- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:828.12-829.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞论证了意见、表象、感觉的产生以及从虚妄意见被说服转向真实意见这一过程本身都表明运动的存在,并指出自明性优于论证。接着他区分了偶性运动与作为整体的自身运动,探讨了身体运动中合乎自然与反乎自然的差别,以及无生命物因具有内在自然倾向而能否被称为自身运动者的问题。
Εἰ τὸ δοξάζειν περὶ τῶν πραγμάτων καὶ τὸ φαντασίαν τινὰ αὐτῶν ἔχειν οὐδὲν ἄλλο ἐστὶν ἢ κίνησις, εἴ γε ἐκ τοῦ μὴ δοξάζειν καὶ 〈φαντάζεσθαι〉 ποτε δοξάζομεν καὶ φανταζόμεθα, δῆλον ὅτι μεταβεβλήκαμεν καὶ κεκινήμεθα ἐξ ἀργίας εἰς ἐνέργειαν. ὥστε ἔστι κίνησις· ἡ γὰρ δόξα καὶ ἡ φαντασία ἢ κινήσεις εἰσὶν ἢ οὐκ ἄνευ κινήσεως. εἰ δὲ καὶ πειρᾶσθε μεταπείθειν ἡμᾶς ὡς ψευδῆ δοξάζοντας ὅτι ἔστι κίνησις,1 καὶ ἔστιν ἐκ ψευδοῦς δόξης εἰς ἀληθῆ μεταβάλλειν, ἔστιν ἄρα κίνησις· αὐτὸ γὰρ τοῦτο μεταβολή ἐστι καὶ κίνησις. ἔπειτα οὐδὲ δόξα οὐδὲ φαντασία ἄνευ αἰσθήσεως, πᾶσα δὲ αἴσθησις διὰ κινήσεως (πασχόντων γὰρ τῶν αἰσθητηρίων ὑπὸ τῶν αἰσθητῶν γίνεται), ἔστιν ἄρα κίνησις. [Οὔτε δόξα οὔτε φαντασία γίνεται ἔν τινι ἄνευ αἰσθήσεως, πᾶσα δὲ αἴσθησις διὰ κινήσεως· πασχόντων γὰρ καὶ ἀλλοιουμένων τῶν αἰσθητηρίων ὑπὸ τῶν αἰσθητῶν αἴσθησις γίνεται. ἀλλ’ οὐδὲ ἄνευ τοπικῆς κινήσεως αἴσθησις γίνεται, εἴ γε αἱ μὲν εἰσδεχόμεναι αἱ δὲ * * * ὄψεις ἢ κατὰ εἰσδοχὴν ἢ κατὰ ἐκπομπὴν ἐνεργοῦσιν. Καὶ τὸ δοξάζειν περὶ πραγμάτων καὶ τὸ φαντασίαν τινὰ αὐτῶν ἔχειν οὐδὲν ἄλλο ἐστὶν ἢ κίνησις, εἴ γε ἐκ τοῦ μὴ δοξάζειν καὶ φαντάζεσθαί ποτε δοξάζομεν καὶ φανταζόμεθα, πρόδηλον ὅτι μεταβεβλήκαμεν καὶ κεκινήμεθα ἐξ ἀργίας εἰς ἐνέργειαν. ὥστε ἔστι κίνησις· ἡ γὰρ δόξα καὶ ἡ φαντασία ἢ κινήσεις τινές εἰσιν ἢ οὐκ ἄνευ κινήσεως, ὡς ἐν τῷ Περὶ ψυχῆς εἴρηται. ἔπειτα, φησίν, ὑμεῖς πειρᾶσθε ἡμᾶς μεταπείθειν ὡς ψευδῆ δοξάζοντας ὅτι ἔστι κίνησις· εἰ τοίνυν ἔστιν ἐκ ψευδοῦς δόξης εἰς ἀληθῆ μεταβάλλειν, ἔστιν ἄρα κίνησις· αὐτὸ γὰρ τοῦτο μεταβολή ἐστι καὶ κίνησις.]] Ἡ γὰρ ἐνάργεια κρείττων ἁπάσης ἀποδείξεως· οὐδέποτε γὰρ δύναται οὕτω πεῖσαι λόγος ὅτι τὸ πῦρ θερμαίνει, ὡς αὐτὴ ἡ ἐνάργεια πείσει ὅτι θερμαίνει. τὰ γὰρ αἰσθητὰ βέλτιον οἶδεν ἡ αἴσθησις τοῦ λόγου· οὐδέποτε γὰρ ὁ ἐκ γενετῆς τυφλός, κἂν σοφὸς ᾖ, εἰδέναι τὰ χρώματα δυνήσεται ὡς ὁ βλέπων.
