- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:829.33-831.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯论述了连续且自然长合之物不会自身受动的原因,区分了动者与受动者;阐明了元素如何从潜能过渡到现实(其固有处所),并将之与知识的现实化作类比,最后分析了诸如球撞墙反弹这样的偶性运动。
Λέγοιτο γὰρ καὶ τὰ ἁπτόμενα συνεχῆ, ἀλλ’ οὐ κυρίως, οὐδὲ συμφυῆ οὐδὲ ἕν τι γενόμενα. καθὸ οὖν τὸ συνεχὲς ἕν τέ ἐστι καὶ συμφυές, ἀπαθές ἐστιν αὐτὸ ὑφ’ αὑτοῦ οὐδὲν πάσχον.
因为相互接触之物也可以被称为连续的,但并非在严格意义上,它们既非自然长合在一起,也没有成为某个单一之物。因此,只要连续之物既是一又是自然长合的,它在自身的作用下便是不受动的,不遭受任何作用。
Τὸ κινοῦν γὰρ καὶ τὸ κινούμενον τὸ μὲν τὴν ποιητικὴν τὸ δὲ τὴν παθητικὴν σχέσιν ἔχει· ἕτερον οὖν τὸ ποιητικὸν καὶ τὸ παθητικόν, καὶ κεχωρισμέναι αὐτῶν αἱ φύσεις.
因为动者与受动者,一者具有施动关系,另一者具有受动关系;所以施动者与受动者是不同的,它们各自的本性也是分离的。
Τὸ παιδίον δυνάμει τρίπηχυ καὶ τὸ σῶμα δυνάμει λευκὸν καὶ τὸ ἄνω δυνάμει ποῦ, οἷον κάτω.
幼儿潜能上是三肘长,身体潜能上是白的,而在上者潜能上在某处,例如在下。
Λέγοιτο γὰρ ἂν τὸ λευκὸν δυνάμει ποσόν, ἀλλ’ οὐ τῷ ἔχειν τὴν ἀρχὴν τὴν τοιαύτην ἐν ἑαυτῷ (οὐ γὰρ γίνεται τὸ λευκὸν ποσόν), ἀλλὰ κατὰ συμβεβηκὸς λέγεται τὸ λευκὸν ποσὸν ἢ ποῦ, διότι συνέβη τῷ λευκῷ τριπήχει εἶναι ἢ ἄνω ἢ κάτω.1
因为白色可以说潜能上是数量,但并不是由于在自身中具有这样的本原(因为白色并不变成数量),而是偶性地,白色被称为数量或在某处,因为碰巧白色是三肘长或在上或在下。
Ἐνεργείας εἶπεν τῶν σωμάτων τοὺς κατὰ φύσιν αὐτῶν τόπους· τότε γὰρ κατὰ ἀλήθειαν τὴν ἑαυτοῦ ἐνέργειαν καὶ τὸ ἑαυτοῦ εἶδος ἀπολαμβάνει ἕκαστον, ὅταν ἐν τῷ κατὰ φύσιν τόπῳ ᾖ· τότε οὖν κινοῦνται ἡ γῆ καὶ τὸ πῦρ κατὰ φύσιν, ὅταν δυνάμει ὦσιν εἰς τοὺς οἰκείους τόπους· τουτέστιν ὅταν ὦσιν εἰς τοὺς παρὰ φύσιν τόπους, κινοῦνται κατὰ φύσιν ἐπειγόμενα τοὺς οἰκείους ἀπολαβεῖν τόπους.
