← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§839.24-841.25

太阳运行与地上变化及位移的第一性

菲洛波诺斯注解《物理学》第8卷第7章,分析了亚里士多德关于太阳运行与地上变化及静止之关系、依据前苏格拉底学派空间位移仍居第一、在个别生成前必定存在先行运动,以及相反变化或生成毁灭之间是否存在静止等论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.89

Ὁ γὰρ ἥλιος πρὸς βορρᾶν γινόμενος ἢ πρὸς νότον, ἢ ψύχει ἢ θερμαίνει τὰ ἐνταῦθα, τῷ εἰς ἐναντίους τόπους γίνεσθαι1 ἐναντίας καὶ τὰς ἐνεργείας ποιούμενος, καὶ ἐπειδὴ οὗτοι οἱ τόποι, τὸ βόρειον καὶ τὸ νότιον, οὐκ εἰσὶν ἐναντία, ἀλλὰ τὸ ἄνω καὶ κάτω, διὰ τοῦτο εἴδη αὐτὰ ἐναντία καλεῖ, ὡς ἐναντίων εἰδῶν ποιητικά, θερμότητος καὶ ψύξεως. εἶτα ἐπειδὴ αἱ ἐναντίαι κινήσεις ἠρεμίᾳ διαλαμβάνονται, ὡς δείξει, εἰκότως καὶ τῆς ἠρεμίας τῶν τῇδε τὰ οὐράνια αἰτιᾶται.

因为太阳位于北方或位于南方,就会使这里的事物变冷或变热,通过进入相反的处所也使自己的活动成为相反的;既然这些处所,即北方与南方,并不是相反者(上下才是相反者),因此他将它们称为“相反的形式”,因其能产生相反的形式,即热与冷。随后,正如他将指出的那样,相反的运动被静止所隔开,因此他合理地把这里诸事物的静止也归咎于天体。

§8.90

Τὴν ἀΐδιον καὶ πρώτην καὶ συνεχῆ καὶ μίαν, διότι καὶ τὸ κινοῦν καὶ πρῶτόν ἐστι καὶ ἓν καὶ ἀμετάβλητον.

那永恒、第一、连续且单一的[运动],因为使其运动者也是第一的、单一的且不可变化的。

§8.91

Εἰ γὰρ ἡ τροφὴ ἐναντία οὖσα τῷ τρεφομένῳ μεταβάλλει καὶ ἐξομοιοῦται αὐτῷ, ἡ δὲ εἰς ἐναντία μεταβολὴ ἀλλοίωσίς ἐστι, καὶ ἡ τροφὴ ἄρα δι’ ἀλλοιώσεως γίνεται.

因为,如果养料相对于被滋养者作为相反者而发生变化并同化于它,而向着相反者的变化是性质变化,那么养料也是通过性质变化而成为[营养]的。

§8.92

Τοῦτο τὸ ἐπιχείρημα οὐκ ἀρέσκει αὐτῷ, ἀλλὰ δι’ Ἀναξαγόραν καὶ Ἐμπεδοκλέα λέγοντα2 ἀλλὰ μόνον μῖξίς τε διάλλαξίς τε μιγέντων. φησὶν οὖν ὅτι καὶ κατ’ ἐκείνους πρώτη ἡ κατὰ τόπον κίνησις· εἰ γὰρ πάντα τὰ πάθη πυκνώσει καὶ ἀραιώσει γίνονται, ὅ ἐστι συγκρίσει καὶ διακρίσει, διάκρισις δὲ καὶ σύγκρισις γίνεται συνιζανόντων ἢ διισταμένων τῶν σωμάτων, πᾶσα ἄρα μεταβολὴ δεῖται τῆς κατὰ τόπον κινήσεως. ἐκ δὲ τοῦ δοκοῦσι καὶ τοῦ λέγεται δείκνυσιν ὅτι οὐκ ἀρέσκεται τῷ δόγματι.

这一论证并不使他满意,而是顺应了阿那克萨戈拉以及说“唯有混合与被混合者的分离”的恩培多克勒。因此他说,即便按照他们,空间位移也是第一的;因为如果一切性状都由浓缩与希薄生成,即由凝集与分离生成,而分离与凝集是在物体沉降或离析时发生的,那么一切变化就都需要空间位移。通过“看来”和“据说”,他表明了自己并不赞同该学说。

§8.93

Τουτέστι τὸ κατὰ τὴν τῆς οὐσίας τελειότητα καὶ ὑπεροχήν.

