← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§831.28-833.19

不动动者与运动的种的同一性

斐洛庞诺斯注疏《物理学》第8卷第5章,论证了一切动者通过偶性受动而运动这一说法的谬误,阐释了阿那克萨戈拉不受动且不动的“心灵”,并指出在讨论运动的同种性时必须深入到不可分之种而非宽泛的属。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.49

Ἔχει καὶ τοῦ ποιεῖν ἀρχὴν ἐν ἑαυτῷ· τὸ γὰρ ἐνεργείᾳ θερμὸν τοῦτό ἐστι τὸ μεταβάλλον τὸ δυνάμει, καὶ τοῦτό φαμεν τὸ κινῆσαν ἐπὶ τὸ ἄνω, διότι τὸ ποιοῦν θερμὸν τοῦτό ἐστι τὸ κινοῦν· ὥστε ἔχοι ἂν ἀρχὴν καὶ τοῦ κινεῖν, οὐ τὴν τοῦ κινεῖσθαι μόνον. ἄλλως τε εἰ ἀρχὴν ἔχει ἕκαστον ἐν ἑαυτῷ τοῦ κινεῖσθαι, ἔχει δηλονότι καὶ οὕτως τὸ κινοῦν· αὕτη γὰρ ἡ ἀρχή ἐστιν ἡ κινοῦσα.

它在自身中也具有施动的本原;因为在现实上热之物正是使潜能之物发生变化者,而且我们说这就是使之向上运动者,因为致热者就是动者;所以它不仅具有被运动的本原,而且也会具有运动他物的本原。此外,如果各物在自身中具有被运动的本原,显然以这种方式它也具有动者;因为这本原正是动者。

§8.50

"Μετὰ τὸ ἔσχατον." Τουτέστιν ἕν τι μεταξὺ ἔχει, δι’ οὗ κινεῖ· τὴν γὰρ θύραν τὸ ἔσχατον κινοῦν ἡ βακτηρία.1 μετὰ οὖν τοῦτο τὸ ἔσχατον, πρῶτόν ἐστιν εὐθὺς ὁ ἄνθρωπος.

“在最后者之后。” 这就是说,它具有一个赖以运动的中介物;因为杖正是运动门的最后之物。因此在这最后之物之后,紧接着最初之物就是人。

§8.51

Εἰ τὸ ἑαυτό, φησί, πρώτως κινεῖ, οὐκ ἀνάγκη καὶ τὸ ὑπ’ ἄλλου κινούμενον εἶναι· κινούσης γὰρ τῆς βακτηρίας τὴν θύραν ἀνάγκη καὶ τὸν ἄνθρωπον κινεῖν, τοῦ δὲ ἀνθρώπου κινοῦντος οὐκ ἀνάγκη τὴν βακτηρίαν.

他说,如果首先有自身运动之物在运动,那么并不必然也存在由他物运动之物;因为当杖运动门时,必然人也在运动它,但当人运动它时,杖的存在却不是必然的。

§8.52

Ἀλλ’ οὐκ αὐτοκίνητος ὁ ἄνεμος· ἔστι γὰρ ἡ αἰτία ἡ ποιήσασα τὸν ἄνεμον.

但风不是自身运动的;因为存在产生风的原因。

§8.53

"Εἰ γὰρ ὑπὸ κινουμένου." Εἰ τὸ κινούμενον κινεῖται ὑπό τινος κινουμένου καὶ αὐτοῦ ὑπ’ ἄλλου, ἤτοι τὸ κινοῦν κατὰ συμβεβηκὸς κινούμενον οὕτω κινεῖ, ἢ καθ’ αὑτό. εἰ μὲν κατὰ συμβεβηκὸς κινούμενον κινεῖ, ἐπειδὴ τὸ συμβεβηκὸς οὐκ ἔστιν ἀναγκαῖον ἀλλ’ ἐνδέχεται καὶ μὴ εἶναι, εἰ ὑποθώμεθα αὐτὸ μὴ ὄν, ἀναιρήσομεν καθόλου τὴν κίνησιν. εἰ γὰρ κατὰ συμβεβηκὸς κινούμενον κινεῖ, ἐνδέχεται καὶ μὴ κινεῖσθαι, μὴ κινούμενον δὲ οὐκ ἂν κινήσῃ, ὥστε δυνατὸν μὴ εἶναι κίνησιν ἐν τῷ παντί· ἀλλὰ μὴν ἀνάγκη ἀΐδιον εἶναι, ὡς δέδεικται ἐν ἀρχῇ· οὐκ ἄρα δυνατὸν τὸ κινοῦν πᾶν κατὰ συμβεβηκὸς κινούμενον τῷ κινεῖσθαι κινεῖν.

