- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:837.36-839.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐劳波诺斯注疏亚里士多德《物理学》第8卷第6章,阐明非理性灵魂与不可分之物生灭的无时间性、被运动者与运动者的可分性差异、天体运动向恒星天的归结及其单一永恒的原初推动者,以及动物自身运动的有限性与对外在原因的依赖。
" Ἐπί τινων." Ἐπειδήπερ τὰς ἀλόγους ψυχὰς μὴ ἀϊδίους εἶναι ἀλλὰ γινομένας καὶ ἀπογινομένας ὡμολόγηται, ἔστω, φησί, τοῦτο δεδομένον καὶ τῶν τοιούτων ἀρχῶν μὴ ἀϊδίους εἶναι * * * καὶ ταύτας εἰς τὸ εἶναι καὶ τὸ μὴ εἶναι παράγεσθαι διὰ γενέσεως καὶ φθορᾶς. πᾶσα γὰρ γένεσις μεριστοῦ τινός ἐστι πράγματος καὶ ἐν χρόνῳ τινί, διὰ τὸ μὴ ἀθρόως εἰς τὸ εἶναι παράγεσθαι τὸ μεριστόν, ἀλλὰ κατὰ μέρος. ὁμοίως δὲ φθορὰ πᾶσα μεριστοῦ τινός ἐστι, διὰ τὸ κατὰ μέρος πάλιν ἀπογίνεσθαι. εἰ δέ τί ἐστι τῶν ἀσωμάτων καὶ ἀμερῶν μὴ ἀΐδιον, ἀλλὰ ποτὲ μὲν ὂν ποτὲ δὲ μὴ ὄν, ἀναγκαῖον τοῦτο διὰ γενέσεως παράγεσθαι εἰς τὸ εἶναι, μηδὲ ἐν χρόνῳ, ἀλλ’ εἶναι ἢ μὴ εἶναι ἀχρόνως,1 οἷαί εἰσιν αἱ ἄλογοι ψυχαὶ καὶ τὰ ἔνυλα εἴδη καὶ αἱ ἁφαί.
“在某些事物上。” 既然人们公认非理性的灵魂并非永恒,而是会生成和消亡的,那么他说,且假定这一点,并且假定此类本原不是永恒的[……],而这些事物并非通过生成与毁灭而被带入存在与非存在。因为一切生成都属于具有部分的事物并在某一时间中发生,这是因为具部分之物不是一举被带入存在,而是逐部分地被带入的。同样,一切毁灭也属于具部分之物,这是因为它又是逐部分地消亡的。然而,如果在无形体且不可分的事物中有某种并非永恒、而是一度存在一度又不存在者,那么这必然[不是]通过生成而被带入存在,也不在时间中[发生],而是无时间性地存在或不存在,正如非理性灵魂、内在质料的诸形式以及诸相接一样。
Ὅσον, φησίν, ἐκ τῶν δεδειγμένων, τὸ μὲν κινούμενον μεριστόν ἐστιν ἐξ ἀνάγκης, τὸ δὲ κινοῦν οὐκ ἀνάγκη μεριστὸν εἶναι.
他说,就从已被证明的诸点来看,被运动者必然是具部分的,但运动者却并非必然是具部分的。
Τουτέστιν ὅτι οὔτε ἁπλῶς πάσης τῆς κατὰ γένεσιν καὶ φθορὰν ἀϊδιότητος ἕν τί ἐστι καὶ μερικὸν αἴτιον, οὔτε ἄλλης μὲν ἄλλο ἑτέρας δὲ ἕτερον, οἷον φέρε εἰπεῖν τῆς γενέσεως καὶ φθορᾶς ἕν τι ἢ ἁπλῶς πάσης, ἢ τῆσδε μὲν τῆς οὐσίας ἄλλο ἑτέρας δὲ ἕτερον. ὁμοίως καὶ ἐπὶ τῆς κατὰ ποιότητα μεταβολῆς καὶ ἐπὶ τῶν λοιπῶν.
