← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§819.31-821.11

不可分之物的运动不可能性与变化的界限

斐洛庞诺斯注疏亚里士多德《物理学》第6卷第10章,根据时间和量度的无限可分性论证了不可分之物运动的不可能性,继而讨论了变化具有相反界限、变化到无限的不可能性以及天体圆周运动的永恒性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.101

" Ἔτι εἰ πᾶν ἐν χρόνῳ κινεῖται." Εἰ τὸ ἀμερὲς τὴν ἴσην ἑαυτῷ ἐν χρόνῳ κινεῖται, παντὸς δὲ χρόνου ἔστι τις ἐλάττων χρόνος, καὶ τοῦ χρόνου ἐν ᾧ τὸ ἀμερὲς τὴν ἴσην ἑαυτῷ κεκίνηται ἔστι τις ἐλάττων χρόνος. ἀλλ’ ἀδύνατον· εἰ γὰρ εἴη ἐλάττων, ἐν τούτῳ ἐλάττονα ἑαυτοῦ διάστασιν κινηθήσεται, καὶ ἔσται τι τοῦ ἀμεροῦς ἔλαττον. εἰ δὲ τοῦτο ἀδύνατον, οὐκ ἔσται τοῦ χρόνου ἐν ᾧ τὴν ἴσην κεκίνηται ἐλάττων χρόνος. ἀλλὰ καὶ τοῦτο ἀδύνατον. ὁ γὰρ χρόνος ἐπ’ ἄπειρον διαιρετός,1 καὶ παντός ἐστιν ἐλάττων διὰ τὸ μὴ εἶναι τὸ ἐλάχιστον ἐν τοῖς συνεχέσι, χρόνον τε ἀνάγκη εἶναι τὸν ἐν ᾧ κινεῖται τὴν ἴσην ἑαυτῷ τὸ ἀμερὲς διὰ τὸ πᾶσαν κίνησιν ἐν χρόνῳ γίνεσθαι καὶ μηδὲν ἐν τῷ νῦν κινεῖσθαι, ἀνάγκη τε τὴν ἴσην ἑαυτῷ κινηθῆναι τὸ κινούμενον πρὶν τὴν μείζονα. ὥστε εἰ τὸ ἀμερὲς κινεῖται, τὴν ἴσην πρότερον κινηθήσεται, ταύτην δὲ κινούμενον ἐν χρόνῳ 〈ἔσται〉· ἔστι δὲ παντὸς χρόνου ἐλάττων. ἐν δὲ τῷ ἐλάττονι ἔλαττον κινεῖται, τοῦ δὲ ἀδιαιρέτου οὐδὲν ἔλαττον· ἀδύνατον οὖν τὸ ἀμερὲς κινηθῆναι.

“再者,如果凡物都在时间中运动。” 如果不可分之物在时间中运动了与自身相等的[间距],并且对于任何时间都有某个更小的时间,那么对于不可分之物运动了与自身相等的[间距]的那个时间,也就有某个更小的时间。但这是不可能的;因为如果有更小的[时间],在这[时间]中它将运动小于自身的一个间距,从而就会存在小于不可分之物的某种东西。但如果这是不可能的,就不会存在小于它运动了相等[间距]的那个时间的时间。但这一点同样也是不可能的。因为时间是无限可分的,并且由于在连续之物中没有最小者,因而对于任何[时间]都存在更小者,又由于一切运动都在时间中发生而在“现在”中没有任何东西运动,因而不可分之物运动与自身相等的[间距]所在的[时间]必然是时间,此外运动之物在运动更大的[间距]之前必然先运动了与自身相等的[间距]。因此,如果不可分之物运动,它首先将运动相等的[间距],而当它运动这一间距时[将处于]时间之中;并且对于任何时间都存在更小者。而在更小的[时间]中运动的是更小的[间距],但没有任何东西小于不可分之物;所以不可分之物不可能被运动。

§6.102

"Εἴη ἄν τις χρόνος." Ἐπειδὴ πᾶσα κίνησις ἐν χρόνῳ, ἔσται τις χρόνος ἐν ᾧ πᾶν ὅπερ ἄν κινῆται τὴν ἴσην ἑαυτῷ διάστασιν κινεῖται.

“就会有某个时间。” 既然一切运动都在时间中,就会存在某个时间,在这时间中无论何物运动都运动了与自身相等的间距。

§6.103

"Οὕτω." Τῷ ἔχειν ἐναντία πέρατα τὸ ἐξ οὗ καὶ τὸ εἰς ὅ· οὔτε γὰρ ἡ κύκλῳ οὔτε ἡ κατ’ εὐθεῖαν πᾶσα. οἷον ἡ τῶν ζῴων κίνησις ἔχει ἐναντία πέρατα τὸ πρόσθεν καὶ τὸ ὄπισθεν.

