← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§825.2-826.15

关于运动的论题与增减之间的静止

解析亚里士多德《物理学》第八卷第三章(253a24–253b14)。辨析关于运动的问题数目(辛普利丘的四问说与菲洛波诺斯的三问说),阐明为何万物运动说比万物静止说更少违背自然研究之方法,指出增盛与衰减之间存在中间静止的必然性,并提及水滴石穿诗句的作者归属。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.14

[Ὁ μὲν Σιμπλίκιος τέσσαρα προβλήματά φησιν ἐνταῦθα τιθέναι τὸν Ἀριστοτέλην, ὧν τὸ δεύτερον εἶναι λέγει τοῦτο, ‘ὅτι ὁ τὴν κίνησιν ἀναιρῶν δοκεῖ μὲν μέρος τι τῶν ὑπαρχόντων τοῖς φυσικοῖς πράγμασι τὴν κίνησιν ἀναιρεῖν, ἀγνοεῖ δὲ μὴ περὶ μέρους ἀλλὰ περὶ ὅλου ἀμφισβητῶν· εἰ γὰρ ἐν τούτῳ ἔχει τὸ εἶναι1 ἡ φύσις, ἐν τῷ ἀρχὴ κινήσεως τοῖς φυσικοῖς εἶναι, ἀναιρουμένης κινήσεως ἀναιρεῖται ἡ φύσις, ταύτης δὲ ἀναιρουμένης ἀναιρεῖται τὰ φυσικὰ οἷς τὸ εἶναι ἐν τούτῳ ἐστίν, ἐν τῷ ἔχειν φύσιν.’ ταῦτα μὲν ὁ Σιμπλίκιος, ὁ δὲ Φιλόπονος τρία φησὶν εἶναι τὰ προβλήματα, τοῦτο δὲ οὐ λέγει εἶναι πρόβλημα· ἐξηγεῖται γοῦν ὡς ὁ τὴν φύσιν ἀναιρῶν ἀναιρεῖ τὰ φυσικὰ πάντα, ἐν οἷς ἡ φύσις τὸ εἶναι ἔχει. ὅτι δὲ καὶ τὰ τεχνητὰ ἀναιρεῖται κινήσεως ἀναιρουμένης, ἐδείχθη ἔμπροσθεν. καὶ ἄλλως τῶν φυσικῶν ἀναιρουμένων καὶ τὰ τεχνητὰ συναναιρεῖται· ἐν τούτοις γὰρ τὸ εἶναι ἔχει καὶ πᾶσα δόξα καὶ ἐπιστήμη· ἐν ἀνθρώπῳ γάρ, φυσικὸν δὲ χρῆμα ὁ ἄνθρωπος.]] Τρίτον οὐχὶ τῆς ὅλης διαιρέσεως, ἀλλὰ τῆς ὑποδιαιρέσεως τοῦ τμήματος τοῦ λέγοντος τὰ μὲν κινεῖσθαι τὰ δὲ ἠρεμεῖν.

[辛普利丘说亚里士多德在这里提出了四个问题,其中他说第二个是这样的:“取消运动者似乎取消了属于自然事物的某种部分,即运动,但他没有意识到自己所争论的不是关于部分而是关于整体;因为如果自然的存在就在于这一点,即在于对自然事物而言作为运动的本原,那么当运动被取消时,自然也被取消,而当自然被取消时,自然事物也被取消,对于它们而言,存在就在于这一点,即在于具有自然。”这些是辛普利丘所说的,但菲洛波诺斯则说问题有三个,并不说这是一个问题;无论如何,他解释为取消自然者取消了全部自然事物,自然正是在这些自然事物中具有存在的。当运动被取消时,人工制品也被取消,这一点在前面已经表明。另外,当自然事物被取消时,人工制品也随之一同被取消;因为一切意见和知识也正在这些事物中具有存在;因为它们存在于人之中,而人是自然事物。]]第三个[问题]不是属于整个区分,而是属于说有些事物运动而有些事物静止这一部分的细分。