也就是按照实体的完全性与优越性而言的[第一性]。

§8.94

Οὐ ‘τοῖς ἀϊδίοις μόνον’, ἀλλὰ ‘ταύτην μόνην τοῖς ἀϊδίοις’·3 οὐδεμίαν γὰρ ἄλλην κινοῦνται τὰ οὐράνια.

不是“唯对永恒之物”,而是“唯有此[运动]属于永恒之物”;因为天体不进行任何其他运动。

§8.95

Ἡμεῖς, φησίν, οὐ ζητοῦμεν τὸ ἐπὶ ἑνὸς ἀτόμου συμβαῖνον, ἀλλ’ ἐν τῷ παντὶ τίς ἐστι πρώτη κίνησις, ἔστι δὲ πάντως πρὸ τῆς τοῦδε γενέσεως κίνησις, εἰ καὶ μὴ αὐτοῦ, ἀλλὰ τῶν σπειράντων.

他说,我们探究的不是在一个不可分的个别事物上发生的情况,而是在整个宇宙中何为第一运动;在这一个别事物的生成之前必定已有运动,即便不是它自身的运动,也是播种者们的运动。

§8.96

"Καὶ τούτου ἕτερον πρότερον." Ἢ τὴν τῶν πάππων λέγει κίνησιν τὴν τοὺς γεννήσαντας γεννήσασαν, ἢ μᾶλλον τὴν τῶν οὐρανίων.

“而在这之前又有另一者。” 要么他是指产生那些生育者的祖父们的运动,要么更确切地是指天体的运动。

§8.97

Εἰ γὰρ πρωτίστη τῶν ἄλλων μεταβολῶν ἡ γένεσις, πάντα αὐτῆς μεθέξουσιν, ὥστε πάντα γενητὰ ἔσονται· εἰ δὲ γενητά, καὶ φθαρτά· καὶ οὐδὲν ἀΐδιον.

因为如果生成是其余变化中最第一的,一切事物就都将分有它,以致一切事物都将是生成的;如果是生成的,也就都是可毁灭的;并且没有任何事物是永恒的。

§8.98

"Ἐπ’ ἀρχὴν ἰόν." Ἀντὶ τοῦ ἐπὶ τέλειον εἶδος.

“走向本原。” 替代了“走向完全的形式”。

§8.99

Τὰ ζωόφυτα λέγει.

他指的是植形动物。

§8.100

Ἐπειδὴ ἀόριστον τὸ μέγεθος καὶ ἡ μικρότης, διὰ τοῦτό φησιν ἢ τελειότης μεγέθους καὶ ἀτέλεια· ἡ γὰρ τελειότης τοῦ μεγέθους ὥρισται ἐν ἑκάστῳ εἴδει.

因为大与小是不定的,所以他说“或大小的完全性与不完全性”;因为大小的完全性在各个种中都是被规定的。

§8.101

"Τὸ δὲ μὴ ἀεὶ κινούμενον." Τὸ μὴ ἀεὶ λευκαινόμενον, φησίν, ἢ μελαινόμενον ἢ ἄλλην τινὰ κίνησιν κινούμενον, ἀλλ’ ἀρχὴν λαμβάνον τοῦ κινεῖσθαι τήνδε τὴν κίνησιν, ἀνάγκη πρότερον ἠρεμεῖν, εἴπερ ὅλως ἐστὶ πρὸ τῆς κινήσεως· δεῖ γὰρ τὸ ἠρεμοῦν εἶναί τι, ἵνα καὶ ἠρεμῇ. εἰ τοίνυν τὸ μελαινόμενον οὔπω λευκαίνεται (τὸ γὰρ λευκαινόμενον ἀπὸ μέλανος ἐξίσταται, οὐκ ἀπὸ λευκοῦ), ἀρχὴν δέ ποτε λαμβάνει λευκάνσεως, ἠρεμήσει πρότερον καὶ ἔσται μεταξὺ λευκάνσεως καὶ μελάνσεως ἠρεμία. τὸ δὲ ὂν πρότερον προσέθηκεν διὰ τὴν γένεσιν·4 τὸ γὰρ μεταβάλλον ἀπὸ τοῦ μὴ εἶναι εἰς τὸ εἶναι οὐκ ἦν πρότερον, ὥστε οὐδὲ ἠρεμεῖ. διό, φησίν, οὐδὲν πρὸς τὸν λόγον, εἴτε ἠρεμία ἐστὶ μεταξὺ γενέσεως καὶ φθορᾶς, εἴτε μή. ἰστέον δὲ ὅτι οὐ δεῖ λέγειν 〈ὅτι〉 οὐχ ἁρμόττει ὁ λόγος ἐπὶ γενέσεως καὶ φθορᾶς διὰ τὸ τὰ μὲν ἐναντία μὴ δύνασθαι ἅμα εἶναι, γένεσιν δὲ καὶ φθορὰν μὴ εἶναι ἐναντία· οὐ δεῖ γὰρ οὐδὲ ἐπὶ τῶν ἄλλων τῷ τοῦ ἐναντίου ὀνόματι χρῆσθαι, ἀλλ’ ἁπλῶς τῷ μὴ δύνασθαι ἅμα εἶναι, ὅπερ ἐπὶ πάντων ἀντικειμένων ἐστὶν ἀληθές.

