← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§833.21-835.9

自身运动者的划分与处于现实中的动者

菲洛波庞疏解了动者与被运动者具有同一运动这一观点的驳斥(257a10–23)以及亚里士多德论本然原因优先性时的省略句式,提出了被运动者可分性的原则与自身运动者的分类(257a32–257b2),并考察了动者在现实中而被运动者在潜能中这一规定的适用范围与同名性条件(257b6–9)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.59

Ὁ νοῦς οὕτως· εἰ τὸ ἔσχατον καὶ κινούμενον μόνως τὴν κατὰ τόπον ἐκινεῖτο κίνησιν, ἔστι δὲ τῶν κινούντων τὸ ἔσχατον μὲν ἀπὸ τοῦ κινουμένου ἀριθμούντων,1 πρῶτον δὲ ὡς αἴτιον τῶν λοιπῶν καὶ αὐτὸ κινούμενον τὴν κατὰ τόπον κίνησιν, τοῦτο δὲ τῶν λοιπῶν μᾶλλον αἴτιον τῷ ἐσχάτῳ κινουμένῳ τῆς κατὰ τόπον κινήσεως, τὴν αὐτὴν ἄρα κίνησιν κινεῖται τὸ κινοῦν ἣν κινεῖται τὸ κινούμενον, ὅπερ ἐλήλεγκται.

大意如下:如果最后之物且仅仅被运动之物是被运动以位置运动,而在诸动者之中,存在对于从被运动之物算起的人而言是最后者、但作为其余诸物的原因而言是最初者且其自身也被运动以位置运动的动者,并且此动者比其余诸动者更是最后被运动之物发生位置运动的原因,那么动者所被运动的运动就与被运动之物所被运动的运动相同,而这已被驳斥了。

§8.60

Ἀδύνατον μὲν τὸ τὴν αὐτὴν καὶ κινεῖν καὶ κινεῖσθαι, πλασματῶδες δὲ τὸ ἄλλην μὲν κινεῖν ἄλλην δὲ κινεῖσθαι. καὶ οὐ μόνον πλασματῶδες, ἀλλὰ καὶ ἀδύνατον, εἴπερ ἐπαναβαῖνον ἥξει ποτὲ εἰς τὸ 〈τὸ〉 αὐτὸ εἶδος τῆς κινήσεως κινεῖσθαι ὅπερ κινεῖ.

既运动同一运动又被运动以同一运动是不可能的,而运动一种运动却被运动以另一种运动则是一种虚构的假定。而且这不仅是虚构的,也是不可能的,如果向上追溯就终将达到被运动以与它所运动的完全相同之种的运动。

§8.61

Ἔδει εἰπεῖν ‘τὸ καθ’ αὑτὸ καὶ πρώτως αἴτιον πρότερόν ἐστι τοῦ καθ’ ἕτερον αἰτίου καὶ κατὰ συμβεβηκός’, αὐτὸς δὲ ἐξ ἑκατέρας ἀντιθέσεως ἓν μόριον παρέλιπεν, τῆς μὲν τὸ ‘κατὰ συμβεβηκός’ τῆς δὲ τὸ ‘πρώτως’.2 τὸ δὲ καὶ αὐτοῦ ὄντος, καὶ αὐτοῦ ὄντος αἰτίου· οἰκοδομεῖ οὖν καὶ ὁ ἄνθρωπος καὶ ὁ φαλακρὸς καὶ ὁ πῆχυς, ἀλλὰ προηγουμένως τῆς οἰκοδομῆς αἴτιος ὁ ἄνθρωπος καὶ τοῦ φαλακροῦ καὶ τοῦ πήχεος.

他本应当说“自身地且第一的原因先于凭借他物且偶性的原因”,但他自己却从两组对立中各略去了一项,从一组中略去了“偶性地”,从另一组中略去了“第一地”。而“且在它自身存在时”这一句,是指“且在它自身作为原因存在时”;因此人和秃头者以及一肘高者都在建造,但本然地作为建筑原因的是人,对于秃头者和一肘高者来说也是人。

§8.62

"Ἄλλην ἀρχήν." Ὅτι πᾶν τὸ κινούμενον διαιρετὸν εἰς αἰεὶ διαιρετά. καθ’ αὑτὸ δὲ διὰ τὸ κατὰ συμβεβηκός· οὐ γὰρ ἀνάγκη τὸ κατὰ συμβεβηκὸς κινούμενον συνεχὲς εἶναι, οἷον τὴν ψυχὴν καὶ τὸ ποιόν.