§8.16

Ἀντὶ τοῦ ὁμοίως σχεδὸν ψεῦδος τῷ πάντα λέγειν ἠρεμεῖν τὸ πάντα λέγειν κινεῖσθαι.2 οὐ γὰρ πάντῃ ὁμοίως· εἰ γὰρ καὶ ἀρχὴ κινήσεως καὶ ἠρεμίας ἡ φύσις, ἀλλὰ μᾶλλον ἐν κινήσει τὰ τῆς φύσεως ἔργα θεωρεῖται. [Τὸ σχεδὸν οὐ πρὸς τὸ ψεῦδός φησιν (ἀμφότεραι γὰρ ψευδεῖς αἱ ὑποθέσεις), ἀλλ’ ὅτι ὁμοίως σχεδὸν τῷ πάντα λέγειν ἠρεμεῖν τὸ πάντα λέγειν κινεῖσθαι ψεῦδος· οὐ γὰρ πάντῃ ὁμοίως. καὶ ἐπιφέρει διὰ τί· ἧττον γὰρ τοῦτο, φησί, παρὰ τὴν φυσικὴν μέθοδον ἄτοπον τὸ λέγειν πάντα κινεῖσθαι τοῦ λέγειν πάντα ἠρεμεῖν· ὁμοίως μὲν γάρ, φησίν, ἀρχὴ κινήσεως καὶ ἠρεμίας ἡ φύσις, ἀλλὰ μᾶλλον ἐν κινήσει θεωρεῖται τὰ τῆς φύσεως ἔργα· σκοπὸς μὲν γὰρ τῇ φύσει τὸ ἀγαγεῖν ἕκαστον ἐπὶ τὸ οἰκεῖον καὶ κατὰ φύσιν, ἐν ᾧ γινόμενον ἠρεμεῖν3 (τὴν γὰρ βῶλον ἐκστᾶσαν τῆς ὁλότητος κινεῖ μέχρις ἂν τὸν οἰκεῖον καταλάβῃ τόπον, ὁμοίως καὶ τὸ ἀλλοιούμενον καὶ γινόμενον μέχρις ἂν τὸ εἶδος ἀπολάβῃ), ἀλλ’ εἰ σκοπὸς τῇ φύσει ἀγαγεῖν εἰς τὸ οἰκεῖον ἕκαστον εἶδος, ἐν ᾧ γινόμενα τὰ πράγματα ἠρεμεῖν, ἀλλὰ διαφαίνεται μᾶλλον τὸ ἔργον τῆς φύσεως ἐν ταῖς ὁδοῖς ταῖς ἐπὶ τὸ εἶδος ἀγούσαις. εἰ τοίνυν ἐν τῷ κινεῖν μᾶλλον διαφαίνεται, ἧττον ἄρα παρὰ τὴν φυσικὴν μέθοδον ἁμαρτάνουσιν οἱ λέγοντες πάντα κινεῖσθαι τῶν πάντα ἠρεμεῖν λεγόντων. Ἄλλως. οἱ μὲν κίνησιν ἀναιροῦντες συναναιροῦσι καὶ τὴν ἠρεμίαν (ἡ γὰρ ἠρεμία παῦλα κινήσεως· κινουμένων γὰρ ἡ ἠρεμία), οἱ δὲ πάντα κινεῖσθαι λέγοντες μόνην 〈τὴν〉 ἠρεμίαν ἀναιροῦσιν.

这是代替[说]:主张一切事物都在运动,与主张一切事物都在静止几乎同样是虚妄的。因为并不是在各个方面都完全同样;因为即使自然是运动和静止的本原,然而自然的工作更多是在运动中被考察的。[他说“几乎”并不修饰“虚妄”(因为两个假设都是虚妄的),而是指主张一切事物运动,与主张一切事物静止“几乎同样”是虚妄的;因为并不是在各个方面都完全同样。并且他补充了原因:他说,因为主张一切事物运动,比起主张一切事物静止来,违反自然探求的方法且不合情理的程度更低;他说,因为自然虽然同样是运动和静止的本原,但自然的工作更多是在运动中被考察的;因为对于自然而言,其目的是将每一事物引向其固有的且合乎自然的状态,当事物进入其中时便处于静止(因为自然移动偏离其整体的土块,直到它占据固有的位置,同样也移动受质变者和生成者,直到它获得形式);然而,即便对于自然而言其目的是将每一事物引向固有的形式,当事物进入其中时便处于静止,但是自然的工作在通向形式的道路中显得更加明晰。因此,如果在推动运动中显得更加明晰,那么主张一切事物运动的人,比起主张一切事物静止的人来,就更少违反自然探求的方法而犯错。另一种解释:取消运动的人连同静止也一同取消了(因为静止是运动的止息;因为静止属于能够运动的事物),而主张一切事物运动的人则仅取消了静止。

