- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:82.19-83.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞解释了亚里士多德的批评,即反驳巴门尼德的一元论应当诉诸作为相异性的非存在以及属的一,而非绝对的非存在;并探讨了色诺克拉底试图通过引入不可分线来回应芝诺的失败尝试。
διὰ τοῦτο οὖν μέμφεται αὐτῷ ὁ Ἀριστοτέλης καί φησιν ὅτι δυνατὸν ἦν καὶ συγχωρήσαντα μίαν εἶναι τὴν τοῦ ὄντος φύσιν δεῖξαι ὅτι οὕτως πολλὰ τὰ ὄντα,1 οὐ διὰ τὸ ὑποθέσθαι τὸ ἁπλῶς μὴ ὄν, ὅπερ καθόλου τοῦ ὄντος ἐστὶν ἕτερον (τοῦτο γάρ, ὥσπερ εἶπον, οὐδὲν ἕτερόν ἐστιν ἢ ἀντιφάσει περιπεσεῖν), ἀλλὰ διὰ τοῦ ὑποθέσθαι τὸ τὶ μὴ ὄν, ὅπερ οὐχ ἕτερόν ἐστι τοῦ ὄντος, ἀλλ’ ἐν αὐτῷ τῷ ὄντι τὸ εἶναι ἔχει, λέγω δὴ τὸ κατὰ τὴν ἑτερότητα μὴ ὄν, ὅπερ καὶ αὐτὸς ὁ Πλάτων φησὶν οὐ παρ’ ἔλαττον εἶναι τοῦ ὄντος.2 κἂν γὰρ συνάγηται ἐκ τοῦ Παρμενίδου λόγου ἓν εἶναι τὸ ὄν, οὐκ ἀνάγκη τὸ κατ’ ἀριθμὸν ἓν συνάγεσθαι· οὐδὲ γὰρ ἕπεται τοῦτο ταῖς προτάσεσι. τὸ γὰρ ἓν σημαίνειν τὸ ὂν οὐ τῷ ἀριθμῷ ἕν ἐστι σημαίνειν, οὐδὲ τοῦτο συγχωρήσομεν, ἀλλὰ τῷ γένει ἕν· ὥστε καὶ τὸ συμπέρασμα τὸ τῷ γένει ἓν συνάξει. εἰ δὲ τῷ γένει ἓν τὸ ὄν, οἷον εἰ τύχοι ζῷον ἢ οὐσία, ἐστὶν ἐν τούτῳ δηλονότι καὶ τὸ μὴ ὄν, οὐ τὸ ἁπλῶς μὴ ὄν, ἀλλὰ τὸ τὶ μὴ ὄν, ὅπερ καὶ τὶ ὄν ἐστιν. ὁ γὰρ ἄνθρωπος ὄν καὶ μὴ ὄν ἐστιν· οὐ γάρ ἐστιν ἵππος ἢ ὄνος. εἰ δὲ ἔστι καὶ τὸ μὴ ὄν, πολλὰ ἄρα τὸ ὄν, καὶ οὐκ ἔστι τοῦτο τῇ ἀντιφάσει περιπεσεῖν· οὐδὲ γὰρ ἓν λέγοντες εἶναι τὸ ὂν καὶ παρὰ τοῦτο ἕτερον μὴ εἶναι, τὸ μὴ ὂν εἰσάγομεν τὸ ἐκπεπτωκὸς παντελῶς τοῦ ὄντος (τοῦτο γὰρ οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ αὐτὸ ὂν καὶ μὴ ὂν λέγειν), ἀλλὰ τὸ κατὰ τὴν ἑτερότητα μὴ ὄν, ὅπερ καὶ ὄν ἐστιν. ὥστε τὸ αὐτὸ ἄλλως μὲν ὂν ἔσται, ἄλλως δὲ οὐκ ὄν, καὶ οὐ τὸ αὐτὸ κατὰ τὸ αὐτὸ ὂν καὶ μὴ ὄν· οὐ γὰρ ᾗ ἄνθρωπος οὐκ ὄν, ἀλλ’ ᾗ οὐκ ἔστιν ἵππος. τὸ μέντοι λέγειν ὅτι ἔστι τι ὃ παντελῶς ἕτερόν ἐστι τοῦ ὄντος, εἶτα τοῦτο ἐγκαταριθμεῖν τοῖς οὖσι καὶ λέγειν πολλὰ τὰ ὄντα, ἄντικρυς τὸ αὐτό ἐστι κατὰ τὸ αὐτὸ ὂν καὶ μὴ ὂν ποιεῖν. ἄλλως τε αὐτόθεν ἔδει τῇ προτάσει ἐνστῆναι τῇ λεγούσῃ τὸ ὂν ἓν σημαίνειν, καὶ διελεῖν τὸ ἓν ποσαχῶς λέγεται, ὅτι ἢ ὀνόματι ἢ πράγματι· καὶ εἰ πράγματι, ἢ γένει ἢ εἴδει ἢ ἀριθμῷ· καὶ εἰ τῷ ἀριθμῷ, ἢ ὡς συνεχὲς ἢ ὡς ἀδιαίρετον ἢ ὡς τῷ λόγῳ ταὐτόν·3 καὶ δεῖξαι ὅτι κατ’ οὐδεμίαν ὑπόθεσιν ἔρρωται ὁ τοῦ Παρμενίδου λόγος, ὥσπερ αὐτὸς ἐποίησε. Πρὸς μὲν οὖν τοὺς τοῦ Παρμενίδου λόγους οὕτως, πρὸς δὲ τὸν Ζήνωνος τὸν Ξενοκράτην φασὶν ἀπαντῆσαι ὑποθέμενον μὴ ἐπ’ ἄπειρον γίνεσθαι τὴν τῶν μεγεθῶν τομήν· καταλήγειν γὰρ εἰς ἀτόμους γραμμὰς τεμνομένην τὴν γραμμήν. ἠγνόησε δὲ καὶ οὗτος ἀντιφάσει περιπεσὼν διὰ τοῦ δοκεῖν φεύγειν τὴν ἀντίφασιν·4 τὸ αὐτὸ μὲν γὰρ ἓν καὶ πολλὰ εἶναι οὐκ ἀδύνατον, οὐδὲ ἀντίφασις τὸ τοιοῦτον, εἰ τὸ μὲν ᾖ δυνάμει τὸ δὲ ἐνεργείᾳ, ταὐτὸν δὲ ποιεῖν γραμμήν τε καὶ ἀδιαίρετον, ἄντικρυς ποιεῖν ἐστι τὴν γραμμὴν οὐ γραμμὴν καὶ τὸ μέγεθος οὐ μέγεθος, εἴ γε ἐπ’ ἄπειρον διαιρετόν ἐστι τὸ μέγεθος. Ἔνιοι δὲ ἐνέδοσαν τοῖς λόγοις ἀμφοτέροις. ἀμφοτέροις φησὶ τοῖς τε τοῦ Παρμενίδου καὶ τοῖς τοῦ μαθητοῦ αὐτοῦ Ζήνωνος· τοῖς μὲν τοῦ διδασκάλου ὁ διδάσκαλος Πλάτων, τοῖς δὲ τοῦ μαθητοῦ Ζήνωνος ὁ μαθητὴς Πλάτωνος ὁ Ξενοκράτης.