“另一本原。” 这就是说,凡被运动之物都是可分入永远可分之物的。而说“自身地”是由于偶性地[被运动者];因为偶性地被运动之物并不必然是连续的,比如灵魂和性质。

§8.63

[Διαίρεσις τοῦ Φιλοπόνου· ἢ ὅλον ὅλον κινεῖν καὶ κινεῖσθαι ὅλον, ἢ ἕκαστον τῶν μορίων αὐτοῦ ἀντικινεῖν ἄλληλα καὶ οὕτως τὸ ὅλον λέγεσθαι αὐτοκίνητον, ἢ ἕν τι μόριον τοῦ ὅλου εἶναι τὸ αὐτὸ καὶ κινοῦν καὶ κινούμενον καὶ δι’ ἐκεῖνο πάλιν λέγεσθαι αὐτοκίνητον, ἢ πάντα τὰ αὑτοῦ μόρια ἕκαστον αὐτοκίνητον εἶναι, ἢ τὸ μὲν εἶναι κινοῦν μόριον τὸ δὲ κινούμενον μόνως καὶ τὸ ὅλον τὸ ἐξ ἀμφοῖν αὐτοκίνητον λέγεσθαι.] " Ἔτι διώρισται." Τὸ κινούμενον, φησίν, ἔτι ἐστὶ πρὸς τῷ δυνάμει καὶ οὔπω ἀπέλαβε τὴν οἰκείαν ἐνέργειαν, οἷον τὸ θερμαινόμενον οὔπω ἐστὶ θερμόν, ἀλλ’ ἐπὶ τοῦτο ὁδεύει. τὸ οὖν θερμαίνεσθαι οὔπω ἐστὶ τοῦ εἴδους τελεία ἀπόληψις ἀλλ’ ἀτελής, τὸ δὲ θερμαῖνον ἤδη ἐστὶν ἐνεργείᾳ καὶ τέλειον. ὥστε εἰ τὸ ὅλον αὐτοκίνητον κινεῖ καὶ τὸ ὅλον κινεῖται, τὸ αὐτὸ ἔσται τέλειον καὶ ἀτελές. τὸ δὲ τῆς λέξεως οὕτως· διώρισται, φησίν, ὅτι τοῦτο κινεῖται ὅπερ ἐστὶ κινητόν, τουτέστι δυνάμει.

[菲洛波诺斯的区分:要么全体运动全体且全体被运动,要么它的各个部分相互交互运动从而全体被称为自身运动者,要么全体的某一个部分既是动者又是被运动者且由于那一项全体再次被称为自身运动者,要么它自身的所有部分各自都是自身运动者,要么一部分是动者而另一部分仅仅是被运动者且由两者构成的全体被称为自身运动者。]“此外,已经规定。” 他说,被运动之物仍在潜能一边,尚未获得其本有的现实,例如正被加热之物尚未是热的,而是在向此状态行进。因此被加热还不是形式的完全获得,而是不完全的获得,而致热者则已在现实中并且是完全的。所以如果自身运动者的全体在运动且全体被运动,那么同一事物就既是完全的又是不完全的。经文的措辞如下:他说,已经规定,被运动之物正是可动之物,也就是在潜能中的物。

§8.65

Ἐπεὶ γὰρ τὸ κινούμενον ὁδεύει εἰς τὴν ἐνέργειαν, δῆλον ὅτι ἐν τῷ κινεῖσθαι ἔτι δυνάμει ἐστίν· ὥστε ἡ κίνησις ἀτελής ἐστι τοῦ κινητοῦ ἐνέργεια. ὁ δὲ ‘δέ’ ἀντὶ τοῦ ‘γάρ’.

