← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§823.3-824.32

宇宙生成论以及时间与圆周运动的永恒性

关于《物理学》第八卷第1-2章(250b16–253a17),菲洛波诺斯注解了前苏格拉底哲学家关于世界生成与时间的观点、根据“现在”的结构对时间永恒性的论证、公理的性质与几何学证明、圆周运动的永恒性,以及受击琴弦振动运动的非连续性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.1

Ἤτοι διὰ τὸ ποιεῖν τινας ἐκ μὴ ὄντων τὸν κόσμον (τὸ γὰρ ἐκ μὴ ὄντων εἰς τὸ ὂν παρῆχθαι μεταβολή ἐστιν, ἥτις ἢ κίνησίς ἐστιν ἢ οὐκ ἄνευ κινήσεως), ἢ κοσμοποιεῖν 〈ἀντὶ τοῦ〉 περὶ συστάσεως τοῦ κόσμου διαλέγεσθαι,1 ἥτις διὰ κινήσεως ἐν ἅπασι τὸ εἶναι ἔχει.

或者是因为某些人使世界由非存在者生成(因为从非存在者被引向存在是一变化,而此变化要么是运动,要么不无运动),或者是创世[代替了]论述世界的构成,而此构成在一切事物中都是经由运动而具有存在的。

§8.2

Δημόκριτος καὶ Λεύκιππος.

德谟克利特与留基伯。

§8.3

Καθό, φησίν, οἱ δύο κόσμοι ἀεὶ ἀλλάσσοντα καὶ διαδεχόμενα ἄλληλα οὐδαμῶς λήγει,2 ταύτῃ οἱ κόσμοι οὗτοι ἀκίνητοι καὶ ἀΐδιοί εἰσι. κατὰ κύκλον, τουτέστι τῇ περιόδῳ. ὁ δὲ Ἀριστοτέλης οὕτως φησί· καθ’ ἑκάστην τελειότητα τοῦ σφαίρου καὶ τοῦ κόσμου ἠρεμοῦσι, κινοῦνται δὲ ἐν τῷ μεταξύ.

他说,正是在两世界始终交替、彼此接替而绝不止息这一点上,在这方面这些世界是不动的且永恒的。“按圆环”,亦即按周期。然而亚里士多德这样说:在球体与世界的每一个完成状态中,它们处于静止,但在其中间阶段则处于运动。

§8.4

Εἰ ὁ χρόνος, φησίν, ἐν τῷ νῦν θεωρεῖται (κατὰ γὰρ τὸ ἐνεστὸς καὶ ὑφέστηκεν· τὸ γὰρ μέλλον οὐκ ἔστιν, οὐδὲ τὸ ἐσόμενον), πᾶν δὲ νῦν πέρας ἐστὶ καὶ ἀρχή (πέρας μὲν τοῦ παρελθόντος, ἀρχὴ δὲ τοῦ μέλλοντος), ὥστε εἰ ὁ μὲν χρόνος ἀεὶ ἐν τῷ νῦν θεωρεῖται, πᾶν δὲ νῦν πέρας ἐστὶ καὶ ἀρχή, πρὸ παντὸς ἄρα χρόνου χρόνος ἔσται.3

他说,如果时间是在“现在”中被考察的(因为它是依照现在而持存的;因为将来并不存在,将要存在之物也不存在),而每一个“现在”既是终点又是起点(是过去的终点,是未来的起点),因而,如果时间始终在“现在”中被考察,而每一个“现在”既是终点又是起点,那么在一切时间之前便必将有时间。

§8.5

Κατὰ γὰρ λόγον τινὰ καὶ τάξιν τῆς τῶν ἁπλῶν ἐπικρατείας ποτὲ μὲν οὕτως ποτὲ δὲ οὕτως ἔχει τὰ σύνθετα.