这就是说,既不存在就生成与毁灭而言的全体永恒性的单一且个别的原因,也不是此一变化有某一原因而另一变化又有另一原因;例如,就生成与毁灭而言,并非对所有这一切存在单一的原因,也并非对此一实体有一原因而对另一实体又有另一原因。在关于性质的变化以及其余的变化中也是同样。
"Ἀλλ’ οὐδὲν ἧττον." Οὐδὲν ἧττον καὶ οὕτως ἐστί τις κίνησις καθολικωτέρα τῶν ἐν γενέσει καὶ ἀΐδιος, ἥτις ἐστὶν ἑτέρα παρ’ ἑκάστην τῶν κατὰ μέρος· τοῦτο γάρ ἐστὶ τὸ καὶ τοῦτο παρ’ ἕκαστον. Εἰς τὸ αὐτό. αἱ γὰρ τῶν σφαιρῶν εἰς τὴν τῆς ἀπλανοῦς ἀνάγονται, ἥτις ποιεῖ τὰς λοξὰς καὶ πρὸς τὸν ζῳδιακὸν κινήσεις συνθέτους ἔκ τε τῆς ἰδίας αὐτῶν κινήσεως τῆς ἐπ’ ἀνατολάς, καὶ τῆς ἐνδιδομένης αὐταῖς παρ’ αὐτῆς, λέγω δὴ τῆς ἐπὶ δύσιν.2
“然而尽管如此。” 尽管如此,即便这样,仍有一种比处于生成之中的诸运动更为普遍且永恒的运动,它是不同于每一个别运动的;因为这就是“并且这也在各别事物之外”的意思。“向着同一个事物。”因为诸天球的运动被归结到恒星天的运动上,恒星天使得那些倾斜的以及朝向黄道带的运动成为复合的,由它们自身朝向东方的固有运动和由它赋予它们的、即朝向西方的运动复合而成。
Εἰ δέδεικται ὅτι ἀνάγκη εἶναι ἀεὶ κίνησιν, οὐκ ἐνδέχεται ποτὲ μὴ εἶναι· εἰ δὲ τοῦτο, ἀνάγκη συνεχῆ εἶναι καὶ ἀΐδιον. μηδενὸς γὰρ ὄντος ἀϊδίου ἐνδέχεται τὰς μερικὰς φθαρτὰς οὔσας πάσας φθαρῆναι καὶ διαλιπεῖν ἐν μέσῳ, οὕτω δ’ ἂν ἐφεξῆς μὲν εἶεν συνεχεῖς δὲ οὔ. ἀϊδίου δὲ οὔσης τῆς κινήσεως συνεχῆ ἀνάγκη εἶναι, εἰ δὲ συνεχής, δῆλον ὅτι καὶ μία, εἰ δὲ μία, ἀνάγκη καὶ τὸ κινητικὸν αὐτῆς αἴτιον ἓν εἶναι καὶ ἀΐδιον.
如果已被证明必然始终存在运动,运动就不可能在某个时候不存在;而如果是这样,它就必然是连续且永恒的。因为如果不具永恒之物,各别的、可毁灭的诸运动就可能全部毁灭并在中间留下间歇,这样它们就会是相继的,但不是连续的。但如果运动是永恒的,它就必然是连续的;如果它是连续的,显然也是单一的;如果是单一的,使其运动的原因也必然是单一且永恒的。
Ἢ ἐκ παραλλήλου3 καλεῖ τὸ αὐτὸ ζῷον καὶ ἔμψυχον, ἢ ἔμψυχα καλεῖ τὰ ζωόφυτα. τὰ δὲ ἐντεῦθεν μεταξυλογία ἐστίν.
要么他是并列地将同一事物称为“动物”与“有灵魂之物”,要么他是把植形动物称为“有灵魂之物”。从此往后的内容是插入性的议论。
Βούλεται δεῖξαι ὅτι οὐ πάσης κινήσεως ἑαυτοῖς ἐστιν αἴτια τὰ αὐτοκίνητα, ἀλλὰ μόνης τῆς κατὰ τόπον, καὶ ταύτης οὐ κυρίως· δέονται γὰρ καὶ τῶν ἔξωθεν. ὑπό τε γὰρ τῶν ὀρεκτῶν κινεῖται ἔξωθεν ὄντων καὶ ὑπὸ τῆς τροφῆς· πεττομένης γὰρ καθεύδουσιν.
