← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§816.15-818.9

对芝诺运动悖论的批判与阐释

菲洛波庞在厘清时间、“现在”与静止的概念之后,阐释了亚里士多德对芝诺诸悖论的批判,包括飞矢不动(在每个“现在”中静止)、阿喀琉斯与乌龟(与二分法的异同)以及赛场悖论(混淆了相对于静止列与运动列的相对速度)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.83

Εἰ ἐν ἑνὶ μόνῳ τῶν νῦν τὸ κινούμενον ἐν τῷ αὐτῷ ἐστιν, εἰ δὲ κατ’ οὐδένα χρόνον ἐν τῷ αὐτῷ εἶναι δύναται, ἀλλ’ ἐν πέρατι τοῦ χρόνου1 * * * Ἐν ἑκάστῳ, φησί, τῶν νῦν ἐν μονῇ μέν τινι εἶναι ἀναγκαῖον, ἐν ἠρεμίᾳ δ’ ἢ κινήσει ἀδύνατον· καὶ μονὴ μὲν ἐν τῷ νῦν λέγεται, ἠρεμία δ’ οὔ· καὶ κίνησις μὲν ἐν τῷ νῦν οὐ λέγεται, μὴ κινεῖσθαι δὲ λέγεται.

如果运动之物仅在唯独一个“现在”中处于同一物中,并且如果它在任何时间中都不能处于同一物中,而只能在时间的极限中……他说,在每一个“现在”中,处于某种停留状态是必然的,但处于静止或运动中是不可能的;停留可以说是在“现在”中,而静止则不能;运动不能说是在“现在”中,但不运动则是可以说的。

§6.85

"Ἐν χρόνῳ δ’ οὐκ ἐνδέχεται." Τὸ κινούμενον οὐκ ἐνδέχεται ἔν τινι τῶν τοῦ χρόνου μερῶν ἐν ᾧ κινεῖται οὕτως εἶναι ὥσπερ τὸ ἠρεμοῦν, τουτέστιν ἐν ὅλῳ τῷ χρόνῳ· τὸ γὰρ ἐν χρόνῳ τινὶ ὂν ὅλον, τοῦτο ἠρεμεῖ. εἰ οὖν ὡς ἔστι τι ἠρεμοῦν ἔν τινι χρόνῳ, τουτέστιν ὅλον ἐν ὅλῳ, οὕτως εἴη τι καὶ κινούμενον ὅλον ἐν ὅλῳ, συμβήσεται τὸ κινούμενον ἠρεμεῖν· κινηθήσεται γὰρ διὰ τὴν ὑπόθεσιν, ἠρεμήσει δὲ διὰ τὸ 〈τὸ〉 ἐν χρόνῳ τινὶ ὂν ὅλον ἐν ὅλῳ, τοῦτο ἠρεμεῖν.2

“在时间中则不可能。” 运动之物不可能在其运动的时间的任何部分中如同静止之物那样存在,即在整个时间中存在;因为在某个时间中整体存在之物,这才是静止的。因此,如果正如某个静止之物存在于某个时间中,即作为整体存在于整体中那样,运动之物也作为整体存在于整体中,那么运动之物就会处于静止;因为根据假设它将运动,但由于在某个时间中作为整体存在于整体中的事物是静止的,它又将处于静止。

§6.86

"Ζήνων δὲ παραλογίζεται." Ἅπαν, φησίν, ἐν τῷ ἴσῳ ἑαυτοῦ τόπῳ ὑπάρχον ἢ ἠρεμεῖ ἢ κινεῖται, ἀδύνατον δὲ ἐν τῷ ἴσῳ αὑτοῦ κινεῖσθαι, ἠρεμεῖ ἄρα. τὸ τοίνυν φερόμενον βέλος ἐν ἑκάστῳ τῶν νῦν τοῦ χρόνου καθ’ ὃν κινεῖται 〈ἐν〉 ἴσῳ ἑαυτοῦ τόπῳ ὑπάρχον ἠρεμήσει, εἰ δὲ ἐν πᾶσι τοῖς τοῦ χρόνου νῦν ἀπείροις οὖσιν ἠρεμεῖ, καὶ ἐν παντὶ ἠρεμήσει. ἀλλ’ ὑπόκειται κινούμενον· τὸ βέλος ἄρα κινούμενον ἠρεμήσει.

