← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§835.11-836.24

自身运动者的结构与灵魂和身体的接触

注解亚里士多德《物理学》卷八第五章(257b15–258a20),阐明自身运动者由“运动而不被运动的部分”(灵魂)与“被运动的部分”(身体)构成,指出无论中间项多寡、被运动部分均无必然再运动他物,并解释了非身体的灵魂与身体之间的接触方式。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.67

Τὸ γὰρ ζῷον κινοῦν διὰ τῆς βακτηρίας τὴν θύραν αἰτιώτερόν ἐστι τοῦ κινεῖσθαι τὴν θύραν ἢ ἡ βακτηρία, καὶ μᾶλλον αὐτὸ κινήσει ἢ ἡ βακτηρία. οὕτως καὶ τὸ κινοῦν τι, εἶτα κινούμενον ὑπ’ αὐτοῦ, μᾶλλον ἐκείνου αἴτιόν ἐστι1 τῆς ἑαυτοῦ κινήσεως καὶ μᾶλλον ἑαυτὸ κινήσει· τὰ γὰρ μᾶλλον ἐγγίζοντα τῆς κινούσης δυνάμεως μᾶλλον κινεῖται. τὸ αὐτὸ ἐπὶ ἑκάστου μέρους ἔστιν εἰπεῖν.

因为动物通过手杖运动门时,比起手杖来更是门被运动的原因,并且它自身比起手杖来更能运动〔门〕。同样,运动某物且随后被它所运动的事物,比起那一事物来更是自身运动的原因,并且更能运动自身;因为更接近运动能力的事物被运动得更多。对于每一个部分也可以作同样的论述。

§8.68

[Ἀνελὼν τὰς ψευδεῖς ὑποθέσεις, λέγει ὅπως κινεῖ αὐτὸ ἑαυτὸ τὸ αὐτοκίνητον, ὅτι οὔτε ὅλον κινεῖ καὶ κινεῖται, οὔτε ἀντικινεῖ ἄλληλα τὰ μόρια, οὔτε ἕν τι μόριον τοῦ ὅλου ἐστὶν αὐτοκίνητον, οὔτε πλείονα, συνάγει ἐκ τῶν εἰρημένων τὸ ἀληθές, ὅτι τοῦ αὐτοκινήτου τὸ μὲν κινεῖ μὲν οὐ κινεῖται δέ, τὸ δὲ κινεῖται μὲν οὐ κινεῖ δὲ ἐξ ἀνάγκης· τῶν γὰρ τεσσάρων ἐληλεγμένων ὑποθέσεων τὴν λοιπὴν ἀνάγκη ἀληθῆ εἶναι, τὴν λέγουσαν τοῦ αὐτοκινήτου τὸ μὲν κινεῖν μόνον τὸ δὲ κινεῖσθαι. οὐκ ἐξ ἀνάγκης δὲ καὶ κινεῖν αὐτὸ τοῦτο διὰ τῶν προκειμένων δείκνυσιν,2 ὅτι οὐκ ἐξ ἀνάγκης τὸ κινούμενον τοῦ αὐτοκινήτου μόριον καὶ κινήσει τι· ὥστε συγκεῖσθαι τὸ αὐτοκίνητον ἐκ κινοῦντος μόνον καὶ κινουμένου, καὶ κινοῦντος καὶ κινουμένου μόνως, οἷον ἐκ ψυχῆς καὶ σώματος, καὶ τοῦ ἱματίου, ὅπερ κινεῖται μὲν ὑπὸ τοῦ σώματος, οὐ κινεῖ δέ· ἀφαιρεθέντος γὰρ τοῦ ἱματίου μένει οὐδὲν ἧττον τὸ λοιπὸν αὐτοκίνητον, τὸ ἐκ ψυχῆς λέγω καὶ σώματος. εἰ δὲ συνετέλει τι εἰς τὴν τοῦ αὐτοκινήτου οὐσίαν τὸ εἶναί τι ὅπερ κινεῖται ὑπὸ τοῦ σώματος κινουμένου καὶ αὐτοῦ ὑπὸ τῆς ψυχῆς, ἀφαιρεθέντος αὐτοῦ οὐκ ἔμενε τὸ λοιπὸν αὐτοκίνητον· νῦν δὲ μένει· οὐκ ἄρα ἀνάγκη εἶναί τι ὃ κινεῖται ὑπὸ τοῦ σώματος. σύγκειται ἄρα τὸ αὐτοκίνητον ἐκ κινοῦντος μὲν οὐ κινουμένου δέ, καὶ ἐκ κινουμένου μὲν μὴ κινοῦντος δὲ ἐξ ἀνάγκης.] Τὸ ᾱ ψυχήν, τὸ β̄ σῶμα, τὸ γ̄ τὸ ὑπὸ τοῦ σώματος κινούμενον ἱμάτιον, εἰ τύχοι, ἢ ἕτερόν τι. καί φησι· σύγκειται τὸ αὐτοκίνητον ἐκ κινοῦντος μόνως καὶ κινουμένου, καὶ κινοῦντος καὶ κινουμένου μόνως, οἷον ἐκ ψυχῆς καὶ σώματος, καὶ ἱματίου, ὅπερ κινεῖται μὲν ὑπὸ τοῦ σώματος, οὐ κινεῖ δέ· ἀφαιρεθέντος γὰρ τοῦ ἱματίου μένει οὐδὲν ἧττον τὸ λοιπὸν αὐτοκίνητον, τὸ ἐκ ψυχῆς λέγω καὶ σώματος.