他意在表明,自身运动者对于自身而言并不是一切运动的原因,而仅仅是空间位移的[原因],且对于这一运动而言也不是在严格意义上如此;因为它们也需要外在的事物。因为它们既被外在的欲望对象所运动,也被食物所运动;因为在食物消化时它们会睡眠。
Τοιῶσδε ἢ τοιῶσδε διατιθὲν τὸ σῶμα.
使身体处于如此或如彼的状态。
Πληρουμένων τῶν πόρων δι’ ὧν αἱ αἰσθητικαὶ δυνάμεις χορηγοῦνται.
借以输送感觉能力的通道被填满时。
Ἀὴρ ἢ καιρὸς ἢ τόπος· τὸ γὰρ ἔμφυτον θερμὸν τῇ τοῦ ἀέρος συμμεταβάλλον κράσει τοίως ἢ τοίως τὸ ζῷον κινεῖ.
空气,或季节,或处所;因为生来的热随着空气的调和状态而共同变化,使动物以如此或如彼的方式运动。
Αἱ ἄλογοι ζωαί, αἵτινές εἰσιν ἐν ὑποκειμένοις τοῖς σώμασιν, ὥστε συγκινεῖσθαι αὐτοῖς κατὰ συμβεβηκός· ὁ γὰρ νοῦς οὐκ ἐν ὑποκειμένῳ, ἀλλ’ ἔξωθεν ἐπιλάμπει τῷ σώματι.
以诸身体为底层而在其中的非理性生命,以致偶然地随它们一同运动;因为理智不在底层之中,而是从外部照耀身体。
Τουτέστιν ὅσα κινοῦνται μὴ μόνον περὶ τὰ ἴδια κέντρα ὑφ’ αὑτῶν, ἀλλὰ καὶ περὶ ἄλλα ὑφ’ ἑτέρων, ὑπό τε τῶν ἰδίων ἐπικύκλων καὶ τῶν σφαιρῶν καὶ ἔτι τῆς ἀπλανοῦς. ταῦτα δέ ἐστι τά τε ἄστρα καὶ οἱ ἐπίκυκλοι.
也就是指那些不仅由自身围绕自身的中心运动,而且还由他者围绕其他[中心]运动的事物,即由它们自己的本轮、天球以及恒星天运动。这些就是诸星辰与本轮。
Τουτέστιν ἀεὶ τὴν αὐτὴν σχέσιν φυλάττον πρὸς τὸ κινούμενον.
也就是始终对被运动者保持相同的关系。
- 8.76ἀναγκαῖον τοῦτο διὰ γενέσεως παράγεσθαι εἰς τὸ εἶναι, μηδὲ ἐν χρόνῳ, ἀλλ’ εἶναι ἢ μὴ εἶναι ἀχρόνως
根据前文的论述(唯有具部分之物才在时间中生成与毁灭)以及后文“也不在时间中,而是无时间性地存在或不存在”(μηδὲ ἐν χρόνῳ, ἀλλ’ εἶναι ἢ μὴ εἶναι ἀχρόνως)的对比,在 διὰ γενέσεως 前应脱落了否定词 μή,抑或 μηδέ 承接了否定意向,其意义必然是指此物“并非通过生成被带入存在”。
- 8.79ἥτις ποιεῖ τὰς λοξὰς καὶ πρὸς τὸν ζῳδιακὸν κινήσεις συνθέτους ἔκ τε τῆς ἰδίας αὐτῶν κινήσεως τῆς ἐπ’ ἀνατολάς, καὶ τῆς ἐνδιδομένης αὐταῖς παρ’ αὐτῆς, λέγω δὴ τῆς ἐπὶ δύσιν.
动词 ποιεῖ 的直接宾语为 τὰς λοξὰς καὶ πρὸς τὸν ζῳδιακὸν κινήσεις,συνθέτους 作宾语补足语(宾格表语,意为“使……成为复合的”)。构成这一复合运动的两个要素由介词短语 ἔκ τε τῆς ἰδίας... καὶ τῆς ἐνδιδομένης... 引出。
- 8.81ἐκ παραλλήλου
副词短语 ἐκ παραλλήλου 意为“并列地”或“同义连用地”,指出斐劳波诺斯的第一种解释取向:即亚里士多德在此将“动物”(ζῷον)与“有灵魂之物”(ἔμψυχον)作为同义词并提。
