- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:818.10-819.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞诺斯注解亚里士多德《物理学》卷六第9章末尾至第10章开头(240a26–241a8),解释了从非有到有的生成中矛盾对立项之间的中介,阐明了旋转球体中整体与部分的运动区别,并论证了不可分之物不可能发生运动。
" Ὁμοίως δὲ καὶ ἐπὶ τοῦ μὴ ὄντος." Οὐκ ἐκ τοῦ μὴ ὄντος τὸ ὂν γίνεται (οὐδὲν γὰρ ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος), ἀλλ’ ἐκ τοῦ ἁπλῶς μὴ ὄντος, τουτέστι τοῦ κυρίως, τὸ ἁπλῶς ὄν, ἅπερ οὐκ ἀντιφάσκει· τὸ γὰρ ἁπλῶς μὴ ὂν κατάφασις ἐκ μεταθέσεώς ἐστιν.1 ὥστε γίνεται τὸ ἁπλῶς ὂν ἐκ τοῦ ἁπλῶς μὴ ὄντος διὰ μέσου τοῦ οὐχ ἁπλῶς μὴ ὄντος καὶ οὐχ ἁπλῶς ὄντος, ἅπερ ἐστὶν ἀποφάσεις ἡ μὲν τοῦ ἁπλῶς μὴ ὄντος ἡ δὲ τοῦ ἁπλῶς ὄντος· ὡς μὲν γὰρ πρὸς τὸ ἁπλῶς μὴ ὄν2 τι ὑπάρχον λέγεται οὐχ ἁπλῶς 〈ὄν〉, ὡς δὲ πρὸς τὸ ἁπλῶς ὄν τι ὑπάρχον λέγεται οὐχ ἁπλῶς μὴ ὄν. ὥστε οὐ γίνεται ἐξ ἀντιφάσεως ἡ γένεσις καὶ ἡ φθορά, ἀλλὰ διὰ μέσης τῆς ἀντιφάσεως. — Ἰστέον ὅτι ἐν τοῖς Ἀναλυτικοῖς τὰς ἐκ μεταθέσεως καταφάσεις ἀντὶ ἀποφάσεως παρέλαβεν. — Ὁμοίως καὶ ἐπὶ τοῦ λευκοῦ καὶ τοῦ μὴ λευκοῦ γίνεται ἡ γένεσις διὰ μέσου τῆς ἀντιφάσεως, ὥσπερ καὶ ἐπὶ τοῦ ὄντος καὶ τοῦ μὴ ὄντος.
“同样在非有上也是如此。” 有并非从非有中产生(因为没有任何东西产生自绝不存在之物),而是从单纯的非有、即严格意义上的[非有]中产生出单纯的有,而这两者并不是矛盾对立的;因为单纯的非有乃是换位肯定。因此,单纯的有是通过“非单纯的非有”与“非单纯的有”这一中介,从单纯的非有中产生的,而这两者是否定,前者是对单纯的非有的否定,后者是对单纯的有的否定;因为相对于单纯的非有而言,以某种方式存在之物被称为非单纯的[有],而相对于单纯的有而言,以某种方式存在之物被称为非单纯的非有。因此,生成与毁灭不是出于矛盾对立而产生,而是通过矛盾对立的中介产生的。――应当知晓,在《分析篇》中他将换位肯定当作否定来采用。――同样在白与非白上,生成也是通过矛盾对立的中介产生的,正如在有与非有上一样。
"Οὐδένα χρόνον." Εἰ γὰρ καὶ τὸν τοῦ ὅλου τόπον οὐκ ἀμείβει, ἀλλ’ οὖν τὸν ἑαυτοῦ ἀμείβει ἀντιπαραχωροῦντα ἀλλήλοις.3
“在任何时间内都没有。” 因为即使它没有改变整体的处所,但它终究改变了它自身的处所,[各部分]相互让出位置。
"Πλὴν ὡς ὁ μουσικός." Οὕτως, φησίν, εἰσὶν αἱ κατὰ σχέσιν λαμβανόμεναι ἕτεραι ὁλότητες, ὥσπερ ὁ ἄνθρωπος καὶ ὁ μουσικὸς ἄνθρωπος· εἷς γὰρ καὶ ὁ αὐτὸς ἄνθρωπος, ἀλλὰ συμβέβηκεν τῷ ἀνθρώπῳ τὸ μουσικόν. οὕτω καὶ ἐνταῦθα ἡ μὲν ὁλότης μία τῷ ὑποκειμένῳ, συμβέβηκεν δὲ αὐτῇ τοιῶσδε ἢ τοιῶσδε λαμβάνεσθαι.