[在清除了虚假的假定之后,他说明了自身运动者如何运动自身:既然既不是全体运动且被运动,也不是各个部分相互交互运动,也不是全体的某一个部分自身运动,也不是若干个部分自身运动,他便从已述内容中推导出了真理,即在自身运动者中,一部分运动而不被运动,另一部分被运动却并不必然运动。因为在四种假定被驳斥之后,剩下的假定必然是真实的,即主张自身运动者的一部分仅仅运动而另一部分被运动。而且他通过摆在我们面前的论述表明了“并不必然运动”这一点本身:即自身运动者的被运动部分并不必然也运动某物;以至于自身运动者是由仅仅运动者、被运动且运动者、以及仅仅被运动者构成的,例如由灵魂与身体构成,以及由斗篷构成——斗篷被身体运动却不运动;因为移去斗篷之后,剩下的部分——我指的是由灵魂与身体构成的部分——丝毫不减地仍是自身运动者。如果存在某种被身体(其自身也被灵魂运动)所运动之物对于自身运动者的本质有某种贡献,那么移去它时剩下的部分就不会继续保持为自身运动者;但实际上它仍保持着;因此并不必然存在某种被身体所运动之物。所以自身运动者是由运动而不被运动者、以及被运动却并不必然运动者构成的。]设Α为灵魂,Β为身体,Γ为被身体运动的斗篷(若是如此的话)或别的某种东西。他说:自身运动者是由仅仅运动者、被运动且运动者、以及仅仅被运动者构成的,例如由灵魂与身体构成,以及由斗篷构成——斗篷被身体运动却不运动;因为移去斗篷之后,剩下的部分——我指的是由灵魂与身体构成的部分——丝毫不减地仍是自身运动者。

§8.70

"Εἴπερ γὰρ καὶ διὰ πολλῶν." Ἐπειδὴ δυνατὸν πολλὰ εἶναι τὰ μεταξὺ κινοῦντα καὶ κινούμενα, ἔσχατον δέ ἐστι τὸ μόνως κινούμενον, διὰ τοῦτο, εἴπερ ἄρα καὶ δυνατὸν διὰ πλειόνων ἀφικέσθαι εἰς τὸ γ̄ ὃ μόνως κινεῖται, ὅμως νῦν ὑποκείσθω δι’ ἑνὸς κινουμένου καὶ κινοῦντος·3 εἰ γὰρ δειχθείη ὅτι οὐδὲ ἓν ἐξ ἀνάγκης εἶναι δεῖ καὶ κινούμενον καὶ κινοῦν, πολλῷ μᾶλλον οὐδὲ πλείονα.