“而芝诺犯了逻辑错误。” 他说,凡处于与自身相等的处所中的事物,要么静止要么运动,但在与自身相等的处所中运动是不可能的,所以它是静止的。因此,正在飞行的箭在它运动的时间的每一个“现在”中,由于处于与自身相等的处所中,它将是静止的;而如果它在时间的所有的“现在”中(它们是无限的)都是静止的,那么它在整个[时间]中也将是静止的。但它被假设为正在运动;因此这支箭运动着却将处于静止。

§6.87

"Ἔστι δὲ τὸ φερόμενον ἐν τῷ νῦν." Εἶτα πρόσθες ‘πᾶν δὲ τὸ ἐν τῷ νῦν ἐν τῷ ἴσῳ ἑαυτοῦ ὑπάρχει τόπῳ’.

“而运动之物在‘现在’中。” 接着补充上:“而凡在‘现在’中的事物都处于与自身相等的处所中”。

§6.88

Αὕτη, φησίν, ἡ ἀπορία ἡ αὐτή ἐστι τῇ προτέρᾳ (ἑκατέρα γὰρ ἐνεργείᾳ εἰς ἄπειρον διαιρεῖ τὸ μέγεθος), διαφέρουσι δὲ ὅτι ἡ μὲν πρώτη δίχα ἔτεμεν τὸ λαμβανόμενον μέγεθος, αὕτη δὲ εἰς ἄνισα.

他说,这个疑难与前一个疑难是相同的(因为两者都在现实中将量度无限分割),但它们的区别在于,第一个疑难是将所取的量度一分为二,而这个疑难则是分成不等的部分。

§6.89

Ἐνεργείᾳ εἰς ἄπειρον· τούτου γὰρ συγχωρουμένου οὐκ ἀφικνεῖται πρὸς τὸ πέρας τὸ κινούμενον.

现实中无限地[分割];因为一旦承认这一点,运动之物就无法到达极限。

§6.90

"Τετραγῳδημένον." Ἐξετραγῴδησε τὸ ἄτοπον ἐν τούτῳ τῷ λόγῳ εἰπὼν ὅτι τὸ τάχιστον οὐ καταλήψεται τὸ βραδύτατον. τὸ δέ πως προσέθηκεν· διάφορος γὰρ ἐν ἀμφοτέροις ἡ διαίρεσις, ἐν μὲν τῷ πρώτῳ λόγῳ κατὰ διχοτομίαν, ἐν δὲ τούτῳ ἀνίσως πρὸς τὴν τῶν κινήσεων ἀνισότητα.

“戏剧般地夸大。” 他在这个论证中通过说最快者追赶不上最慢者而极度夸大了其荒谬性。并且他补充了“在某种方式上”;因为在两者中分割是不同的,在第一个论证中是按照二分法,而在这个论证中则是按照运动的不等性而不等地分割。

§6.91

Οὐχ ἓν τὸ στάδιον ὑποτίθεται, ἀλλὰ δύο, τὸ μὲν ἀκίνητον ἐφ’ ᾧ τὰ αα, τὸ δὲ κινούμενον ἐφ’ ᾧ τὰ ββ. ἀλλ’ ἐπειδὴ ἴσα ἐστὶν ἄμφω καὶ παράλληλα, διὰ τοῦτο ἐπικρύπτων τὸν λόγον ἓν εἶπεν τὸ στάδιον, ἐν ᾧ δύο ἰσοταχῆ τὸ μὲν ἀπὸ τοῦ τέλους τὸ δὲ ἀπὸ τῆς ἀρχῆς ἀρξάμενον ἐν τῷ αὐτῷ χρόνῳ πρὸς τὸ τέλος ἀφικνοῦνται.3 τοῦτο δὲ ψεῦδος· οὐ γὰρ ἐπὶ τοῦ αὐτοῦ σταδίου τὸ μὲν ἀπὸ τοῦ μέσου τοῦ σταδίου ἄρχεται κινεῖσθαι τὸ δὲ ἀπὸ τῆς ἀρχῆς, ἀλλ’ ἐπὶ μὲν τοῦ ἀκινήτου ἀπὸ τοῦ μέσου, ἐπὶ δὲ τοῦ κινουμένου, οἷον ἐφ’ οὗ τὰ ββ, ἀπὸ τῆς ἀρχῆς τὸ ἐφ’ οὗ γγ.

他假设的不是一个赛场,而是两个:一个是静止的,其上有诸Α;另一个是运动的,其上有诸Β。但由于两者相等且平行,因此他为了掩盖论证而说是一个赛场,在其中两个等速之物,一个从终点开始,另一个从起点开始,在同一时间到达终点。但这是虚假的;因为并非在同一赛场上一个从赛场中央开始运动而另一个从起点开始,而是在静止的赛场上从中央开始,在运动的赛场上(例如其上有诸Β的赛场)其上有诸Γ的则是从起点开始。

§6.92

Τὸ μὲν πρῶτον β̄ ἐπὶ τῷ ἐσχάτῳ ᾱ, τὸ δὲ πρῶτον γ̄ ἐπὶ τῷ ἐσχάτῳ β̄, καὶ διὰ τοῦτο καὶ ἐπὶ τῷ ἐσχάτῳ ᾱ τῷ ἑτέρῳ· ἐν τούτῳ γάρ ἐστι καὶ τὸ ἔσχατον β̄.

第一个Β对着最后一个Α,第一个Γ对着最后一个Β,并且由此也对着另一个最后的Α;因为最后的Β也处于此中。

§6.93

Τουτέστι τὸν χρόνον ἐν ᾧ πάντα τὰ ᾱ διεξελήλυθεν, τὰ γ δὲ διπλασίονα εἶναι τοῦ ἐν ᾧ τὰ ἐφ’ οὗ τὰ ββ διελήλυθεν τὰ ἡμίσεα τῶν αα.4 ἑκάτερον δὲ τῶν κινουμένων παρ’ ἕκαστα τῶν παρ’ ἃ κινοῦνται παραβαλλόμενα ἴσα ἐστίν. εἰ οὖν τὸ ἐφ’ οὗ τὰ γ ἴσον τῷ ἐφ’ οὗ τὰ β, καὶ ἅπαντα τὰ β διεξελήλυθεν καὶ ὅλον παρ’ ὅλον παραβέβληται, καὶ τὸ ἐφ’ οὗ τὰ γ ἄρα παραβεβλημένον ἔσται. ὥστε εἰ πάντα τὰ β διεξελήλυθεν, καὶ τὰ ᾱ πάντα διεξεληλυθὸς ἂν εἴη ἐν ᾧ χρόνῳ τὰ ἡμίσεα τῶν αα διεξῄει.

这就是说,通过全部Α的时间,对于诸Γ而言,是其上有诸Β的物体通过诸ΑΑ的一半的时间的两倍。而每一个运动之物,当与它们各自沿着运动的诸物相对应比照时,都是相等的。因此,如果其上有诸Γ的物体等于其上有诸Β的物体,并且通过了所有的Β而整体与整体相对照,那么其上有诸Γ的物体也将已经对照完毕。因此,如果它已经通过了所有的Β,那么在它通过诸ΑΑ的一半的那个时间中,它也就会通过所有的Α。

语法注4 条
  1. 6.83Εἰ ἐν ἑνὶ μόνῳ τῶν νῦν τὸ κινούμενον ἐν τῷ αὐτῷ ἐστιν, εἰ δὲ κατ’ οὐδένα χρόνον ἐν τῷ αὐτῷ εἶναι δύναται, ἀλλ’ ἐν πέρατι τοῦ χρόνου * * *

    这是一个带有两个并列条件从句(εἰ... εἰ δέ...)的残缺条件句,其主句在星号处脱落。其句法骨架为:如果……,且如果……,则[必然得出时间并非由不可分的“现在”构成等结论]。

  2. 6.85διὰ τὸ 〈τὸ〉 ἐν χρόνῳ τινὶ ὂν ὅλον ἐν ὅλῳ, τοῦτο ἠρεμεῖν

    这是由介词 διά 支配中性单数宾格冠词 τό 与不定式 ἠρεμεῖν 构成的表示原因的冠词附加不定式句式。实体化分词短语 τὸ ἐν χρόνῳ τινὶ ὂν ὅλον ἐν ὅλῳ 充当不定式的逻辑主语,指示代词 τοῦτο 则复指并强调这一主语。

  3. 6.91ἐν ᾧ δύο ἰσοταχῆ τὸ μὲν ἀπὸ τοῦ τέλους τὸ δὲ ἀπὸ τῆς ἀρχῆς ἀρξάμενον ἐν τῷ αὐτῷ χρόνῳ πρὸς τὸ τέλος ἀφικνοῦνται

    在由 ἐν ᾧ 引导的关系从句中,主语是中性复数名词 δύο ἰσοταχῆ。单数分词 ἀρξάμενον 是由于受到紧邻的部分主语 τὸ δέ 的单数语法数吸引而产生的异格配合(anakolouthon),而谓语动词 ἀφικνοῦνται(第三人称复数)则与逻辑上的复数主语保持一致。

  4. 6.93διπλασίονα εἶναι τοῦ ἐν ᾧ τὰ ἐφ’ οὗ τὰ ββ διελήλυθεν τὰ ἡμίσεα τῶν αα

    在倍数词 διπλασίονα 之后的属格 τοῦ 是表示比较的属格,统辖包含先行词的关系代词短语 τοῦ [χρόνου] ἐν ᾧ...(“……之时间的[两倍]”)。它构成了“Γ通过所有Α的时间”与“Β通过Α的一半的时间”之间的比较。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:816.15-818.9