“除非像有音乐修养的[人]那样。” 他说,依关系而取的不同整体性,就如同人和有音乐修养的人那样;因为人是同一个,但有音乐修养是附贴于这人的属性。在这里同样,整体性就底层而言是单一的,但以这种方式或那种方式被选取则是附贴于它的属性。
Τὰ μὲν γὰρ κατὰ συμβεβηκὸς κινούμενα οὐδὲν εἰσάγει εἰς τὴν κίνησιν τοῦ ὅλου, τὰ δὲ μέρη εἰσάγει εἰς τὴν τοῦ ὅλου κίνησιν· καὶ γάρ πως καὶ αὐτὰ ἰδίαν κινεῖται κίνησιν παρὰ τὴν τοῦ ὅλου. τὰ γὰρ πρὸς τῷ κέντρῳ τῆς σφαίρας μόρια βραδυκινητότερά ἐστι τῶν περὶ τὴν ἐπιφάνειαν.
因为依附贴属性而运动的事物对整体的运动毫无贡献,但部分则对整体的运动有所贡献;因为在某种方式上它们自身也在进行有别于整体运动的特有运动。实际上,靠近球心的各部分比靠近表面的部分运动得更慢。
Οὕτως εἶχεν, ὥστε τὸ μὲν ἐν τῷ ἐξ οὗ εἶναι, τὸ δὲ ἐν τῷ εἰς ὅ.
处于这样的状态:一部分在“由之”之中,另一部分在“向之”之中。
Τότε, φησί, τὸ ἀμερὲς κινεῖσθαι ἠδύνατο, εἰ ὁ χρόνος ἐξ ἀμερῶν συνέκειτο, ὥστε ἐν ἑκάστῳ μορίῳ τοῦ χρόνου γινόμενον τὸ ἀμερὲς ἀμερῶς εἶναι μὴ ἔχον τὸ μὲν εἰς τοῦτο τὸ δὲ εἰς ἐκεῖνο. ἀλλὰ καὶ οὕτως πάλιν ἀνῄρηται ἡ κίνησις· ἐν ἑκάστῳ γὰρ μορίῳ τοῦ χρόνου μεταβεβληκὸς ἂν ἦν, οὐ μεταβάλλον· ἐν γὰρ τῷ νῦν οὔτε κίνησίς ἐστιν οὔτε μεταβολή, ὥστε ἐν οὐδενὶ τοῦ χρόνου μορίῳ μετέβαλεν· οὐδὲ ἐν τῷ ὅλῳ ἄρα.
他说,只有在时间由不可分之物构成的情况下,不可分之物才能够运动,从而在时间的每一个部分中生成的不可分之物都是不可分地存在着,并不具有一部分在此处而另一部分在彼处的情况。但即便如此,运动依然被否定了;因为在时间的每一个部分中,它都将是已经发生变化的状态,而不是正在发生变化的状态;因为在“现在”中既不存在运动也不存在变化,所以它在时间的任何部分中都没有变化;因此在整体中[也没有变化]。
"Ἅπαν γὰρ τὸ κινούμενον." Οἷον εἰ σκώληξ ἐπὶ πηχυαίου ξύλου κινοῖτο, ὅλος ὁ σκώληξ ἄλλοτε ἄλλῳ μορίῳ τοῦ ξύλου ἐφαρμόσει· ἐπειδὰν γὰρ ἄρξηται φέρεσθαι, πρότερον ἐλάττονα τοῦ οἰκείου μεγέθους διάστασιν ἐπιλαμβάνει, εἶτα ἴσην, εἶτα μείζονα. καὶ τὸ ἀμερὲς οὖν εἰ κινεῖται, πρότερον ἐλάττονα ἑαυτοῦ διάστασιν κινηθήσεται. ἀλλ’ εἰ μὲν ἐλάττονα, ἔσται τοῦ ἀμεροῦς ἔλαττον καὶ διαιρεθήσεται τὸ ἀμερές, ὅπερ ἄτοπον. ἀλλ’ οὐδὲ ἴσην. ἐπεὶ γὰρ ἀμερές ἐστι, πρὶν