ δ̄ ἐν τῷ ζ̄ οὐκ ἦν ἐν χρόνῳ τινί, ἀλλ’ ἐν τομῇ χρόνου, ὥσπερ τὸ ᾱ ἐν τῷ β̄ ἐν χρόνῳ τινὶ ἦν καὶ οὐκ ἐν τῷ νῦν.
“而是在时间的截断之中。” 在不可分的大小上,[意思是]Δ 在 Ζ 处不是在某段时间中,而是在时间的截断之中,正如 Α 在 Β 处是在某段时间中,而不是在“现在”之中一样。
Ἐπὶ τῆς συνεχοῦς, φησί, γραμμῆς ἀδύνατον λέγειν ὅτι ἐν τῷ μέσῳ σημείῳ ἐν χρόνῳ τινί ἐστιν.
他说,在连续的线上,不可能说它在中间的点处于某段时间之中。
Τῆς ὅλης γραμμῆς πέρατα τὸ δ̅ καὶ η̅, φερόμενον ποτὲ μὲν κάτωθεν ἄνω ποτὲ δὲ ἄνωθεν κάτω. τῷ οὖν ἑνὶ πέρατι, τῷ δ̅, ὡς δύο κέχρηται, αὐτὰ δὲ τὰ πέρατα λαμβάνει ἀντὶ τῶν κινουμένων.
整条线的端点是 Δ 和 Η,运动之物有时自下而上,有时自上而下移动。因此,他把一个端点 Δ 当作两个来使用,并取这些端点本身来代替被运动之物。
"Ἀλλὰ μὴν τήν γε πάλαι λύσιν." Οὐ δυνατόν, φησίν, ἐπὶ τοῦ ἀνακάμπτοντος εἰπεῖν ταὐτά, ἅπερ ἐπὶ τοῦ συνεχοῦς κινουμένου ἐλέγομεν, ὅτι ἐν τῷ σημείῳ ἐστὶ μόνον ἐν τῷ νῦν, οὐ μέντοι γίνεται καὶ ἀπογίνεται· ἐκεῖ γὰρ κατὰ δύναμιν ἐλάμβανε τὸ σημεῖον.
“然而过去的解决办法。” 他说,对于折返之物,不可能再说出我们对于连续运动之物所说过的同样的话,即它仅仅在“现在”中处于该点,却并不在那里生成和离去;因为在彼处,他是按潜能来取该点的。
Ἄνω γὰρ συνήγετο ἄτοπον ὅτι τὰ ἄπειρα διέξεισιν, ἐνταῦθα δὲ ὅτι ἀριθμήσει τὸ ἄπειρον, ἀδύνατον δὲ τὸ ἄπειρον ἀριθμηθῆναι· πᾶς μὲν γὰρ ἀριθμὸς ὅρος ἐστί τις καὶ οἷον περιγραφή, τὸ δὲ ἄπειρον ἀόριστον. τὸ δὲ πρότερον ἀριθμεῖν ἀντὶ τοῦ πρὶν κινηθῆναι καὶ ἄλλο ἥμισυ ἀριθμεῖν ὃ ἐκινήθη,2 καὶ τοῦτο ποιεῖν καθ’ ἕκαστον τῶν ἡμίσεων.
因为在上面推导出的荒谬是人会通过无限之物,而在这里推导出的荒谬是人将数清无限之物,而无限之物被数清是不可能的;因为一切数目都是某种限定和宛如勾勒,而无限则是无限定的。而“在先数出”,是用来代替在也运动通过另一半之前数出所运动通过的〔那一半〕,并且对每一个半都这样做。
Τουτέστι πρὸς αὐτὸ τοῦτο, εἰ ὅλως οἷόν τε διεξελθεῖν ἢ ἀριθμῆσαι τὰ ἄπειρα, οὐχ ἱκανὴν εἴπομεν τότε λύσιν.
