← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§826.17-828.10

变化的有限性与各种运动中静止的存在

注解亚里士多德《物理学》卷八第3章(253b16–254a13),考察水滴穿石与植物裂石的例子以阐明转变并非无限进行,并论证在性质、处所、数量的变化以及实体的生成与消灭中皆存在着停顿与静止。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.19

Τὸ ἔωσεν ἐπὶ τῶν λίθων· οὐχὶ εἰ τοσόνδε ἐχώρισεν τοὺς λίθους τὸ φυτὸν ἢ εἰ τοσόνδε ἀφεῖλε τῆς πέτρας ὁ σταλαγμός.

“推开”是就石头而言的;并不是说植物把石头分开了这么多,或是水滴削去了岩石的这么多。

§8.20

Οὐκ ἐπειδή, φησί, τὸ μόριον ὃ ἐμειώθη ἐπ’ ἄπειρόν ἐστι διαιρετόν, ἤδη καὶ κατὰ ἄπειρόν τι ἀφαίρεσις γίνεται, διότι ὅλῳ τι πρῶτον ἀφαιρεῖται1 καὶ δευτέρῳ πάλιν καὶ ἑξῆς.

他说,并非因为被减少的微粒可以无限分割,削去就已经是以无限的方式发生的,因为某物首先是作为一个整体被削去,然后又作为第二个整体,依此类推。

§8.21

Εἰ μεταβάλλει ἐκ νόσου εἰς ὑγίειαν, ἡ δὲ μεταβολὴ ἐν χρόνῳ πάντως γίνεται, καὶ οὐχὶ κατὰ τὸ νῦν ἅμα ἔσται νοσοῦν τε καὶ ὑγιαῖνον (ἀμερὲς γὰρ τὸ νῦν, καὶ οὐδὲν νῦν ἑτέρῳ νῦν συνεχές), πρόδηλον ὅτι οὐδὲν ἐπ’ ἄπειρον ὑγιάζεται, ἀλλ’ ἔστι τι πέρας ὑγιάνσεως καὶ ἀρχή, πέρας μὲν αὐτὴ ἡ ὑγίεια ἀρχὴ δὲ τὸ τῆς νόσου τέλος.

如果事物从疾病转变为健康,而转变完全是在时间中发生的,并且它绝不会在“现在”同时既患病又健康(因为“现在”是没有部分的,而且没有任何一个“现在”与另一个“现在”相连续),那么显然没有任何事物在无限地恢复健康,而是恢复健康存在着某种界限和开端,健康本身是界限,而疾病的终结是开端。

§8.22

"Εἰς τοὐναντίον." Ἐπειδὴ πᾶσα ἡ εἰς τὸ ἐναντίον μεταβολὴ στάσει διαλαμβάνεται, οὐδεμία ἄρα ἀλλοίωσις ἄπειρος. — Εἰ μένει ἐν τῷ αὐτῷ μήτε σκληρότερος μήτε μαλακώτερος γινόμενος, ἔστιν ἄρα στάσις.

“向着相反者。” 既然一切向着相反者的转变都由停顿所间隔,所以没有任何质变是无限的。——如果它保持在同一状态,既没有变得更硬也没有变得更软,那么就存在着停顿。

§8.23

Φερόμενος γὰρ ἄνωθεν ὁ λίθος πρόδηλός ἐστι μέχρις ἂν φθάσῃ τὴν οἰκείαν ὁλότητα φερόμενος,2 ἵσταται δὲ λοιπὸν ἐν ταύτῃ. [[Μέτεισιν ἐπὶ τὴν κατὰ τόπον κίνησιν, καὶ δείκνυσιν ὡς οὐδ’ αὐτὴ πᾶσά ἐστιν ἀΐδιος· φερόμενος γὰρ ἄνωθεν κάτω ὁ λίθος πρόδηλός ἐστι μέχρι μὲν ἂν φθάσῃ τὴν οἰκείαν ὁλότητα φερόμενος.