“因为如果是由被运动之物。” 如果被运动之物是由自身也被他物运动的某物所运动,那么动者要么是偶性地被运动而如此运动,要么是自身地运动。如果它是在偶性地被运动的同时运动,那么由于偶性之物不是必然的而是可以不存在的,如果我们假定它不存在,我们便将彻底取消运动。因为如果它是偶性地被运动而运动,它也可以不被运动,而在不被运动时它就不会运动,以致宇宙中可能不存在运动;然而正如在开篇所证明的那样,运动必然是永恒的;因此,并非每一个动者都能在偶性地被运动的同时借由被运动而运动。

§8.54

Τὸ κινεῖν δηλονότι κινούμενα καὶ αὐτά, ἀλλ’ οὐ διὰ τὸ κινεῖσθαι κινεῖν, ἀλλὰ κινοῦντα κατὰ συμβεβηκὸς κινεῖσθαι, ὡς ὅταν βαδίζῃ τις ἅμα καὶ διδάσκῃ· οὐ γὰρ διὰ τὸ βαδίζειν διδάσκει, ἀλλὰ συμβέβηκε τῷ διδάσκοντι βαδίζειν.

显然它们自身也是在被运动中运动,但并非由于被运动而运动,而是在运动的同时偶性地被运动,就像某人一边散步一边讲授一样;因为他并不是由于散步而讲授,而是碰巧在讲授者身上发生了散步。

§8.55

Τὸ ᾧ κινεῖ, τουτέστι τὸ ᾧ κινεῖ κἄν τε φυσικὸν ᾖ, ὡς ἡ χείρ, κἄν τε ἔξωθεν, ὡς ἡ βακτηρία, ἐπειδὴ ἅμα ἐστὶ καὶ συνεχὲς κατὰ τὴν ἁφὴν τῷ κινουμένῳ, ἀνάγκη συγκινεῖσθαι αὐτῷ. τὸ δὲ μέχρι τινός, διότι οὐ δι’ ὅλου συμπαρομαρτεῖ τῷ κινουμένῳ· ῥίπτουσα γὰρ ἡ χεὶρ τὸν λίθον μέχρι τινὸς συγκινεῖται.

它赖以运动之物,也就是它赖以运动之物,无论它是自然的(如手),还是外在的(如杖),由于通过接触而与被运动之物同在且连续,它必然与之一同被运动。而说“直到某一点”,是因为它并非在全程中都伴随着被运动之物;因为手在掷石时,只是在直到某一点上与之一同被运动。

§8.56

"Ὥστε εἶναι μὴ ᾧ κινῇ." Προσυπακουστέον ‘ὑπ’ ἄλλου’·2 τὸ γὰρ αὐτοκίνητον, ὃ κινεῖ οὐχ ὡς ὄργανον, ἀκίνητόν ἐστιν ὑπ’ ἄλλου.

“以致它不是赖以运动的工具。” 必须在思想中补充“由他物”;因为不是作为工具而运动的自身运动者,是不由他物所运动的。

§8.57

[Πανταχοῦ τὸν Ἀναξαγόραν ἐπαινεῖ ὅτι νοῦν ἐπέστησε διακοσμήσει τοῦ παντός, πάσας εἶναι λέγων τὰς ὁμοιομερείας μεμιγμένας καὶ κινεῖσθαι ταύτας ὑπὸ τοῦ νοῦ διακρινομένας. ἐπειδὴ 〈δὲ〉 τὸν νοῦν κινητικὸν αἴτιον ἔλεγεν, ἀπαθῆ καὶ ἀμιγῆ αὐτὸν εἶπεν, ὥστε καὶ ἀκίνητον, εἴ γε κίνησιν μὲν ἔλεγεν εἶναι τὴν σύγκρισιν καὶ διάκρισιν, αὐτὸν δὲ ἀπαθῆ ὄντα ἀκίνητον, συγκρίσεως δηλονότι καὶ διακρίσεως ἐκτὸς ὑπάρχοντα· διὰ τοῦτο γὰρ ἀπαθής, ἐπειδὴ καὶ ἀμιγής. ἀπαθὴς μὲν οὖν ὡς ἀκίνητος, ἀμιγὴς δὲ ὡς γινώσκων τὰς ὁμοιομερείας. οὕτως γὰρ ἂν μόνως, φησί, κρατοίη ἀμιγὴς ὤν,]3 τουτέστι γινώσκει τὰς ὁμοιομερείας· εἰ γὰρ εἶχεν πρὸς ἑαυτό τινα ὁμοιομέρειαν, ἐκείνη τῶν ἄλλων τὴν γνῶσιν ἐνεπόδιζεν, ὥσπερ ἡ κεχρωσμένη ὕελος οὐκ ἔστι τῶν λοιπῶν χρωμάτων διαπορθμευτικὴ τοῦ προκαταλαβόντος ἐμποδίζοντος τοῖς λοιποῖς.