τὴν μείζονα διεξελθεῖν ἀνάγκη τὴν ἴσην διεξελθεῖν, καὶ σημεῖον ἐφέξει τοῦ μεγέθους· τὸ γὰρ ἀμερὲς τῷ ἀμερεῖ ἴσον. εἰ δὲ τοῦτο, ἔσται ἐκ σημείων ἡ γραμμή· ἀεὶ γὰρ τὰ κινούμενα ἴσον ἑαυτοῖς ἀποτέμνεται τοῦ μεγέθους μόριον, καὶ οὕτως διέξεισι τὴν πεπερασμένην. εἰ οὖν ἀεὶ σημείου ἁπτόμενον διέξεισιν, τὸ μέγεθος ἔσται ἐξ ἀμερῶν, ὅπερ ἀδύνατον.4 ὥστε εἰ κινούμενον τὸ ἀμερὲς ἴσον ἑαυτοῦ ἀπολαμβάνει τοῦ μεγέθους 〈μόριον〉 καὶ οὕτω διέξεισιν, οὐδὲ ἐξ ἀμερῶν ἂν συγκέοιτο τὸ μέγεθος, ὅπερ δέδεικται ἀδύνατον. ἀδύνατον ἄρα τὸ ἀμερὲς κινεῖσθαι, καὶ ἁρμόζει αὐτῷ, εἰ κινοῖτο, ὁ ἀπὸ τῆς διχοτομίας λόγος.
“因为凡运动之物。” 例如,如果一条蠕虫在一肘长的木头上运动,整条蠕虫将在不同时间贴合于木头的不同部分;因为当它开始移动时,它首先占据小于自身尺寸的间距,然后是相等的,然后是更大的。因此不可分之物如果运动,也首先会在小于自身的间距上运动。但是如果更小,就会存在小于不可分之物的东西,不可分之物就会被分割,这是荒谬的。但它也不能[在相等的间距上运动]。因为既然它是不可分的,在通过更大的间距之前必然要先通过相等的间距,并且它将占据量度的一个点(因为不可分之物等于不可分之物)。如果这样,线就将由点构成了;因为运动之物总是从量度中截取与自身相等的一部分,并以此方式通过有限的[线]。如果它总是接触着点而通过,量度就将由不可分之物构成,这是不可能的。因此,如果运动着的不可分之物取得量度中与自身相等的[部分]并以此方式通过它,量度就会由不可分之物构成,而这已被证明是不可能的。所以不可分之物不可能运动,并且如果它运动,二分法论证就适用于它。
- 6.94κατάφασις ἐκ μεταθέσεώς ἐστιν
逻辑学术语“换位肯定”(或移位肯定),指否定词直接附加于谓词而非否定系词所构成的肯定命题(例如“是非白”而非“不是白”)。此处将 τὸ ἁπλῶς μὴ ὄν 视作通过换位而形成的肯定,从而与纯粹的否定(ἀπόφασις)相区别。
- 6.94ὡς μὲν γὰρ πρὸς τὸ ἁπλῶς μὴ ὄν τι ὑπάρχον λέγεται οὐχ ἁπλῶς 〈ὄν〉
依照维泰利校勘本所补充的 〈ὄν〉 阅读。句中 τι ὑπάρχον 作分词分句的主语(“以某种方式存在之物”),与后文 ὡς δὲ πρὸς τὸ ἁπλῶς ὄν τι ὑπάρχον λέγεται οὐχ ἁπλῶς μὴ ὄν 形成严格的平行对称结构。
- 6.95ἀντιπαραχωροῦντα ἀλλήλοις
中性复数分词 ἀντιπαραχωροῦντα 在意义上的主语是前文隐含的球体各部分(τὰ μόρια),描述旋转运动中各部分相互让出空间的动态过程。
- 6.100οὐδὲ ἐξ ἀμερῶν ἂν συγκέοιτο τὸ μέγεθος, ὅπερ δέδεικται ἀδύνατον
此处 οὐδέ 引导归谬法推导中的否定性后件,强调“量度也就不得不由不可分之物构成,而这已被证明是不可能的”,从而彻底推翻前提假设。