如果对事物抱有意见并对其拥有某种表象不外乎就是运动——既然我们确实从不抱意见和不作表象转为在某个时刻抱有意见并作出表象——,显然我们已经从无活动转变为有活动并运动了。所以运动存在;因为意见和表象要么是运动,要么并非脱离运动而存在。再者,如果你们试图以我们抱有“运动存在”这一虚妄意见为由来说服我们转变看法,并且有可能从虚妄意见转变为真实意见,那么运动便存在;因为这本身就是转变和运动。其次,任何意见和表象离开感觉都不会发生,而一切感觉都是通过运动而发生的(因为感觉是在感觉器官受感觉对象作用时发生的),所以运动存在。[[任何意见和表象在任何事物中离开感觉都不会发生,而一切感觉都是通过运动而发生的;因为感觉是在感觉器官受感觉对象作用并发生质变时发生的。但是感觉离开处所运动也不会发生,既然有些[感觉]接受,而另一些[……]视觉要么依据接受要么依据发射而活动。而且对事物抱有意见并对其拥有某种表象不外乎就是运动;既然我们确实从不抱意见和不作表象转为在某个时刻抱有意见并作出表象,显然我们已经从无活动转变为有活动并运动了。所以运动存在;因为意见和表象是某种运动,或者并非脱离运动而存在,如在《论灵魂》中所说的那样。其次,他说,你们试图以我们抱有“运动存在”这一虚妄意见为由来说服我们转变看法;那么,如果可能从虚妄意见转变为真实意见,运动便存在;因为这本身就是转变和运动。]]因为自明性优于一切论证;因为言论绝不能像自明性本身令人确信火加热那样,令人确信它加热。因为感觉比言论更好地认识感觉对象;因为天生的盲人,即便他很有智慧,也绝不可能像看得见的人那样认识颜色。
Οἷον τὸ λευκόν· τῷ γὰρ σώματι κινουμένῳ ὑπάρχει. τὰ κατὰ μόριον δὲ τοῖς κατὰ συμβεβηκὸς συντάσσει.
例如白色;因为它是属于运动着的物体的。并且他把就部分而言的运动与偶性的运动归为一类。
Ὁ γὰρ ἄνθρωπος βαδίζων καὶ ὁ λίθος κάτω φερόμενος αὐτά ἐστι τὰ κινούμενα καὶ οὐ τοῖς κινουμένοις ὑπάρχει, οὐδὲ κατὰ μόριον ἀλλὰ καθ’ ὅλα κινεῖται.
因为行走的人和向下运动的石头,本身就是运动之物,而不是属于运动之物,并且它们不是就部分而言,而是作为整体运动的。
Τῷ τῷ σώματι τοῦ ζῴου καὶ φύσει καὶ παρὰ φύσιν εἶναι τὰς τοῦ ζῴου κινήσεις,2 διαφέρει ἡ φύσει αὐτοῦ κίνησις τῆς παρὰ φύσιν κατὰ τὴν διάφορον κίνησιν τοῦ ζῴου καὶ τὸ στοιχεῖον ἐξ οὗ σύγκειται τὸ σῶμα. εἰ μὲν γὰρ πλεονάζει τὸ γεῶδες, ἡ μὲν ἐπὶ τὸ ἄνω κίνησις τοῦ ζῴου, οἷον ὅταν κουφίζῃ τὸν πόδα, παρὰ φύσιν ἐστὶ τῷ σώματι, ὅταν δὲ φέρῃ τὸν πόδα κάτω, κατὰ φύσιν· εἰ δὲ πύριον ἢ ἀέριον ᾖ τὸ τοῦ ζῴου σῶμα, ἔμπαλιν.
