- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:836.26-837.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对移去自身运动者的某一部分后剩余部分是否仍能自身运动这一疑难,注解者借由连续体中各部分的潜能可分性阐明了最初的全体与除去部分后的剩余物各自均可作为原初自身运动者,并指出探讨不动灵魂的永恒性属于灵魂论而非物理学课题。
Προσυπακουστέον1 ‘οὔπω δῆλον’, εἶτα τὸ μὲν γὰρ κινούμενον.
应当在心中补足“尚未明了”,然后[接着读]“因为被运动者固然”。
Εἰ ἀπορήσει, φησί, τις λέγων· ἐὰν ἀφέλῃ τις μόριον ἐκ τοῦ κινοῦντος, εἰ συνεχές, ἢ τοῦ κινουμένου συνεχοῦς ὄντος, οἷον τὴν χεῖρα ἢ τὸν δάκτυλον, ἆρα τὸ λοιπὸν αὐτοκίνητον ἔσται ἢ οὔ; καὶ εἰ μὲν ἀφαιρεθέντος τινὸς τούτων, οἷον χειρὸς ἢ δακτύλου, μένει τὸ λοιπὸν αὐτοκίνητον, οὐκ ἔστι τὸ ὅλον πρώτως αὐτοκίνητον, ἀλλὰ τὸ χωρὶς τοῦ μορίου τοῦτ’ ἐστὶ τὸ πρώτως αὐτοκίνητον.2 λύει δὲ τὴν ἀπορίαν οὕτως, ὅτι δυνάμει ἐστὶ τὸ συνεχὲς πᾶν διαιρετόν, οὐκ ἐνεργείᾳ· ὥστε τὰ μέρη δυνάμει εἰσὶν ἐν τῷ ὅλῳ· εἰ γὰρ ἦσαν ἐνεργείᾳ, ἀφαιρεθέντος δέ τινος ἐξ αὐτῶν ἔμενε τὸ λοιπὸν αὐτοκίνητον, οὐκ ἂν ἦν τὸ ἐξ ἀρχῆς πρώτως αὐτοκίνητον, ἐπειδὴ δὲ δυνάμει εἰσὶ τὰ μέρη, ἔστι μὲν καὶ τὸ ὅλον ἐξ ἀρχῆς αὐτοκίνητον, ὅταν δὲ ἀφαιρεθῇ τὸ μέρος, ἕτερον γίνεται αὐτοκίνητον· τὸ γὰρ ἐξ ἀρχῆς ὅλον οὐκέτι σῴζεται. ὥστε δυνάμει εἰσὶ πολλὰ αὐτοκίνητα ἐν τῷ ὅλῳ. [Ἀπορίαν τινὰ ἐκτίθεται ἐπὶ τοῖς εἰρημένοις. ἆρα, φησίν, ἐὰν ἀφέλῃ τις μόριον ἐκ τοῦ κινουμένου συνεχοῦς ὄντος ἢ καὶ ἐκ τοῦ κινοῦντος εἴπερ ἦν συνεχές, πλὴν ἐπειδὴ τὸ κινούμενον ὁμολογουμένως συνεχές ἐστιν, ἐάν τις ἀφέλῃ μόριον ἐξ αὐτοῦ, οἷον τὴν χεῖρα ἢ τὸν δάκτυλον, ἆρα 〈τὸ〉 λοιπὸν αὐτοκίνητον ἔσται ἢ οὔ; ὅτι μὲν οὖν τινων μορίων τῶν οὐ καιρίων ἀφαιρεθέντων, οἷον δακτύλου ἢ χειρός, μένει τὸ λοιπὸν αὐτοκίνητον, πρόδηλον. ἔχει οὖν τοῦτο ἀπορίαν. εἰ γὰρ ἀφαιρεθέντος τοῦ μορίου ἔμεινε τὸ λοιπὸν αὐτοκίνητον, οὐκ ἦν ἄρα τὸ ὅλον πρώτως αὐτοκίνητον, ἀλλὰ τὸ χωρὶς τοῦ μορίου τοῦτό ἐστι τὸ πρώτως αὐτοκίνητον, ὥσπερ καὶ ἐπὶ τῆς ἀφαιρέσεως τοῦ ἱματίου ἔμεινε τὸ λοιπὸν αὐτοκίνητον, δῆλον ὅτι οὐ συνεπλήρου τὸ αὐτοκίνητον τὸ ἱμάτιον. ἡ μὲν οὖν ἀπορία τοιαύτη, ἐπιλύεται δ’ αὐτήν, ὅτι δυνάμει μέν ἐστι τὸ συνεχὲς πᾶν διαιρετόν, ἐνεργείᾳ δὲ οὔ· ὥστε τὰ μέρη δυνάμει εἰσὶν ἐν τῷ ὅλῳ, οὐκ ἐνεργείᾳ. εἰ μὲν οὖν ἦν ἐνεργείᾳ τὰ μέρη, εἶτα ἀφαιρεθέντος τοῦ κατ’ ἐνέργειαν ὄντος μέρους ἔμενε τὸ λοιπὸν αὐτοκίνητον, τῷ ὄντι οὐκ ἦν τὸ ἐξ ἀρχῆς πρώτως αὐτοκίνητον, ὥσπερ ἐπὶ τῆς ἀφαιρέσεως ἔχει τοῦ ἱματίου, ἐπειδὴ δὲ δυνάμει εἰσὶ τὰ μέρη, ἔστι μὲν καὶ τὸ ὅλον αὐτοκίνητον, ὅταν δὲ ἀφαιρεθῇ τὸ μέρος, ἕτερον γίνεται αὐτοκίνητον· τὸ γὰρ ἐξ ἀρχῆς ὅλον οὐκέτι σῴζεται. ὥστε δυνάμει ἔνεισι πολλὰ αὐτοκίνητα ἐν τῷ ὅλῳ, ὅταν δὲ ἐνεργείᾳ διαιρεθῇ τοῦ ὅλου τὸ μέρος, γίνεται αὐτοκίνητον τὸ καταλειφθέν.] [Φιλόπονος λέγει· κάλλιόν ἐστι στίζειν ἐν τῷ διαιρετοῖς· τὸ γὰρ διαιρετὸν αὐτὸ τοῦτο δυνάμει ἐστίν. ἡ δὲ ἔννοια αὕτη· οὐδὲν κωλύει τῷ κατὰ δύναμιν διῃρημένῳ καὶ μὴ κατ’ ἐνέργειαν ἐνεῖναι δυνάμει. ἔστι γὰρ ἐν τῷ ζῴῳ δυνάμει πολλὰ πρῶτα, 〈ἃ〉 αὐτοκίνητα μὲν γίνεταί τινων μορίων διαιρουμένων, εἴ γε καὶ τὸ ὅλον πρώτως αὐτοκίνητον, καὶ τὸ μετὰ ἀφαίρεσιν τοῦ μορίου ἕτερον πάλιν πρώτως αὐτοκίνητον.] Τὸ ζητεῖν, φησίν, εἴτε πᾶσαι αἱ ψυχαὶ ἀΐδιοί εἰσιν ἀκίνητοι οὖσαι, εἴτε τινὲς μὲν ἀΐδιοι τινὲς δὲ οὐκ ἀΐδιοι, οὐκ ἔστι τῆς προκειμένης πραγματείας,3 ἀλλὰ τῆς Περὶ ψυχῆς, τὸ δὲ νῦν πρόκειται δεῖξαι ὅτι ἔστι τι τὸ ἀκίνητον αἴτιον πάσης ἐκτὸς μεταβολῆς, αἴτιον δὲ τοῖς ἄλλοις κινήσεως.
