← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§81.8-82.19

芝诺的二分法论证与对引入非存在的批判

在陈述了芝诺关于运动不可能性的论证之后,本文阐释了前人(尤其是柏拉图)如何承认巴门尼德的前提,却通过引入作为质料的非存在来抗拒其结论,并详述了亚里士多德对此的批评,即这是一种陷入矛盾的软弱回应。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.54#2

εἰ κινεῖταί τι, φησί, τήνδε τὴν πεπερασμένην γραμμήν, ἀνάγκη πᾶσα πρὶν τὴν ὅλην κινηθῆναι, τὴν ἡμίσειαν κινηθῆναι, καὶ πρὶν τὸ ἥμισυ τῆς ὅλης κινηθῆναι, ἀνάγκη πρότερον τὸ τέταρτον, καὶ πρὸ τοῦ τετάρτου τὸ ὄγδοον, καὶ τοῦτο ἐπ’ ἄπειρον· τὸ γὰρ συνεχὲς ἐπ’ ἄπειρόν ἐστι διαιρετόν. ἀνάγκη ἄρα, εἰ κινεῖταί τι πεπερασμένην γραμμήν, ἄπειρά τινα κινηθῆναι μεγέθη πρότερον· εἰ δὲ τοῦτο, πᾶσα δὲ κίνησις ἔν τινι χρόνῳ πεπερασμένῳ γίνεται (οὐδὲν γὰρ ἐν τῷ ἀπείρῳ χρόνῳ κινεῖται), ἔσται ἄρα τὰ ἄπειρα μεγέθη κινηθῆναι ἐν πεπερασμένῳ χρόνῳ,1 ὅπερ ἀδύνατον· ὅλως δὲ τὸ ἄπειρον ἀδιεξίτητον. Πρὸς οὖν τοὺς λόγους τούτους, φησίν, ἐνέδοσαν οἱ πρὸ ἡμῶν, τόν τε τοῦ Παρμενίδου καὶ τὸν τοῦ Ζήνωνος. ἐνδεδωκέναι δὲ αὐτούς φησι διὰ τὸ μαλακώτερον ἐνστῆναι αὐτοὺς πρὸς τοὺς λόγους· μαλακώτερον δὲ ἐνέστησαν, διότι ταῖς προτάσεσι συγχωρήσαντες τῷ συμπεράσματι διεμάχοντο, λῦσαι μὲν τοὺς λόγους οὐκ ἰσχύσαντες, πρὸς τὸ συμπέρασμα δὲ διατεινόμενοι. ὅτι μὲν γὰρ τὸ ὂν ἓν σημαίνει καὶ ἡ ἀντίφασις οὐ συναληθεύει ἐνεδίδοσαν, τῷ δὲ ἑπομένῳ οὐκέτι συνεχώρουν, τῷ ἓν εἶναι τὸ ὄν, τοὺς μὲν λόγους οὐκ ἀναλύοντες, ἀντικατασκευάζοντες δὲ καὶ εἰς ἑτέραν ἀπορίαν ἄγοντες τὸν λόγον. ταῦτα δέ φασιν αὐτὸν αἰνίττεσθαι εἰς Πλάτωνα καὶ ὁ Ἀλέξανδρος καὶ ὁ Θεμίστιος· ὑποτιθέμενος γὰρ ὁ Πλάτων, φασίν, ἐν τῷ Σοφιστῇ εἶναι τὸ καθόλου μὴ ὄν, ὅπερ τὴν τοῦ ὄντος φύσιν ἐκπέφευγεν, ἀνῄρει τὸ τὰ πάντα ἓν εἶναι λέγων οὕτως· ‘εἰ τὸ ὂν πᾶν ἕν ἐστιν, οὐκ ἔσται τὸ μὴ ὄν· ἀλλὰ μὴν ἔστι τὸ μὴ ὄν· οὐκ ἄρα τὸ ὂν πᾶν ἕν ἐστι’. πόθεν δὲ ὁ Πλάτων συγχωρῶν ἓν σημαίνειν τὸ ὄν, οὐκέτι συνεχώρει τὸ ἓν εἶναι καὶ τὰ πάντα; διότι ᾤετο αὐτοὺς τὸ ὂν τὸ ὄντως ὂν λέγειν, λέγω δὴ τὴν ἰδέαν καὶ τὸ νοητόν, ὅπερ καὶ αὐτὸς καὶ μόνον ἔλεγεν εἶναι ὂν καὶ παρὰ τοῦτο πᾶν οὐκ ὂν καὶ ἓν εἶναι τοῦτο. ἀλλ’ εἰ καὶ τοῦτο ἓν εἶναι ἔλεγε καὶ μόνον ὄν, οὐκέτι τὸ παρὰ τοῦτο πᾶν μὴ εἶναι ἔλεγεν· εἶναι γὰρ καὶ τὸ μὴ ὄν, τουτέστι τὴν ἄμορφον ὕλην, ἥτις εἰ καὶ παντελῶς ἑτέρα ἐστὶ τοῦ ὄντος, ἀλλ’ οὖν ἔστι καὶ αὐτή. συγκεῖσθαι οὖν ἔλεγε τὸ πᾶν ἔκ τε τοῦ ὄντος, ὃ καὶ ἓν εἶναι ἐδίδου, καὶ ἐκ τοῦ μὴ ὄντος, ὅπερ τὴν ὕλην εἶναι ὑπελάμβανεν. ἔνθεν τῇ προτάσει συγχωρῶν τῇ λεγούσῃ τὸ ὂν ἓν σημαίνειν, οὐκέτι συνεχώρει τῷ ἁπλῶς πᾶν ὅτιπερ ἐστὶ τοῦτο ἓν εἶναι, ὅπερ τὸ τοῦ συλλογισμοῦ συμπέρασμα ἐβούλετο. μέμφεται οὖν αὐτῷ ὁ Ἀριστοτέλης ὡς μαλακῶς πρὸς τὸν συλλογισμὸν τοῦ Παρμενίδου ἀπαντήσαντι·2 τοῦτο δέ, διότι συγχωρήσας τὸ ὂν ἓν σημαίνειν, οὐκέτι συγχωρεῖ τὸ ὂν πᾶν ἓν εἶναι, διὰ τὸ εἰσάγειν ἑτέραν τινὰ φύσιν, ἣν εἰ καὶ παντελῶς ἑτέραν εἶναι λέγει τοῦ ὄντος, εἶναι μέντοι καὶ ταύτην λέγει. τοῦτο γὰρ οὐδὲν ἕτερόν ἐστιν ἢ τῇ ἀντιφάσει περιπίπτειν· συγχωρήσας γὰρ τὸ ὂν ἓν εἶναι, λέγει πάλιν ὅτι πολλὰ τὰ ὄντα διὰ τὸ εἶναι καὶ τὸ μὴ ὄν, ὅπερ τοῦ ὄντος παντελῶς ἐστιν ἕτερον. τοῦτο δὲ τί διαφέρει τοῦ τὸ ὂν ἕν τε εἶναι λέγειν καὶ οὐχ ἕν; οὐδὲ γὰρ διὰ τοῦ τὸ μὲν κυρίως εἶναι λέγειν, τὸ δὲ μὴ κυρίως, ἐκφεύγει τὴν ἀντίφασιν, εἰ μὴ καὶ μᾶλλον αὐτῇ περιπίπτει· διαφορὰς γὰρ τῶν ὄντων ποιῶν πλείω φανερῶς ἀριθμὸν αὐτοῖς ἀποδίδωσι.