因为从上方运动的石头显然一直在运动,直到它到达其固有的整体,并在之后于其中停顿。[[他转入就处所而言的运动,并表明即使这种运动也并非全都是永恒的;因为从上向下运动的石头显然一直在运动,直到它到达其固有的整体。

§8.24

Ἕκαστον οὖν ἐν τῇ ὁλότητι αὑτοῦ ὂν ἠρεμεῖ, κινεῖται δὲ ἐκ ταύτης ὅταν βιασθῇ· κατὰ φύσιν μὲν γὰρ ἕκαστον κινεῖται ἐπὶ τὸν οἰκεῖον τόπον καὶ φέρεται, παρὰ φύσιν δὲ ὅταν βιαίως ἐκ τούτου ἐπὶ τὸν παρὰ φύσιν φέρεται. εἰ τοίνυν μὴ πᾶν ἐστιν ἔξω τῆς ἑαυτοῦ ὁλότητος, ἀλλ’ ἔστι τινὰ ἐν ταύταις, ἠρεμοῦσιν ἄρα τινά· ἔστιν ἄρα καὶ ἠρεμία ἐν παντί.]] Τὰς ἐναντίας μεταβολὰς δηλονότι· ἐκ γὰρ λευκοῦ μέλαν γίνεσθαι καὶ ἐκ μέλανος λευκόν, τὰς δὲ ἐναντίας μεταβολὰς στάσει διαλαμβάνεσθαι. [[Ὡς γὰρ ἐκεῖ τὴν ἐνάργειαν αὐτὴν ἐμαρτύρετο κρείττονα οὖσαν ἀποδείξεως πάσης, οὕτω καὶ ἐνταῦθα· ὁρῶμεν γὰρ ἐπὶ τῶν αὐτῶν γινομένας τὰς εἰρημένας μεταβολάς, τουτέστι τὰς ἐναντίας· ἐκ γὰρ λευκοῦ μέλαν γίνεται καὶ ἐκ μέλανος πάλιν λευκόν.]] Εἰς γὰρ ὡρισμένον μέτρον ἔρχεται τὸ αὐξόμενον, καὶ ἵσταται. [[Ἄλλως. 〈εἰ〉 τὸ αὖξον μὴ εἰς ἄπειρον αὔξεται, ἀλλ’ εἴς τι ὡρισμένον μέρος ἔρχεται, στήσεται δηλονότι ἐν ἐκείνῳ γενόμενον.]] Τὴν τῆς οὐσίας γένεσιν ἀναιρεῖ,3 διότι ἡ φύσις μετὰ σκοποῦ εἴς τι εἶδος ὡρισμένον ἄγει τὰ πράγματα, εἰς ὃ ἀγαγοῦσα ἵστησιν αὐτά. εἰ οὖν μὴ ἔστι τὸ ποτὲ μὲν κινούμενον ποτὲ δὲ ἠρεμοῦν, οὐκ ἔστιν οὐσίας γένεσις. [[εἰ γὰρ καὶ μὴ ἔστι κίνησις οὐσίας γένεσις, ἀλλ’ οὐκ ἄνευ κινήσεως, παυσαμένης δὲ τῆς γενέσεως πέπαυται ἡ κατ’ αὐτὴν κίνησις, ἀναιρουμένης δὲ τῆς γενέσεως καὶ ἡ φθορὰ ἀνήρηται· ἡ γὰρ τινὸς γένεσις ἄλλου ἐστὶ φθορά.]] Εἰ ὁ λέγων τὰ μὲν ἀεὶ κινεῖσθαι τὰ δὲ ἀεὶ ἠρεμεῖν ἀναιρεῖ γένεσιν καὶ φθοράν, ὁ δὲ γένεσιν καὶ φθορὰν ἀναιρῶν ἀναιρεῖ καὶ τὴν τινὰ γένεσιν καὶ τὴν τινὰ φθοράν, τουτέστι κίνησιν, ὁ ἄρα λέγων τὰ μὲν ἀεὶ κινεῖσθαι τὰ δὲ ἀεὶ ἠρεμεῖν ἀναιρεῖ καὶ κίνησιν καὶ ἠρεμίαν, εἴπερ ἡ ἠρεμία κινουμένων ἐστί· μὴ οὔσης οὖν κινήσεως οὐδὲ ἠρεμία ἔσται.

