← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§841.26-843.20

相反运动的不连续性与折返运动中的静止

斐洛波诺斯针对亚里士多德《物理学》第8卷第8章进行阐释,论证了相反的变化与运动的不连续性、直线折返运动在中点必然发生现实的静止,并澄清了分割点以及“现在”在潜能与现实之间的区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.104

" Καθάπερ τὸ ἴσον." Τῷ γὰρ ἴσῳ οὐχ ὡς μείζονα καὶ ἐλάσσονα ἀντίκεινται, ἀλλ’ ἁπλῶς ὡς ἄνισον ἴσῳ ἀντίκεινται, καὶ τῷ συμμέτρῳ τό τε ὑπερέχον καὶ ἐλλεῖπον ὡς ἀσύμμετρα. ἰστέον δὲ ὅτι ὅταν δύο τῷ αὐτῷ ἀντίκεινται, οὐ κατὰ τὸ αὐτὸ ἀντίκεινται, ἀλλὰ τὸ μὲν ὡς εἶδος εἴδει, τὸ δὲ ὡς ἕξις στερήσει,1 οἷον τῇ θρασύτητι ἀντίκειται καὶ ὡς στερήσει ἡ συμμετρία καὶ ὡς εἴδει ἡ δειλία. οὕτω καὶ τῇ κινήσει ὡς μὲν 〈εἴδει〉 εἶδος ἡ ἀντικειμένη κίνησις ἀντίκειται, ὡς δὲ ἕξει στέρησις ἡ ἠρεμία.

“正如相等者。” 因为相对于相等者而言,事物并不是作为更大或更小而与之对立,而仅仅是作为不相等者与相等者相对立;而相对于可通约者而言,超出者与亏欠者是作为不可通约者而相对立的。应当知道,当两者与同一事物相对立时,并不是按相同的方面相对立,而是一者作为形式对形式相对立,另一者作为状态对缺失相对立;例如相对于鲁莽而言,节制如同对缺失那样相对立,怯懦则如同对形式那样相对立。同样,相对于运动而言,相对立的运动是作为形式对形式相对立,而静止则是作为缺失对状态相对立。

§8.105

Ὅτι οὐκ εἰσὶν αἱ ἀντικείμεναι μεταβολαὶ συνεχεῖς, δῆλον ἐκ τῆς γενέσεως καὶ τῆς φθορᾶς· οὐ γὰρ ἂν ἡ φύσις εἰς τὸ εἶναί τι ἄγουσα διὰ τὸ μὴ εἶναι αὐτὸ ἐκίνει, καὶ σκοπὸν ἐτίθετο ποιῆσαι ἵνα εὐθὺς φθείρῃ.

相对立的变化并非连续的,这由生成与毁灭即可明了;因为自然若引某物进入存在,绝不会为了让它不存在而运动它,也不会为了立即毁灭它而立下生成的目的。

§8.106

Τὸ γὰρ ἄπειρον κατ’ ἐνέργειαν οὐχ ὑφέστηκεν.

因为无限者在现实中并不存在。

§8.107

Τῷ γὰρ ἄνω τὸ κάτω ἐναντίον, τὸ δεξιὸν τῷ ἀριστερῷ, τῷ ἔμπροσθεν τὸ ὄπισθεν.

因为下与上相反,右与左相反,后与前相反。

§8.108

Τὸ ἐν ᾧ ἐπὶ τοῦ εἴδους τάττει, ὅθεν καὶ ἀπαριθμεῖται τὰ εἴδη τῆς κινήσεως. — Πάθος ἐπὶ ἀλλοιώσεως, εἶδος ἐπὶ γενέσεως καὶ φθορᾶς.

他将“在其中[发生运动之所]”指定为形式,由此运动的诸形式也被枚举出来。——在性质变化中对应受动性状,在生成与毁灭中对应形式。

§8.109

Τῇ μὲν κύκλῳ κινήσει οὐκ ἔστιν ἐναντία κίνησις (κύκλῳ δέ ἐστι κίνησις ἡ τοῦ ὅλου κύκλου, οἷαί εἰσιν αἱ τῶν οὐρανίων κινήσεις· οὐ γὰρ δυνατὸν δύο κύκλους ἐπὶ τῆς αὐτῆς γραμμῆς κινεῖσθαι, ἵνα καὶ ἐναντιωθεῖεν ἀλλήλαις), ταῖς δὲ ἐπὶ κύκλου κινήσεσιν οὐκ ἄτοπον ἐναντίωσιν εἶναι· ἐπὶ γὰρ τοῦ αὐτοῦ κύκλου δύο τινὰ δύνανται ἀντιπροσώπως κινεῖσθαι.