“因为即使通过许多。” 既然在中间既运动又被运动的事物可能是多数,而仅仅被运动者是最后之物,因此,即使确实可能通过更多事物达到仅仅被运动的Γ,然而现在且假定[通过]一个被运动且运动的事物[达到];因为如果表明连一个既被运动又运动之物都不必必然存在,那么更多的事物就更是如此了。

§8.71

Τὰ τοῦ αὐτοκινήτου μόρια ἅπτονται ἀλλήλων, ἢ τὰ ἀμφότερα σώματα εἶπεν· ὅσον γὰρ ἐκ τῶν εἰρημένων οὔπω δῆλον εἰ σῶμα ἡ ψυχὴ ἢ ἀσώματος. εἰ γὰρ σῶμα ἡ ψυχή, ἀνάγκη καὶ αὐτὴν ἅπτεσθαι τοῦ σώματος καὶ τὸ σῶμα αὐτῆς, εἰ δὲ μὴ εἴη σῶμα, αὐτὴ μὲν ἅψεται τοῦ σώματος τὸ δὲ σῶμα αὐτῆς οὐκέτι. διὸ εἶπεν θατέρου θάτερον.4 οὐ γὰρ τῷ τὰ πέρατα συμβάλλειν, ἀλλὰ τῷ πάσχειν τι εἰς τὴν οὐσίαν ὑπὸ τοῦ ἀσωμάτου τὸ σῶμα, ὡς ἐπὶ λοιδορίας καὶ λύπης· λέγομεν γὰρ ‘ἥψατό μου ἡ λοιδορία καὶ ἡ λύπη’, ἀλλ’ οὐκ ‘ἐγὼ τῆς λύπης ἢ τῆς λοιδορίας’. ζωοῦται γοῦν ὑπὸ τῆς ψυχῆς τὸ σῶμα καὶ γίνεται ζῶν καὶ αἰσθητικὸν πάσχον εἰς τὴν οὐσίαν ὑπ’ αὐτῆς, ἡ μέντοι ψυχὴ εἰς τὴν οὐσίαν οὐδὲν πάσχει ὑπ’ αὐτοῦ, εἰ μή τι ἄρα ὑπὸ τοῦ πνεύματος· εἶδος γὰρ οὖσα τοῦ πνεύματος συμφθείρεται αὐτῷ.

自身运动者的各部分相互接触,或者他说这是假定两者都是身体;因为根据已述内容,灵魂是身体还是非身体尚未明了。因为如果灵魂是身体,那么它自身接触身体且身体也接触它就是必然的,但如果它不是身体,它自身接触身体而身体却不再接触它。因此他说“一者接触另一者”。因为接触并非凭借边界重合,而是凭借身体在其本性上被非身体之物所受动,正如在辱骂与悲痛的情形中一样;因为我们说“辱骂与悲痛触动了我”,却不说“我触碰了悲痛或辱骂”。总之,身体由于灵魂而具有生命,并通过在其本性上受动于灵魂而成为有生命的和有感觉的,然而灵魂在其本性上却丝毫不受动于身体,除非或许受动于精气;因为作为精气的形式,它与精气一同消亡。

语法注4 条
  1. 8.67μᾶλλον ἐκείνου αἴτιόν ἐστι

    ἐκείνου 为比较属格,指代前文中被运动的中间项(相当于手杖、即被运动后进而运动某物者),意为“比起那一事物来更是自身运动的原因”。

  2. 8.68οὐκ ἐξ ἀνάγκης δὲ καὶ κινεῖν αὐτὸ τοῦτο διὰ τῶν προκειμένων δείκνυσιν

    αὐτὸ τοῦτο(这一点本身)是动词 δείκνυσιν 的直接宾语,指代前文所述“被运动的部分并不必然运动”这一命题。其后的 ὅτι 从句作为同位语,进一步阐明其具体内容。

  3. 8.70δι’ ἑνὸς κινουμένου καὶ κινοῦντος

    对应于前一分句中的 διὰ πλειόνων ἀφικέσθαι εἰς τὸ Ῡ,主句动词 ὑποκείσθω 之下省略并承前补充了不定式短语 ἀφικέσθαι εἰς τὸ Ῡ(“假定[通过]一个被运动且运动的事物[达到Γ]”)。

  4. 8.71θατέρου θάτερον

    引自亚里士多德原文(258a20)。由于表示接触的动词 ἅπτεσθαι 支配属格补足语,主格 θάτερον 与属格 θατέρου 的搭配表达了非对称的单向接触关系(即“一者触及另一者”,而非相互接触)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:835.11-836.24