也就是说,针对究竟是否能够通过或数清无限之物这一点本身,我们当时没有提出充分的解决办法。
Ἐάν, φησί, μὴ συμπλέ〈κῃ τις〉 τῷ μήκει ἐφ’ ᾧ κινεῖται τὸν χρόνον καθ’ ὃν ἡ κίνησις, ἀλλ’ ἐπὶ μόνου τοῦ χρόνου τὴν ἐρώτησιν ποιήσηται, ἢ καὶ ἐπὶ τοῦ μήκους μόνου· οὐδὲν γὰρ διαφέρει. ἐὰν γάρ τις τέμῃ τὸ μέγεθος εἰς δύο ἡμίση, ποιεῖ τὸ μέσον τοῦ μὲν πρώτου τελευτήν, ἀρχὴν δὲ τοῦ δευτέρου· ὥστε οὐκ ἐφύλαξε τὸ συνεχές.
他说,如果有人不把发生运动的时间与运动于其上的长度结合起来,而只对时间提出疑问,或者也只对长度提出疑问;因为这并无差别。因为如果有人把大小分割成两个半,他就把中间的点当作第一个的终点,第二个的始点;以至于他没有保全连续性。
"Ὁ γὰρ συνεχῶς κινούμενος." Ἡ μὲν οὐσία, φησί, τῆς γραμμῆς οὐ χαρακτηρίζεται κατὰ τὸ συνεχές· πολλὰ γὰρ ἕτερα συνεχῆ, ἡ ἐπιφάνεια τὸ σῶμα ἡ κίνησις ὁ χρόνος, ἡ δὲ οὐσία αὐτῆς ἑτέρα τίς ἐστιν, οἷον μῆκος ἀπλατές. ἔχει οὖν ἄπειρα ἡμίση, φησί, καθὸ συμβέβηκεν αὐτῇ συνεχεῖ εἶναι, οὐ καθὸ γραμμή ἐστιν, ἡ δὲ κίνησις ὡς ἐπὶ γραμμῆς, οὐχ ὡς ἐπὶ συνεχοῦς, γίνεται. ἔδει γὰρ ἐκ παντὸς συνεχοῦς δύνασθαι κίνησιν γενέσθαι, νῦν δὲ οὐ γίνεται· οὐ γὰρ δὴ ἐπὶ σωμάτων, τῶν ἀντιτύπων κατὰ βάθος λέγω. ὥστε τὸ κινούμενον ἐπειδὴ κατὰ συμβεβηκὸς κινεῖται ἐπὶ συνεχοῦς, κατὰ συμβεβηκὸς καὶ ἄπειρα ἡμίση κινεῖται, καθ’ αὑτὸ δὲ οὔ. κακῶς δὲ εἶπεν τὴν γραμμὴν〈κατὰ συμβεβηκὸς〉 συνεχῆ·3 καθ’ αὑτὸ γάρ ἐστι συνεχής· κακῶς οὖν εἶπεν ὅτι ἡ γραμμὴ κατὰ συμβεβηκὸς συνεχής, ὡς διὰ τοῦτο καὶ ἄπειρα κατὰ συμβεβηκὸς διεληλυθέναι. καθ’ αὑτὸ μὲν οὖν συνεχὴς ἡ γραμμή, ἀλλ’ οὐ καθὸ συνεχὴς γίνεται ἐπ’ αὐτῆς ἡ κίνησις, ἀλλὰ καθὸ μῆκός ἐστιν, ὥσπερ καθ’ αὑτὸ μὲν ζῷον ὁ ἄνθρωπος, ἀλλ’ οὐ καθὸ ζῷον ἡ γραμματικὴ αὐτῷ ὑπάρχει (οὕτω γὰρ ἂν ὑπῆρχεν καὶ ἵππῳ), ἀλλὰ καθὸ λογικὸν ἢ ἐπιστήμης δεκτικόν· τοῦτο γὰρ ἀνθρώπου τὸ χαρακτηριστικόν. οὕτως οὐ δι’ αὐτὸ τὸ συνεχὲς ἡ κίνησις ἐπὶ αὐτοῦ γίνεται, ἀλλὰ δι’ ἄλλο, λέγω δὴ τὸ μῆκος. τὸ δὲ δι’ ἄλλο οὐκ ἔστι κατὰ συμβεβηκός, ἀλλὰ καθ’ αὑτό· τὰ γὰρ κατὰ μόριον ποιοῦντά τι ἢ πάσχοντα δι’ ἄλλο πάσχειν ἢ ποιεῖν λέγεται, τὸ δὲ μόριον καθ’ αὑτὸ ὑπάρχει τῷ ὅλῳ, οὐ κατὰ συμβεβηκός.