因此,亚里士多德责怪他,并说即使承认存在者的本性是一,也完全可以借此表明存在者是多数的,这并不是通过假设单纯的非存在(它完全不同于存在者;因为正如我所说,这无异于陷入矛盾),而是通过假设某种特定的非存在,它并非不同于存在者,而是在存在者本身之中具有其存在——我说的正是按照相异性的非存在,柏拉图自己也说它绝不逊于存在者。因为即使从巴门尼德的论证中可以推导出存在是一,也并不必然推导出它在数目上是一;因为这并不随前提而来。因为存在表示一,并不意味着在数目上表示一(我们也不会承认这一点),而是在属上表示一;因此结论推导出的也将是在属上的一。但是,如果存在在属上是一,例如恰好是动物或实体,那么显然在其中也包含着非存在,不是单纯的非存在,而是某种特定的非存在,它本身也是某种特定的存在者。因为人既是存在者也是非存在;因为他不是马也不是驴。而如果非存在也存在,那么存在者就是多数的,而这并非陷入矛盾;因为我们虽然说存在是一且除此以外别无他物,但我们所引入的并不是完全脱离了存在者的非存在(因为这无异于说同一事物既是存在者又是非存在),而是按照相异性的非存在,它本身也是存在者。因此,同一事物在一方面将是存在者,在另一方面是非存在,而不是同一事物在同一方面既是存在者又是非存在;因为并非就其作为人而言它是非存在,而是就其不是马而言[是非存在]。然而,若说存在着某种完全不同于存在者的东西,随后又把它计算在存在者之中并说存在者是多数的,这完全就是让同一事物在同一方面既是存在者又是非存在。此外,本应从一开始就反对那条主张存在表示一的前提,并区分“一”有几种说法:是按名称还按事物;若按事物,是按属、按种还是按数目;若按数目,是作为连续者、作为不可分者还是作为在定义上同一者;并且指出在任何假设下巴门尼德的论证都不能成立,正如他自己所做的那样。 对于巴门尼德的论证固然是这样,但对于芝诺的论证,据说色诺克拉底作出了回应,假设量度的分割不会走向无限;因为被分割的线最终终止于不可分割的线。但他也没有意识到,自己因看似在逃避矛盾而恰恰陷入了矛盾;因为同一事物既是一又是多并不是不可能的,如果一者是在潜能上而另一者是在现实上,这种事情也不是矛盾;但若把同一事物既做成线又做成不可分割者,如果量度确实是可以无限分割的,这完全就是让线不成其为线,让量度不成其为量度。 “有些人屈服于这两种论证。”他说“这两种”,是指巴门尼德的论证及其弟子芝诺的论证:屈服于老师的论证的是老师柏拉图,而屈服于弟子芝诺的论证的是柏拉图的弟子色诺克拉底。
- 1.54δυνατὸν ἦν καὶ συγχωρήσαντα μίαν εἶναι τὴν τοῦ ὄντος φύσιν δεῖξαι ὅτι οὕτως πολλὰ τὰ ὄντα
宾格分词 συγχωρήσαντα 与不定式 δεῖξαι 的逻辑主语一致,带有让步含义(“即使承认……”)。副词 οὕτως(“以此种方式/即便如此”)表明即使在承认一性的前提下,本来也能够推导出存在者的多数性。
- 1.54οὐ παρ’ ἔλαττον εἶναι τοῦ ὄντος
成语性短语 οὐ παρ' ἔλαττον 相当于 οὐδὲν ἧττον,意为“绝不逊于/不亚于”。属格 τοῦ ὄντος 是比较属格。
- 1.54καὶ εἰ τῷ ἀριθμῷ, ἢ ὡς συνεχὲς ἢ ὡς ἀδιαίρετον ἢ ὡς τῷ λόγῳ ταὐτόν
在对“一”进行逐层划分的排比句中省略了谓语动词(如 λέγεται):“若在数目上[被言说],则是作为连续者,或作为不可分者,或作为在定义上同一者[被言说]”。
- 1.54ἠγνόησε δὲ καὶ οὗτος ἀντιφάσει περιπεσὼν διὰ τοῦ δοκεῖν φεύγειν τὴν ἀντίφασιν
补充性分词 περιπεσών 依附于动词 ἠγνόησε,意为“他没有意识到自己已陷入矛盾”。带冠词的不定式短语 διὰ τοῦ δοκεῖν 表示原因或途径(“因看似在逃避矛盾”)。