§8.17

Ἀδύνατον, φησίν, ἐπ’ ἄπειρόν τι κινεῖσθαι ἢ αὐξάνεσθαι ἀεὶ ἢ φθίνειν ἀεί· ἔστι γὰρ καὶ τὸ τούτων μέσον, ὃ μήτε αὔξησίς ἐστι μήτε φθίσις, εἰς ὃ ἡ αὔξησις φθάσασα ἵσταται, λέγω δὲ τὸ κατὰ φύσιν μέτρον ἐξ οὗ καὶ ἡ φθίσις ἄρχεται. ἀδύνατον γὰρ κατὰ συνέχειαν συνῆφθαι τῇ αὐξήσει τὴν φθίσιν· εἴπομεν γὰρ ὅτι τῶν ἐναντίων κινήσεων στάσις ἐστὶ μεταξύ.

他说,任何事物都不可能无限地运动,或者始终增盛,或者始终衰减;因为在这些之间还存在着中间状态,它既不是增盛也不是衰减,增盛到达此处便停顿下来,我指的是合乎自然的分寸,衰减也从此处开始。因为衰减不可能连续地与增盛相联结;因为我们已经说过,在相反的运动之间存在着静止。

§8.18

“Πέτρην κοιλαίνει ῥανὶς ὕδατος ἐνδελεχείῃ.” Τοῦτό φησι Σιμπλίκιος Χοιρίλου τοῦ ποιητοῦ εἶναι, Φιλόπονος δὲ Μόσχου τοῦ ποιητοῦ.]

“水滴以恒常穿透磐石。”辛普利丘说这属于诗人曲利洛斯,而菲洛波诺斯则说属于诗人莫斯库斯。]

语法注3 条
  1. 8.14εἰ γὰρ ἐν τούτῳ ἔχει τὸ εἶναι ἡ φύσις, ἐν τῷ ἀρχὴ κινήσεως τοῖς φυσικοῖς εἶναι

    带冠词不定式短语 ἐν τῷ... εἶναι 作为同位语,具体解释前面的代词短语 ἐν τούτῳ。τοῖς φυσικοῖς 是由不定式 εἶναι 所支配的与格(表示所属或利益,“对自然事物而言”)。

  2. 8.16Ἀντὶ τοῦ ὁμοίως σχεδὸν ψεῦδος τῷ πάντα λέγειν ἠρεμεῖν τὸ πάντα λέγειν κινεῖσθαι

    由注疏中常见的固定程式 ἀντὶ τοῦ [λέγειν](“代替[说]……”)所引导的名词性分句。句中 τὸ πάντα λέγειν κινεῖσθαι(主张一切事物运动)为主语,ὁμοίως σχεδὸν ψεῦδος(几乎同样是虚妄的)为谓语,副词 ὁμοίως 支配与格短语 τῷ πάντα λέγειν ἠρεμεῖν(与主张一切事物静止)。

  3. 8.16σκοπὸς μὲν γὰρ τῇ φύσει τὸ ἀγαγεῖν ἕκαστον ἐπὶ τὸ οἰκεῖον καὶ κατὰ φύσιν, ἐν ᾧ γινόμενον ἠρεμεῖν

    不定式 ἠρεμεῖν 带有介词短语 ἐν ᾧ,在句法上或者与主语不定式 τὸ ἀγαγεῖν 构成并列,或者作为结果/说明性不定式依附于 τὸ ἀγαγεῖν(“以使其处于静止”)。γινόμενον 是与 ἕκαστον(单数中性)相一致的现在分词,带有时间或条件意味(“当进入其中时”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:825.2-826.15