[他处处称赞阿那克萨戈拉,因为他把心灵置于全宇宙的统序之上,说所有的同质分体都是混合的,而这些分体是由心灵在分离中加以运动的。但既然他称心灵为动因,他就说心灵是不受动的和无混合的,从而也是不动的,如果他确实称结合与分离为运动,而心灵自身作为不受动者是不动的,也就是说存在于结合与分离之外;因为它正是由于无混合而不受动的。因此作为不动者它是不受动的,作为认识同质分体者它是无混合的。他说,因为唯有如此无混合,它才能统摄,]也就是说它认识同质分体;因为如果心灵相对于自身拥有某种同质分体,那一分体就会妨碍对其他分体的认识,正如着色的玻璃不能传递其余的颜色,因为先占的颜色妨碍了其余的颜色。

§8.58

"Δεῖ γὰρ μέχρι τῶν ἀτόμων." Ὅταν, φησί, λέγωμεν ὅτι τὴν αὐτὴν κίνησιν ἣν κινεῖ καὶ κινεῖται, ἢ ἄλλην μὲν κινεῖ ἄλλην δὲ κινεῖται, οὐ δεῖ ἀορίστως λαμβάνειν τὸ γένος τῆς κινήσεως, ἀλλὰ τὸ ἄτομον εἶδος. οὐ γὰρ δεῖ λέγειν ὅτι τὸ ἀλλοιοῦν ἀλλοιοῦται, ἀλλὰ τὸ θερμαῖνον θερμαίνεται ἢ τὸ αὖξον θερμαίνεται· οὐδὲ γὰρ ἔστιν ἀλλοίωσις ἁπλῶς, ἀλλὰ πάντα κατά τι ἄτομον εἶδος θεωρεῖται.

“因为必须达到不可分者。” 他说,当我们说动者自身被运动以它所运动的同一运动,或者它运动一种运动而被运动以另一种运动时,不应当无规定地取运动的属,而应当取不可分之种。因为不应当说改变者被改变,而应当说致热者被加热,或者致增大者被加热;因为根本不存在单纯的改变,而是所有事物都是根据某种不可分之种而被考察的。

语法注3 条
  1. 8.50τὴν γὰρ θύραν τὸ ἔσχατον κινοῦν ἡ βακτηρία

    主语是后置的阴性名词 ἡ βακτηρία,中性分词短语 τὸ ἔσχατον κινοῦν 作谓表语,τὴν θύραν 则是分词 κινοῦν 的宾语。全句采用了宾语与表语前置的倒装结构(hyperbaton)。

  2. 8.56Προσυπακουστέον ‘ὑπ’ ἄλλου’

    这是斐洛庞诺斯对亚里士多德省略性引文“ὥστε εἶναι μὴ ᾧ κινῇ”的语法补足说明。他指出此处须在意念中补充“由他物”(ὑπ’ ἄλλου),即自身运动的第一动者不是作为由他物推动的工具来运动。

  3. 8.57οὕτως γὰρ ἂν μόνως, φησί, κρατοίη ἀμιγὴς ὤν

    此句为主句中的潜在希求法结构(ἄν 搭配希求法 κρατοίη),以间接引述的方式复述阿那克萨戈拉的学说(残篇B12)。分词 ὤν 具有方式或条件含义(“通过保持无混合”),与副词短语 οὕτως μόνως(“唯有如此”)相呼应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:831.28-833.19