对于圆周运动而言并不存在相反的运动(圆周运动乃是整个圆的运动,如天体的诸运动那般;因为不可能有两个圆在同一条线上运动,以致彼此相反),但对于圆上的诸运动而言存在相反并非荒谬;因为在同一个圆上,两个事物可能朝向相反方向运动。

§8.110

"Ἀλλ’ οὐχ ἡ εἰς πλάγιον τῇ ἄνω." Οὐκ ἔστιν ἡ εἰς τὰ πλάγια κίνησις τῇ ἐπὶ τὸ ἄνω ἐναντία· διὸ οὐδὲ ἱστᾶσιν ἄλληλα τὰ οὕτως κινούμενα, ἀλλὰ συνωθοῦσι καὶ λοξὴν κινοῦνται κίνησιν. ὑποκείσθω γὰρ τετράγωνον χωρίον καὶ κινούμενά τινα τὸ μὲν ἐκ τῆς μιᾶς πλευρᾶς ὡς ἐπὶ τὸ κάτω, τὸ δὲ ἐκ τῆς ἑτέρας ἐπὶ τὰ πλάγια. ὅταν συνέλθωσι ταῦτα περὶ τὴν γῆν, οὐ στήσουσιν 〈ἄλληλα〉 ἀλλὰ συνωθήσουσι καὶ λοξὴν κινήσουσι κίνησιν2 κατὰ τὴν διάμετρον τοῦ χωρίου. δῆλον οὖν ὅτι οὐκ ἐναντίαι αἱ κινήσεις αὗται (οὐδὲ γὰρ ἱστῶσιν ἀλλήλας), ἀλλ’ εἰ ἄρα ὑπεναντίαι, διότι ἄλλως ἐμποδίζουσι πρὸς τὴν ἐξ ἀρχῆς αὐτῶν πρόθεσιν· οὐ γὰρ δὴ πρὸς τὴν κίνησιν ἁπλῶς.

“但朝向侧旁的运动并不与朝向上方的运动[相反]。” 朝向侧旁的运动与朝向上方的运动并不相反;因此,如此运动的事物并不彼此使对方停下,而是互相推挤而作斜向运动。因为假设有一正方形区域,且有某些事物在运动,一者从一条边朝向下方,另一者从另一条边朝向侧旁。当它们在地面附近相遇时,它们不会使彼此停下,而是会互相推挤,并沿着该区域的对角线作斜向运动。由此可见,这些运动不是相反的(因为它们并不使彼此停下);即便要说它们相反,也充其量是下相反的,因为它们以另一种方式阻碍了各自从一开始的意图;这决不是单纯对运动本身的阻碍。

§8.111

"Τριῶν γὰρ ὄντων." Τοῦ μέσου, φησί, ποτὲ μὲν δυνάμει λαμβανομένου ποτὲ δὲ ἐνεργείᾳ, ὅταν μὲν ἐνεργείᾳ λαμβάνηται καὶ διαιρῇ τὴν γραμμήν, τότε τῷ ὑποκειμένῳ ἓν ὂν δύο λόγους ἀναδέχεται· ἔστι γὰρ τὸ αὐτὸ τοῦ μὲν ἀρχή, τοῦ δὲ πέρας. ὅταν οὖν ἐπὶ τῆς κατ’ ἐνέργειαν διῃρημένης γραμμῆς κινεῖταί τι, γινόμενον ἐν τῷ κατ’ ἐνέργειαν σημείῳ τῷ διαιροῦντι αὐτὴν ἀνάγκη στῆναι. δεῖ δὲ λαμβάνειν διαιρουμένην τὴν γραμμὴν καὶ τὸ σημεῖον κατ’ ἐνέργειαν γινόμενον οὐ τῇ τομῇ, ἀλλὰ τῷ κινούμενον μέχρις ἐκείνου ἀφιγμένον ὡς ἐπὶ πέρας οὕτως ἀνακάμπτειν·3 τῷ γὰρ πέρας σχεῖν τὸ σημεῖον τῆς ἐπὶ τάδε κινήσεως, ἐνεργείᾳ εἴληπται τὸ σημεῖον, ὅπερ ἀρχὴ γίνεται τῆς ἐπὶ θάτερα κινήσεως. κἂν μὴ ἀνακάμπτῃ δὲ ἀλλὰ τὸ λοιπὸν ἥμισυ φέρηται, ὡσαύτως· ὡς ἐπ’ ἄλλην γὰρ γραμμὴν ἄρχεται κινεῖσθαι ἀπὸ τοῦ αὐτοῦ σημείου.