因为依照单纯事物优势地位的某种比例与秩序,复合事物有时如此,有时如彼。

§8.6

Τουτέστιν ἀναπόδεικτον. — Τῶν γὰρ ἀξιωμάτων τὰ μέν ἐστιν αὐτόπιστα καὶ ἐκ τῆς ἐναργείας τῶν πραγμάτων τὴν πίστιν ἔχοντα, οἷαί εἰσιν αἱ κοιναὶ καλούμεναι ἔννοιαι, τὰ δὲ ὡς ἀξιώματα μὲν εἴς τινων κατασκευὴν παραλαμβάνονται, ἐξ ἄλλων μέντοι σαφεστέρων προαποδεδειγμένα, ὡς ἔχει ἐν γεωμετρίᾳ· τὸ γὰρ πρῶτον θεώρημα ὡς ἀξίωμα ἐν τῷ δευτέρῳ παραλαμβάνεται αὐτὸ προαποδεδειγμένον διὰ τῶν κοινῶν ἐννοιῶν, καὶ τὸ δεύτερον τοῦ τρίτου, καὶ ἑξῆς οὕτως· τὸ γὰρ τὰς τρεῖς τοῦ τριγώνου γωνίας δύο ὀρθαῖς ἴσας εἶναι ὡς ἀξίωμα ἐν πολλοῖς παραλαμβάνεται ἐν ἄλλοις προαποδεδειγμένον.

即不可论证的。——因为在公理中,有些是自证的、由事物的明晰性而具有确实性的,例如所谓的共同概念;另一些公理虽然是从其他更明晰者中预先得到论证的,却仍被当作公理来采用以确立某些事物,正如几何学中的情况那样;因为第一条定理本身通过共同概念得到预先论证,在第二条定理中被当作公理采用,第二条定理对第三条定理亦然,依此类推;因为三角形三内角等于两直角这一点,在其他定理中预先得到论证,在许多定理中却被当作公理采用。

§8.7

Οὐ γὰρ δεῖ ἀξίωμα νομίζειν τὸ ‘ἀεὶ οὕτως ἢ ἔχει ἢ γίνεται’· ἀεὶ γὰρ γίνεται ἔκλειψις, ἀλλ’ ὅμως οὐ δεῖ τοῦτο ὡς ἀξίωμα λαμβάνειν, ἀλλὰ ζητεῖν τούτου τὰς αἰτίας, ἀεὶ αἱ τοῦ τριγώνου τρεῖς γωνίαι δύο ὀρθαῖς ἴσαι, ἀλλ’ ὅμως δεῖται ἀποδείξεων ἑτέρων.

因为不应当将“事物始终如此存在或如此生成”这一命题视为公理;因为日食或月食始终生成,但尽管如此,绝不应当将此当作公理来接受,而应当探求其原因;三角形三内角始终等于两直角,但尽管如此,它仍需要另外的论证。

§8.8

Ἐξ ἐναντίου γὰρ εἰς ἐναντίον. ἀντὶ τοῦ ἐξ ἐναντίου 〈εἰς ἐναντίον〉 εἶπεν ἔκ τινος εἴς τι.

因为是从相反者向相反者。他用“从某物向某物”代替了“从相反者[向相反者]”。

§8.9

Οἷον ἐγειρόμεθα ἐξ ὕπνου μηδενὸς κινήσαντος.

例如我们在没有任何事物推动的情况下从睡眠中醒来。

§8.10

Ἀλλ’ οὐκ ἐνδέχεται κινεῖσθαι τοπικὴν κίνησιν τὸ ἄπειρον.

但是无限者不可能进行位置运动。

§8.11

Τὴν γὰρ ἔκ τινος εἴς τι ἁπλῶς καὶ μὴ ἐξ ἐναντίου εἰς ἐναντίον οὐκ ἀνάγκη μὴ ἀΐδιον εἶναι πολλάκις γινομένην· ἡ γὰρ κύκλῳ ἔκ τινος μέν ἐστιν εἴς τι, ἐκ Κριοῦ ἐπὶ Ταῦρον καὶ οὕτως ἐφεξῆς, καὶ οὐδὲν κωλύει αὐτὴν ἀΐδιον εἶναι μὴ εἰς ἐναντίον κινουμένην, ἀλλ’ ἀεὶ εἰς ἕτερον τὴν αὐτήν.