他说,如果有人提出疑难说:如果有人从运动者(假若它是连续的)或从连续的被运动者中移去一个部分,例如手或手指,剩下的部分将是自身运动者还是不是?并且,如果在移去这些之中的某物(例如手或手指)时,剩下的部分仍保持为自身运动者,那么全体就不是原初意义上的自身运动者,而是除去该部分之后的事物才是原初意义上的自身运动者。但他这样解决这一疑难:即一切连续者都只是在潜能上可分的,而非在现实中;因此各部分是潜能地存在于全体之中的;因为如果它们是在现实中存在,而且在移去它们之中的某物时剩下的部分仍保持为自身运动者,那么最初之物就不会是原初意义上的自身运动者;但既然各部分是潜能地存在的,最初的全体固然是自身运动者,而当部分被移去时,便生成了另一个自身运动者;因为最初的全体已不再被保全。因此在全体之中潜能地存在着许多自身运动者。[他对已述内容提出某种疑难。他说,如果有人从连续的被运动者中,甚至从运动者(如果它确实是连续的话)中移去一个部分——不过既然被运动者公认是连续的,如果有人从中移去一个部分,例如手或手指,剩下的部分将是自身运动者还是不是?显然,当某些非关键的部分(例如手指或手)被移去时,剩下的部分仍保持为自身运动者,这是显而易见的。因此这具有疑难。因为如果移去部分之后剩下的部分仍保持为自身运动者,那么全体原来就不是原初意义上的自身运动者,而是除去该部分之后的事物才是原初意义上的自身运动者,正如在移去斗篷时剩下的部分仍保持为自身运动者、从而清楚地表明斗篷并不补充构成自身运动者一样。疑难固然是这样的,但他化解了它:即一切连续者固然在潜能上是可分的,但在现实中却不是;因此各部分是潜能地存在于全体之中,而非在现实中。如果各部分在现实中存在,接着在移去现实存在的部分之后剩下的部分仍保持为自身运动者,那么最初之物确实就不是原初意义上的自身运动者,正如在移去斗篷的情形中那样;但既然各部分是潜能地存在的,全体固然是自身运动者,而当部分被移去时,便生成了另一个自身运动者;因为最初的全体已不再被保全。因此在全体之中潜能地存在着许多自身运动者,而当全体的部分在现实中被分割时,遗留下来的事物便成为了自身运动者。][约翰·斐劳波诺斯说:在“可分者”处断句更好;因为可分这一属性本身就是潜能的。其涵义如下:没有任何事物阻止[原初之物]潜能地存在于按潜能而非按现实被分割之物中。因为在动物中潜能地存在着许多原初之物,当某些部分被分割时它们便成为自身运动者,倘若全体也是原初意义上的自身运动者,并且在移去部分之后的事物又是另一个原初意义上的自身运动者的话。]他说,探究是否一切灵魂都是不动的且是永恒的,抑或有些是永恒的而有些不是永恒的,并不属于当前的考察,而是属于《论灵魂》的考察;眼下提出的任务是表明,存在着某种处于一切变化之外的不动的原因,它为其他事物提供运动的原因。
- 8.72Προσυπακουστέον
中性单数动词性形容词,表示应当在理解中补充未明言的话语或省略句。斐劳波诺斯指示读者从上文补入“尚未明了(οὔπω δῆλον)”,然后再衔接亚里士多德的原文字句“因为被运动者固然(τὸ μὲν γὰρ κινούμενον)”。
- 8.73τὸ χωρὶς τοῦ μορίου τοῦτ’ ἐστὶ τὸ πρώτως αὐτοκίνητον
名词化介词短语 τὸ χωρὶς τοῦ μορίου(“除去该部分之后的事物”)作主语,指示代词 τοῦτο 作为主格复指代词加强主语语气,指向述语名词短语 τὸ πρώτως αὐτοκίνητον,表达归谬论证中的结论:即除去部分之后的剩余物本身才是原初意义上的自身运动者。
- 8.75οὐκ ἔστι τῆς προκειμένης πραγματείας
带冠词不定式句 Τὸ ζητεῖν ... 作主语,联系动词 ἔστι 支配表示所属或范围的属格 τῆς προκειμένης πραγματείας(“不属于当前的考察”),并与紧随其后的 ἀλλὰ τῆς Περὶ ψυχῆς(“而是属于《论灵魂》的考察”)形成对比。