“因为当有三者时。” 他说,中点有时在潜能上被设定,有时在现实中被设定;当它在现实中被设定并分割线段时,作为载体虽为同一,却接受两种说明;因为同一事物既是一者的起点,又是另一者的终点。因此,当某物在现实中被分割的线上运动时,若进入了在现实中分割该线的那一点,就必然停下。应当把线被分割且点成为现实理解为并非出于切断,而是出于运动之物到达该处犹如到达终点并由此折返;因为通过该点具有了向此方向运动的终点,该点便在现实中被确定了,而它又成为向彼方向运动的起点。即便它不折返而是沿着剩余的半段行进,情况亦相同;因为它开始从同一个点运动,犹如走向另一条线。

§8.112

Τῷ ὅλῳ μεγέθει οὐ γίνεται διαίρεσις τὸ νῦν· οὐδὲ γὰρ ἐπεὶ ἐν ἑκάστῳ τῶν σημείων εἶπεν εἶναι τὸ κινούμενον ἐν τῷ νῦν, διὰ τοῦτο καὶ διαιρεῖ τὸ νῦν τὸ ὅλον μέγεθος· δυνάμει γὰρ εἴληπται, οὐκ ἐνεργείᾳ.

“现在”对于整个大小并不构成分割;因为并非由于他说运动之物在“现在”中处于各个点上,就因此使得“现在”分割了整个大小;因为它是被潜能地理解的,而非现实地。

§8.113

"Αἰεὶ στήσεται τὸ ᾱ φερόμενον." Ἐάν τις εἴποι, φησίν, ὅτι συνεχῶς κινούμενον τὸ ᾱ γίνεται πρὸς ἑκάστῳ τῶν σημείων καὶ ἀπογίνεται, ἐπειδὴ τὸ γίνεσθαι καὶ ἀπογίνεσθαι ἐν ἄλλῳ καὶ ἄλλῳ νῦν ἀνάγκη γενέσθαι, συμβήσεται παντελῶς ἀναιρεθῆναι τὴν κίνησιν·4 πάντων γὰρ δύο νῦν μεταξὺ χρόνος. ὥστε ἠρεμήσει ἐν ἑκάστῳ τῶν νῦν, εἰ δὲ τοῦτο, ἀναιρεθήσεται παντελῶς ἡ κίνησις.

“被运载的Α将始终停下。” 他说,如果有人说连续运动的Α到达各个点并脱离,那么既然到达与脱离必然在不同的“现在”中发生,其结果将是运动被完全取消;因为在任何两个“现在”之间都有时间。因此它将在各个“现在”中处于静止,而若是如此,运动将被彻底取消。

§8.114

Κατ’ ἐνέργειαν, ὅπερ γίνεται τελευτὴ καὶ ἀρχή.

在现实中[被确定的点],它成为终点与起点。

语法注4 条
  1. 8.104τὸ μὲν ὡς εἶδος εἴδει, τὸ δὲ ὡς ἕξις στερήσει

    在对比结构 τὸ μέν ... τὸ δέ 中,中性冠词充当主语,分别代表两个对立项;随后的 ὡς εἶδος εἴδει 与 ὡς ἕξις στερήσει 表示对立的样态(“如形式对形式”,“如状态对缺失”),其中与格由 ἀντίκειται 的搭配要求决定。

  2. 8.110οὐ στήσουσιν 〈ἄλληλα〉 ἀλλὰ συνωθήσουσι καὶ λοξὴν κινήσουσι κίνησιν

    στήσουσιν 用作及物动词,意为“使停下”,支配补入的宾语 〈ἄλληλα〉。短语 λοξὴν κινήσουσι κίνησιν 属于同源宾语结构(cognate accusative),意为“进行斜向运动”。

  3. 8.111δεῖ δὲ λαμβάνειν διαιρουμένην τὴν γραμμὴν καὶ τὸ σημεῖον κατ’ ἐνέργειαν γινόμενον οὐ τῇ τομῇ, ἀλλὰ τῷ ... οὕτως ἀνακάμπτειν

    非人称动词 δεῖ 支配不定词 λαμβάνειν,其宾语为带有分词的宾格结构(διαιρουμένην τὴν γραμμὴν 与 τὸ σημεῖον ... γινόμενον),并由表示方式/手段的对比性与格短语 οὐ τῇ τομῇ, ἀλλὰ τῷ ... ἀνακάμπτειν(含冠词不定词)来修饰。

  4. 8.113ἐπειδὴ τὸ γίνεσθαι καὶ ἀπογίνεσθαι ἐν ἄλλῳ καὶ ἄλλῳ νῦν ἀνάγκη γενέσθαι, συμβήσεται παντελῶς ἀναιρεθῆναι τὴν κίνησιν

    在由 ἐπειδή 引导的原因从句中,谓语为非人称短语 ἀνάγκη [ἐστί],由冠词不定词 τὸ γίνεσθαι καὶ ἀπογίνεσθαι 与 γενέσθαι 构成其语义主体。主句则由非人称动词 συμβήσεται(“结果将是……”)支配宾格加不定词结构 ἀναιρεθῆναι τὴν κίνησιν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:841.26-843.20