因为既然被运动之物正在走向现实,显然在被运动时它仍处于潜能中;以致运动是可动之物的不完全现实。而连词“然而”是用来代替“因为”的。

§8.66

"Τὸ δὲ κινοῦν ἤδη ἐνεργείᾳ ἐστίν." Οὐκ ἐπὶ πάντων ἀληθὴς οὗτος ὁ λόγος. οὐ γὰρ πάντως τὸ ποιοῦν τι ἐνεργείᾳ ἔχει τὸ εἶδος τοῦ γινομένου· ποιεῖ γὰρ μώλωπα ἡ μάστιξ καὶ οὐκ ἔστι μώλωψ, καὶ ἡ παράτριψις θερμαίνει καὶ οὐκ ἔστι θερμότης, κινεῖ δὲ καὶ ἡ ψυχὴ καὶ οὐκ ἔστι κίνησις, ἀλλ’ οὐδὲ ἐνεργείᾳ εἰς ὅπερ κινεῖ εἶδος, τοῦτο καὶ ἔχει· οὐδὲ γὰρ ὅλως κινεῖται φυσικήν τινα κίνησιν. ἀλλ’ οὐδὲ ἐπὶ τῶν κατὰ τόπον κινούντων ἀληθὴς ὁ λόγος (οὔτε γὰρ αἱ ἡμίονοι αἱ κινοῦσαι τὴν ἅμαξαν ἐνεργείᾳ εἰσὶν ἐν τῷ τόπῳ ἔνθα δεῖ πορευθῆναι), ἀλλὰ καὶ αὐτὰ δυνάμει ἔχει τὸ ἐφ’ ᾧ κινεῖται, ὡς ἐπὶ τῶν ἡμιόνων καὶ τῆς ἁμάξης· ἄμφω γὰρ δυνάμει εἰσὶν ἐν τῷ τόπῳ ἔνθα δεῖ πορευθῆναι. ὁμοίως καὶ ἐπὶ τῆς παρατρίψεως καὶ ἐπὶ τῆς ψυχῆς κινούσης, ἃ κατὰ τόπον οὐδ’ ὅλως κινεῖσθαι πέφυκεν. διὸ εἶπεν ὁ Ἀριστοτέλης ὅσων ἀνάγκη ἔχειν τὸ συνώνυμον, τὸ ὑπ’ αὐτοῦ πάσχον δηλονότι·3 τότε γὰρ ἀνάγκη ἐνεργείᾳ ἔχειν τὸ εἶδος ὃ ποιεῖ.

“但动者已在现实中。” 这番话并非在所有事物上都是真实的。因为产生某物者并不在一切情况下都在现实中拥有生成之物的形式;因为鞭子造成瘀伤,它自己却不是瘀伤;摩擦使之变热,它自己却不是热;灵魂运动事物,它自己却不是运动,甚至它也并不在现实中拥有它所运向的形式;因为它根本不被运动以任何自然运动。但在位置运动的动者上这番话同样不是真实的(因为拉车的骡子在现实中并不在它们应当行至的地点),而是它们自身也潜能地具有它们所被运向之物,正如在骡子和车的情形中一样;因为两者都在潜能中处于它们应当行至的地点。同样在摩擦和运动〔他物〕的灵魂的情形中也是如此,它们在天性上根本不发生位置运动。因此亚里士多德说,在那些必然具有同名之物的事物上,显然是指具有与由它所受动者同名的形式;因为唯有在那时,才必然在现实中拥有它所产生的形式。

语法注3 条
  1. 8.59ἀπὸ τοῦ κινουμένου ἀριθμούντων

    属格绝对结构,其逻辑主语为不特定的泛指主体(“对于从被运动之物算起的人而言 / 若按顺序计数”),表达观察的视角或条件。

  2. 8.61ἐξ ἑκατέρας ἀντιθέσεως ἓν μόριον παρέλιπεν, τῆς μὲν τὸ ‘κατὰ συμβεβηκός’ τῆς δὲ τὸ ‘πρώτως’

    指出亚里士多德在修辞上对两组对立(“自身地”与“偶性地”、“第一地”与“凭借他物”)各省去了一项;τῆς μὲν 与 τῆς δέ 分别回指前文的 ἀντιθέσεως。

  3. 8.66διὸ εἶπεν ὁ Ἀριστοτέλης ὅσων ἀνάγκη ἔχειν τὸ συνώνυμον, τὸ ὑπ’ αὐτοῦ πάσχον δηλονότι

    关系代词属格 ὅσων 承前省略了先行词(如 ἐπὶ τούτων 等介词短语,“在……的事物上”)。随后的宾格短语 τὸ ὑπ’ αὐτοῦ πάσχον 作为同格成分,说明了“与谁同名”(“即同名于由它所受动的事物”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:833.21-835.9