他把物体合乎自然的处所称为它们的现实;因为当各物处于合乎自然的处所时,那时它才真正获得其自身的现实和其自身的形式。因此,土和火当就其本有的处所而言处于潜能状态时,便合乎自然地运动;这就是说,当它们处于反乎自然的处所时,由于急切于获得其本有的处所,它们便合乎自然地运动。
Τὸ γὰρ μεταβάλλον τὸν ἀέρα καὶ ποιοῦν πῦρ, εἴτε ἡ κυκλοφορία εἴτε ἡ τρῖψις εἴτε ἄλλο τι, τοῦτο αὐτῷ καὶ τῆς ἐπὶ τὸ ἄνω κινήσεως αἴτιόν ἐστιν. ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. ἀλλ’ ἐπειδὴ πολλάκις μεταβάλλον ἐκ τοῦ προτέρου δυνάμει εἰς τὸ δεύτερον ἐνίοτε οὐκ εὐθὺς κινεῖται ἐμποδίζοντός τινος, διὰ τοῦτο ἄδηλόν ἐστι τὸ κινοῦν, εἰ δέ τι μὴ ἐμποδίζοι, τῇ ἕξει σύνδρομον ἴσχει καὶ τὴν ἐνέργειαν.2
因为使空气发生变化并使之成为火者,无论是圆周运动还是摩擦或是别的什么,这也正是火向上运动的原因。在其他事物上也是如此。但是,由于从前一种潜能转变为后一种潜能之物,由于某种阻碍往往不会立刻运动,因此动者是不明晰的;但若没有任何阻碍,它便也具有与状态相伴的现实活动。
Πολλάκις γὰρ ἅμα ὄντος τοῦ τε διδάσκοντος καὶ τοῦ μανθάνοντος οὐ γίνεται ἐνεργείᾳ ἐπιστήμων ὁ μαθητής, ἢ νόσου ἢ ἑτέρας τινὸς περιστάσεως ἐμποδιζούσης.
因为即便施教者与受学者同时在场,学生也往往不会在现实上成为有知识者,因为疾病或其他某种境况构成了阻碍。
"Ἐὰν μή τι κωλύῃ." Ὕπνος ἢ νόσος ἢ ἄλλη τις περίστασις. εἰ γάρ τις εἴποι μὴ ἐξ ἀνάγκης ἅμα τῇ ἕξει καὶ τὴν ἐνέργειαν εἶναι μηδενὸς κωλύοντος,3 συμβήσεται τὸν αὐτὸν εἰδέναι τε καὶ μὴ εἰδέναι, ὅπερ ἀδύνατον· ἀδύνατον γὰρ ἀμφότερα τὰ μόρια τῆς ἀντιφάσεως ἐπὶ τοῦ αὐτοῦ ἁρμόζειν. καθὸ μὲν γὰρ ἐν ἕξει ἔχει τὴν γεωμετρικὴν ἐπιστήμην ὁ γεωμέτρης, κατὰ τοῦτό ἐστι γεωμέτρης, καθὸ δὲ ἐνεργῆσαι ἐξ ἀνάγκης μηδενὸς κωλύοντος οὐ δύναται, οὐκ ἂν εἴη γεωμέτρης· ὥστε καὶ ἐπιστήμων ἔσται γεωμετρίας καὶ ἀνεπιστήμων, ὅπερ ἀδύνατον.
“若无任何阻碍。” 睡眠或疾病或某种其他境况。因为若有人说,在无任何阻碍时现实活动也并不必然与状态同时存在,那么同一人就将既知晓又不知晓,而这是不可能的;因为矛盾命题的两端不可能同时适合于同一事物。因为就几何学家以状态拥有几何学知识而言,在这方面他是几何学家;但就在无阻碍时他不能必然地现实活动而言,他便不是几何学家;这样他就将既知晓几何学又不知晓几何学,而这是不可能的。
Τὸ τοῦ κούφου εἶδος, τουτέστι τὸ ἐν τόπῳ τινὶ εἶναι, οὗτος δέ ἐστιν ὁ ἄνω. ὅταν οὖν ἐν τούτῳ γένηται, τότε τὴν κυρίως ἐνέργειαν κατὰ τὸ εἶδος ἀπολαμβάνει.