“因为连续运动之物。” 他说,线的实体并不是根据连续而被表征的;因为还有许多其他连续之物——面、物体、运动、时间,而线的实体是某种不同的东西,例如“无宽度的长度”。因此他说,由于碰巧是连续的,它才拥有无限的半,而不是由于它是线;而运动是作为在线上的运动发生,而不是作为在连续之物上的运动发生。因为运动本应能够从一切连续之物中发生,但事实上并没有发生;因为运动绝不在物体上发生——我指在深度上具有抵抗性的物体。因此,被运动之物既然附带地在连续之物上运动,也就附带地运动通过无限的半,而不是就其自身。但他把线说成是附带地连续的,这是不妥的;因为线就其自身而言是连续的。因此,他说线是附带地连续的,并以为因这一缘故〔被运动之物〕也就附带地通过了无限之物,这是不妥的。线固然就其自身而言是连续的,但运动在其上发生并不是因为它是连续的,而是因为它是长度,正如人就其自身而言是动物,但语法知识并不因他是动物而属于他(因为那样的话它也会属于马),而是因他是理性的或能接受知识的才属于他;因为这是人的特征。这样,运动并不是因为连续性本身而在其上发生,而是因为另一物,即长度。而因另一物并不是附带的,而是就其自身的;因为按部分而行动或遭受的事物,被称为因另一物而遭受或行动,但部分是就其自身属于整体的,并非附带地属于。
- 8.115ἐν ἡμῖν λοιπὸν τὸ ὅθεν ἂν θέλωμεν ἀρξαμένοις ἐκεῖνο ἀρχὴν ποιῆσαι
不定词短语 τὸ ... ποιῆσαι 作无人称谓语 ἐν ἡμῖν [ἐστι] 的主语。与格分词 ἀρξαμένοις 与 ἐν ἡμῖν 所暗示的逻辑主体一致,表示“在从我们所意愿的任何地方开始之后”。ὅθεν ἂν θέλωμεν 为不定关系副词从句。
- 8.121τὸ δὲ πρότερον ἀριθμεῖν ἀντὶ τοῦ πρὶν κινηθῆναι καὶ ἄλλο ἥμισυ ἀριθμεῖν ὃ ἐκινήθη
冠词+不定词 τὸ πρότερον ἀριθμεῖν 作主语。介词短语 ἀντὶ τοῦ 加上不定词 ἀριθμεῖν 是注释书中表示“代替/意指……”的习用句式。其中 πρὶν κινηθῆναι καὶ ἄλλο ἥμισυ(在也运动通过另一半之前,ἄλλο ἥμισυ 为表范围的宾格)修饰 ἀριθμεῖν,而 ὃ ἐκινήθη 则是省略先行词、作 ἀριθμεῖν 宾语的关系从句。
- 8.124κακῶς δὲ εἶπεν τὴν γραμμὴν 〈κατὰ συμβεβηκὸς〉 συνεχῆ
κακῶς εἶπεν 支配双重宾格(宾语与宾语补足语):τὴν γραμμὴν 为宾语,〈κατὰ συμβεβηκὸς〉 συνεχῆ 为谓词性宾格(意为“[亚里士多德]把线说成是附带连续的,这是不妥的”)。校勘符号〈 〉中所补入的词句与后文的 καθ’ αὑτὸ γάρ ἐστι συνεχής 构成了语法和逻辑上的对称。