“那并非始终被运动者。” 他说,并非始终在变白或变黑、或进行任何其他运动,而是获得进行此运动之开端者,如果在运动之前全然存在的话,就必然先处于静止;因为处于静止者必须是某种存在,以便它也能静止。因此,如果正在变黑者尚未变白(因为变白者是从黑脱离出来,而不是从白),而在某个时候获得了变白的开端,它先前就会静止,并且在变白与变黑之间将有静止。而他之所以加上“先前存在”,是因为生成的缘故;因为从非存在向存在变化者先前并不存在,所以它也不处于静止。因此他说,在生成与毁灭之间是否有静止,对于论证全无影响。应当知道,不应说“由于相反者不能同时存在,而生成与毁灭并非相反者,所以这论证不适用于生成与毁灭”;因为即便在其余事物上也不应使用“相反者”这一名称,而仅仅应使用“不能同时存在”,这对于所有对立者而言都是真实的。

§8.102

"Ἐπὶ τῶν μεταβολῶν." Τῶν μὴ οὐσῶν κινήσεων, τουτέστι γενέσεως καὶ φθορᾶς.

“在诸变化中。” 在那些不是运动的变化中,即在生成与毁灭中。

§8.103

Οὐδέν, φησί, πρὸς τὸ προκείμενον ἡμῖν συμβάλλεται, εἴτε ἐναντίαι εἴτε μὴ γένεσις καὶ φθορά, ἀλλὰ τοῦτο μόνον, εἰ μὴ δύνανται ἅμα εἶναι.

他说,生成与毁灭是否是相反者,对摆在我们面前的论题没有任何助益,而唯独这一点,即它们是否不能同时存在[才具意义]。

语法注4 条
  1. 8.89τῷ εἰς ἐναντίους τόπους γίνεσθαι

    带定冠词的不定式与格(τῷ ... γίνεσθαι)表示方式或原因(“通过进入相反的处所”),修饰分词 ποιούμενος,表明太阳到达相反处所是其作用(致热与致冷)亦呈相反的原因。

  2. 8.92ἀλλὰ δι’ Ἀναξαγόραν καὶ Ἐμπεδοκλέα λέγοντα

    单数阳性宾格分词 λέγοντα 在语法上仅与紧邻的 Ἐμπεδοκλέα(恩培多克勒)一致。句子结构为“为了阿那克萨戈拉,以及为了说出‘……’的恩培多克勒”,引语(残篇)在句法上直接归属于恩培多克勒。

  3. 8.94Οὐ ‘τοῖς ἀϊδίοις μόνον’, ἀλλὰ ‘ταύτην μόνην τοῖς ἀϊδίοις’

    菲洛波诺斯在此澄清了限定词的句法归属:不应理解为限定“永恒之物”(“唯独属于永恒之物”),而应理解为仅将此运动归于它们(“唯有此种运动属于永恒之物”),因为天体不进行其他任何运动。

  4. 8.101τὸ δὲ ὂν πρότερον προσέθηκεν διὰ τὴν γένεσιν

    短语 τὸ δὲ ὂν πρότερον(“先前存在”)作为被引用的名词化短语,作 προσέθηκεν 的直接宾语(省略的主语为亚里士多德)。菲洛波诺斯解释说,亚里士多德之所以在条件从句中加入这一限制,是为了排除生成的情况,因为从非存在中生成者此前并不存在,因而不可能处于静止。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:839.24-841.25