因此,每一事物处于其固有的整体之中时是静止的,但在受到强迫时则脱离它而运动;因为每一事物合乎自然地向着固有的处所运动并位移,但当它被强迫脱离此处向着反乎自然的处所位移时,则是反乎自然的。那么,如果并非一切事物都在自身整体之外,而是有些事物处于这些整体之中,所以有些事物是静止的;因此在全界之中也存在着静止。]]显然是指相反的诸转变;因为由白生成黑,由黑生成白,而相反的诸转变由停顿所间隔。[[因为正如他在那里诉诸自明性本身,认为它强于一切论证一样,在这里也是如此;因为我们看到上述转变发生在相同的事物上,即相反的诸转变;因为由白生成黑,由黑又生成白。]]因为增盛之物达到一个确定的分寸,便停顿下来。[[另一种解释:〈如果〉增盛之物不是无限地增盛,而是达到某个确定的部分,那么显而易见,当它进入其中时便会停顿。]]这取消了实体的生成,因为自然带着目的将事物引向某种确定的形式,并在将其引向该形式之后使它们停顿。因此,如果不存在时而运动时而静止之物,就没有实体的生成。[[因为即便实体的生成不是一种运动,但也不是脱离运动而存在的,而在生成停止时,伴随它的运动也停止了,当生成被取消时,消灭也一同被取消了;因为一物的生成是另一物的消灭。]]如果主张有些事物始终运动而有些事物始终静止的人取消了生成和消灭,而取消生成和消灭的人也取消了某种生成和某种消灭,即运动,那么主张有些事物始终运动而有些事物始终静止的人就既取消了运动也取消了静止,既然静止属于能运动的事物;因此若不存在运动,也就不会有静止。

§8.29

[Τοῦτο μὲν ἐπὶ τῆς κατὰ ποιότητα μεταβολῆς (γίνεται γὰρ λευκὸν ἢ θερμόν), ἐν τούτῳ δὲ ἐπὶ τῆς κατὰ τόπον· γίνεται γὰρ ἡ ἐν τῷ ἄνω ἐν〈τῷ〉 κάτω τόπῳ. ὁμοίως καὶ ἐπὶ φθορᾶς.]

[“这”适用于就性质而言的转变(因为事物变白或变热),而“在这之中”则适用于就处所而言的转变;因为原本处于上方处所的事物进入了下方处所。在消灭的情形下也是同样。]

语法注3 条
  1. 8.20ὅλῳ τι πρῶτον ἀφαιρεῖται

    ὅλῳ 是表示方式或手段的与格,意为“作为一个整体”或“按完整的单位”,用以说明磨损与削去是一块一块以有限的具体单位进行的,而不是依无限微小的方式发生。

  2. 8.23πρόδηλός ἐστι μέχρις ἂν φθάσῃ τὴν οἰκείαν ὁλότητα φερόμενος

    形容词 πρόδηλος 与主语 ὁ λίθος 在性、数、格上一致,并带有分词 φερόμενος 构成人称句结构(相当于无人称句 πρόδηλόν ἐστιν ὅτι φέρεται),意为“显然石头一直在运动,直到……”。

  3. 8.27Τὴν τῆς οὐσίας γένεσιν ἀναιρεῖ

    底本文字作 τῆς οὐσίαν,属格阴性冠词后接宾格名词(为抄本讹误或语法破格,相当于 τῆς οὐσίας),在句法上充当修饰 γένεσιν 的主语性属格(“实体的生成”)。省略的主语在上下文中指“主张一切事物运动的人或学说”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:826.17-828.10