轻者的形式就是处于某个处所,而这个处所就是在上。因此,当它进入这一处所时,那时它便获得了合乎形式的本义上的现实。
Διὰ τὸ πεφυκέναι τὸ κοῦφον ἄνω εἶναι τὸ δὲ βαρὺ κάτω, ἑκάτερον αὐτῶν τὴν κατὰ φύσιν κινεῖται κίνησιν· ὥστε εἰ τοῦτό ἐστιν αὐτοῖς ἡ φύσις, τῆς δὲ φύσεως ταύτης αἴτιον τὸ ποιῆσαν τοιοῦτον, ἐκεῖνο ἂν εἴη τῆς τοιαύτης κινήσεως αἴτιον.
由于轻者生来在上而重者生来在下,它们各自便作合乎自然的运动;所以如果这就是它们的自然,而这种自然的原因是制造了如此之物者,那么那个造就者就应当是此种运动的原因。
[Τὸ διωρισμένον ἀντὶ τοῦ ἀφωρισμένου· ἀφώρισται, φησί, τῷ βαρεῖ καὶ τῷ κούφῳ κατὰ φύσιν τῷ μὲν τὸ ἄνω τῷ δὲ τὸ κάτω.] Ἀλλὰ καὶ ὑπὸ τοῦ τοίχου κατὰ συμβεβηκός. καὶ οὐ δεῖ ζητεῖν εἰ κινεῖ ὁ τοῖχος καὶ καθ’ αὑτόν· οὐ γὰρ ἀνάγκη, εἴ τι κατὰ συμβεβηκὸς κινεῖ, καὶ καθ’ αὑτὸ κινεῖν. κατὰ συμβεβηκὸς γὰρ καὶ ὑπὸ τοῦ τοίχου ἐκινήθη ἡ σφαῖρα, καὶ οὐκ ἀνάγκη καὶ καθ’ αὑτὸ κινεῖσθαι ὑπὸ τοῦ τοίχου, ἐπεὶ καὶ ἡ ψυχὴ κινεῖται κατὰ συμβεβηκὸς ἐν τῷ ζῴῳ, καὶ οὐ δήπου ἀνάγκη κινεῖσθαι καὶ καθ’ αὑτήν. ὁμοίως καὶ τὸ λευκόν, καὶ ἁπλῶς τὸ ποιόν.
[“限定”代替了“划定”;他说,对重者和轻者而言,已合乎自然地被划定,对一者是上方,对另一者是下方。]而且也是偶性地被墙壁[运动]。没有必要探究墙壁是否也自身地运动[球];因为并不是如果某物偶性地运动他物,就必然也自身地运动他物。因为球也是偶性地被墙壁运动的,并不必然也自身地被墙壁运动,既然灵魂在动物中也是偶性地被运动,而绝不必然也自身地被运动。同样,白色以及一般而言的质也是如此。
- 8.40συνέβη τῷ λευκῷ τριπήχει εἶναι ἢ ἄνω ἢ κάτω
无人称动词 συνέβη 后接与格 τῷ λευκῷ 与不定词 εἶναι。作表语的形容词 τριπήχει 与逻辑主语与格 τῷ λευκῷ 保持格的一致,而非采用宾格。
- 8.42τῇ ἕξει σύνδρομον ἴσχει καὶ τὴν ἐνέργειαν
在动词 ἴσχει 中,τὴν ἐνέργειαν 作直接宾语,σύνδρομον 作二次述语(宾语补足语),支配与格 τῇ ἕξει,结构为“使现实活动与状态相伴而具有”。
- 8.44εἰ γάρ τις εἴποι μὴ ἐξ ἀνάγκης ἅμα τῇ ἕξει καὶ τὴν ἐνέργειαν εἶναι μηδενὸς κωλύοντος
在带有希求法 εἴποι 的条件从句中,包含由否定词 μή 引导的带不定词的宾格结构(主语为 τὴν ἐνέργειαν,动词为 εἶναι),并插入了起条件作用的属格独立结构 μηδενὸς κωλύοντος。否定词 μή 修饰整个不定词从句,意为“并非必然……”。