由于动物的运动对动物的身体而言既有合乎自然的也有反乎自然的,它合乎自然的运动与反乎自然的运动之别,取决于动物的不同运动以及身体由之构成的元素。因为如果土性元素占优势,动物向上的运动,例如轻抬起脚时,对身体来说是反乎自然的,但当它向下落脚时,则是合乎自然的;但如果动物的身体是火性的或气性的,则正相反。
Θέσεις μὲν ὡς ὅταν ἐναλλὰξ τοὺς πόδας ἐν τῇ βαδίσει κινῶμεν μεταφέροντες τὸν δεξιὸν πόδα καὶ ποιοῦντες ἀριστερόν, τρόπους δὲ κινήσεως, ὡς ὅταν ὀπισθοφανῶς βαδίζωμεν· οὐ γὰρ πέφυκεν ὁ ποὺς κινούμενος ἀπὸ τῆς πτέρνης ἄρχεσθαι. διὰ χειρῶν δὲ βαδίζοντες καὶ τῇ θέσει καὶ τῷ τρόπῳ παρὰ φύσιν ἔχομεν τὰ μόρια· οὔτε γὰρ κάτω εἶναι πεφύκασιν αἱ χεῖρες ἄνω δὲ πόδες, οὔτε αἱ χεῖρες βαδίζειν ἀλλ’ οἱ πόδες.
位置是指诸如我们在行走中交错移动双脚,转移右脚并使其成为左脚那样,而运动的方式是指诸如我们向后行走那样;因为脚在运动时并不是生来就从脚后跟开始的。而以手行走时,我们在位置和方式上都使肢体处于反乎自然的状态;因为手生来并不处于下方而脚处于上方,手生来也不用于行走,而是脚用于行走。
Οὐδὲν ἄτοπον ὥσπερ τὸ ζῷον αὐτοκίνητον λέγεται καίτοι ὑφ’ ἑτέρου τὸ εἶναι ζῷον ἔχον, οὕτως καὶ ἐπὶ τῶν ἀψύχων διὰ τὸ ἔχειν ἐν αὑτοῖς τὰς κατὰ φύσιν ῥοπὰς αὐτοκίνητα ἂν λέγεσθαι·3 ὁ γὰρ ἐκσπάσας τῆς ὁλότητος τὸν λίθον καὶ ῥίψας, τῆς μὲν παρὰ φύσιν κινήσεως καθ’ αὑτόν ἐστιν αἴτιος, τῆς δὲ κατὰ φύσιν κατὰ συμβεβηκός.
这并没有什么不合情理:正如动物尽管其成为动物依赖于他者,却仍被称为自身运动者一样,在无灵魂之物的情况下,由于它们在自身中具有合乎自然的倾向,也可以被称为自身运动者;因为从整体中拉出石头并投掷它的人,就其反乎自然的运动而言依自身是原因,但就其合乎自然的运动而言则是偶性的原因。
- 8.30ὡς ψευδῆ δοξάζοντας ὅτι ἔστι κίνησις
连词 ὡς 与宾格分词 δοξάζοντας 连用,表示论敌所主张的主观理由(“以……为由”)。ὅτι 引导的名词从句说明意见的内容(“运动存在”),而 ψευδῆ 则作为 δοξάζοντας 的内宾补足语(“虚妄地抱有意见”)。
- 8.34Τῷ τῷ σώματι τοῦ ζῴου καὶ φύσει καὶ παρὰ φύσιν εἶναι τὰς τοῦ ζῴου κινήσεις
句首定冠词中性与格 τῷ 与不定式 εἶναι 构成冠词不定式短语,表示原因(“由于……”)。紧随其后的 τῷ σώματι 则是 εἶναι 所要求的属有/关涉与格(“对于动物的身体而言”),从而形成了两个冠词与格连续出现的结构。εἶναι 的主语是宾格名词短语 τὰς τοῦ ζῴου κινήσεις。
- 8.36αὐτοκίνητα ἂν λέγεσθαι
小词 ἂν 与不定式 λέγεσθαι 连用,依存于主句的非人称表达 οὐδὲν ἄτοπον [ἐστί],表达潜在的结果(在直接引语中相当于 ἂν λέγοιτο 或 ἂν ἐλέγετο),意为“[它们]可以被称为自身运动者[也无不合理之处]”。