如果某物沿着这条有限的线运动,他说,完全必然的是,在运动完整条线之前,它必须先运动完一半,而在运动完整条线的一半之前,必然首先运动完四分之一,而在四分之一之前运动完八分之一,而这走向无限;因为连续者是可被无限分割的。因此,如果某物沿着一条有限的线运动,必然首先运动完某些无限的量度;而如果是这样,且一切运动都是在某个有限的时间内发生的(因为没有任何事物在无限的时间内运动),那么其结果将是在有限的时间内运动完了无限的量度,而这是不可能的;且大体而言无限是不可穿越的。因此,他说,在我们之前的人们屈服于这些论证,即巴门尼德的论证和芝诺的论证。而他说他们屈服,是因为他们更软弱地抵制这些论证;他们更软弱地抵制,是因为他们承认了前提,却与结论抗争,未能解决这些论证,反而极力反对结论。因为对于存在表示一且矛盾不能同真这一点,他们屈服承认了,但对于随之而来的后件,即存在是一,他们却不再同意,他们并没有对论证进行逻辑分析,而是建立对立的论证并将讨论引入另一个疑难。亚历山大和德米斯提乌斯都说,他在这里暗示的是柏拉图;因为他们说,柏拉图在《智者篇》中通过假设脱离了存在者本性的普遍的非存在是存在的,取消了万物是一,其说法如下:“如果一切存在是一,非存在将不存在;然而非存在确实存在;因此并非一切存在是一。”那么,柏拉图在承认存在表示一的同时,又是出于何种缘由不再同意万物也是一呢?因为他认为他们所说的“存在”是指真正实在的存在,我说的正是相和可知解者,他自己也说这唯独是存在,而除此以外的一切都是非存在,并且这是一。但即使他说这是一且唯独是存在,他却不再说除此以外的一切都不存在;因为非存在也存在,也就是无定形的质料,它即使完全不同于存在,但它本身仍然存在。因此他说,整体既由存在(他承认这是一)构成,也由非存在(他认为这是质料)构成。由此,他在同意主张存在表示一的前提的同时,却不再同意三段论的结论所要求的这一点:单纯而言凡是存在的一切都是一。因此亚里士多德责怪他,认为他是软弱地回应了巴门尼德的三段论;责怪这一点是因为,在承认了存在表示一之后,他不再承认一切存在是一,这是因为他引入了某种另一种本性,即使他说这种本性完全不同于存在,他却仍说它也是存在的。因为这无异于陷入矛盾;因为在承认了存在是一之后,他又通过非存在(这完全不同于存在)也存在这一事实,而说存在者是多数。而这与说存在既是一又不是一有何区别呢?因为即使通过说一者是在严格意义上存在,而另一者不是在严格意义上存在,他也无法逃脱矛盾,甚至反而更加陷入矛盾之中;因为通过设立存在者之间的差别,他显然赋予了它们更多的数目。

语法注2 条
  1. 1.54ἔσται ἄρα τὰ ἄπειρα μεγέθη κινηθῆναι ἐν πεπερασμένῳ χρόνῳ

    ἔσται 在此处作非人称用法,表示“其结果将是……”(相当于 συμβήσεται),支配不定词结构(τὰ ἄπειρα μεγέθη κινηθῆναι)。不定词 κινηθῆναι 形式上为被动语态而意义上为关身(不及物,“运动”,其省略的逻辑主语为 τι),宾格 τὰ ἄπειρα μεγέθη 表示运动所经过的范围。

  2. 1.54μέμφεται οὖν αὐτῷ ὁ Ἀριστοτέλης ὡς μαλακῶς πρὸς τὸν συλλογισμὸν τοῦ Παρμενίδου ἀπαντήσαντι

    μέμφεται 支配表示被指责者的人格与格(αὐτῷ,指前文的柏拉图),而 ὡς 连同分词(ἀπαντήσαντι,与格,与 αὐτῷ 一致)则构成了说明责难理由或罪名的分词结构(“因其软弱地回应了……而责怪他”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:81.8-82.19