因为单纯从某物向某物而非从相反者向相反者的运动,在多次生成时未必不是永恒的;因为圆周运动是从某物向某物,从白羊座向金牛座,依次类推,并且没有任何事物妨碍它是永恒的,因为它并不是向着相反者运动,而是同一者始终向着另一者运动。

§8.12

Δόξει γὰρ ἐπὶ τῆς χορδῆς κραδαινομένης τῇ πληγῇ ἐπὶ τὰ ἐναντία τὴν κίνησιν4 οὖσαν (κινεῖται γὰρ ἐπὶ τὰ ἐναντία, ποτὲ μὲν ἐπὶ τὴν ὑπάτην ποτὲ δὲ ἐπὶ τὴν νεάτην) μίαν εἶναι καὶ τὴν αὐτὴν κίνησιν, οὐχ οὕτως δὲ ἔχει· μεταξὺ γὰρ στάσει διαλαμβάνεται.

因为在因打击而振动的琴弦上,尽管运动是朝向相反者的(因为它朝向相反者运动,有时朝向最低音弦,有时朝向最高音弦),它似乎会是一且同一的运动,但实则不然;因为在中间它被静止所隔断。

§8.13

Τὴν μὲν διάνοιαν ἐπὶ τῶν λογικῶν, τὴν δὲ ὄρεξιν ἐπὶ τῶν ἀλόγων.

在有理性者身上是思想,在无理性者身上则是欲望。

语法注4 条
  1. 8.1κοσμοποιεῖν 〈ἀντὶ τοῦ〉 περὶ συστάσεως τοῦ κόσμου διαλέγεσθαι

    通过版本校订所补入的〈ἀντὶ τοῦ〉,该句构成了词义解释句式,表明动词κοσμοποιεῖν是用来替代περὶ συστάσεως τοῦ κόσμου διαλέγεσθαι的。关系代词ἥτις的先行词是紧邻的名词συστάσεως(构成)。

  2. 8.3ἀλλάσσοντα καὶ διαδεχόμενα ἄλληλα οὐδαμῶς λήγει

    尽管语法主语是阳性名词οἱ δύο κόσμοι,分词ἀλλάσσοντα与διαδεχόμενα却呈现为中性复数(或为文本讹误)。这是依照意义的一致(constructio ad sensum),将这两个世界(爱与争交替统治下的宇宙状态)视为中性的事物阶段。

  3. 8.4ὥστε εἰ ὁ μὲν χρόνος ἀεὶ ἐν τῷ νῦν θεωρεῖται, πᾶν δὲ νῦν πέρας ἐστὶ καὶ ἀρχή, πρὸ παντὸς ἄρα χρόνου χρόνος ἔσται

    在由ὥστε引导的推论结果句内部嵌套了一个条件句(εἰ...),并在归结句中置入了ἄρα,用以标明三段论推导出的必然结论(“因此必将有时间”)。

  4. 8.12δόξει γὰρ ἐπὶ τῆς χορδῆς κραδαινομένης τῇ πληγῇ ἐπὶ τὰ ἐναντία τὴν κίνησιν οὖσαν ... μίαν εἶναι καὶ τὴν αὐτὴν κίνησιν

    无人称动词δόξει支配宾格加不定式结构:带有分词οὖσαν修饰的宾格名词短语τὴν κίνησιν是不定式εἶναι的主语,而μίαν καὶ τὴν αὐτὴν κίνησιν则是表语宾格。括号中的句子κινεῖται γὰρ...是解释为何“朝向相反者”的插入成分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:823.3-824.32