“以此方式。” 通过具有相反的界限,〔即〕“由之”与“向之”;因为既不是圆周运动,也不是全部直线运动[都具有相反的界限]。例如动物的运动具有相反的界限,即前方与后方。

§6.104

"Τὸ οὕτως ἀδύνατον." Πολλαχῶς, φησί, τὸ ἀδύνατον λέγεται * * * μὴ ἐνδέχεσθαι τμηθῆναι2 τὸ μὴ πεφυκὸς ὅλως διαιρεῖσθαι ἢ διὰ τὴν ἀμέρειαν, ὡς τὸ σημεῖον, ἢ διὰ τὸ μὴ ἐπιδέχεσθαι τομήν, ὡς τὸ οὐράνιον σῶμα, ἢ διὰ σμικρότητα. τὸ μηδ’ ὅλως οὖν πεφυκέναι τμηθῆναι ὑπόδειγμα λαμβάνει πρὸς τὸ προκείμενον. — Ὅτι ὥσπερ τὸ ἀδύνατον τμηθῆναι οὐκ ἂν τμηθείη καὶ τὸ ἀδύνατον γενέσθαι οὐδ’ ἄν γένοιτο, οὐδ’ ἄρα τὸ ἀδύνατον μεταβάλλειν μεταβάλοι ἂν εἰς ὃ ἀδύνατον μεταβάλλειν. ὥστε ἀδύνατον εἰς ἄπειρον μεταβάλλειν· ἀδιεξίτητον γὰρ τὸ ἄπειρον, οὐδ’ ἄν ἐπιχειρήσειεν ὅλως μεταβάλλειν.

“在此种意义上不可能之物。” 他说,“不可能”是在多重意义上说的[……]完全不具有被分割本性之物不能被切断,或者由于不可分性(如点),或者由于不接受切断(如天体),或者由于微小。因此,他把完全不具有被切断本性之物作为当前论题的例证。――正如不可能被切断之物不可能被切断,不可能生成之物不可能生成一样,不可能发生变化之物也不可能变化到不可能变化进入之物中。所以不可能变化到无限之中;因为无限是不可遍历的,也根本没有任何东西会试图变化[入其中]。

§6.105

Τῇ μὲν γὰρ ἐκτάσει ἄπειρον εἶναι ἀδύνατον, τῷ δὲ χρόνῳ οὐδὲν κωλύει· τῷ γὰρ πάλιν καὶ πάλιν ἀνακυκλεῖσθαι τὰ οὐράνια τοῦ χρόνου μὴ ἐπιλείποντος οὐδὲ ἡ κίνησις ἐπιλείπει. ἄπειρος οὖν ἐστιν οὐ τῷ εἶναι, ἀλλὰ τῷ ἀεὶ γίνεσθαι ταὐτὴν καὶ ἀδιάκοπον.3 καὶ οὐ δήπου ἐπὶ τῶν οὐρανίων χώραν ἕξει τὸ λέγειν μάτην κινεῖσθαι διὰ τὸ μὴ τυγχάνειν τινὸς τέλους· ἀεὶ γὰρ ἐν τέλει ἐστί· καθ’ ἕκαστον γὰρ σημεῖον ἀποκατάστασιν ποιοῦνται διὰ τὸ καὶ πρότερον ἐν τῷ αὐτῷ γεγονέναι.

因为在延展上不可能为无限,但在时间上则毫无阻碍;因为通过天体一再循环,在时间不匮乏的情况下,运动也不会匮乏。因此它不是由于[作为整体]存在,而是由于总是生成为同一且不间断的,才是无限的。并且在天体上绝无理由说它们因没有达到某个目的而徒劳运动;因为它们总是在目的之中;因为在每一个点上它们都实现了复原,因为它们先前也曾处于同一〔点〕上。

§6.106

"Μὴ μιᾶς μὲν γάρ." Καλῶς τὸ ἴσως προσέθηκεν, ὅτι οὔτε ἓν καὶ τὸ αὐτὸ ἐνδέχεται ἐπ’ ἄπειρον ἄλλην ἐξ ἄλλης μεταλαμβάνειν κίνησιν φθαρτοῦ ὄντος τοῦ κατ’ εὐθεῖαν κινουμένου,4 οὔτε, εἰ καὶ ἦν ἀίδιον τῶν οὕτω κινουμένων τι, ἐνδεχόμενον ἦν οὕτω κατὰ συνέχειαν ἔχεσθαι ἀλλήλων τὰς κινήσεις, καὶ μηδένα χρόνον ἐν ἠρεμίᾳ εἶναι τὸ κινούμενον· συνεχεῖς γὰρ οὐκ ἂν εἶεν οὕτως, ἀλλὰ μᾶλλον ἁπτόμεναι.

“因为即使不是单一的[运动]。” 他恰当地加上了“或许”,因为既然作直线运动之物是可毁灭的,便不可能有同一个事物无限地一个接一个地承受不同的运动;而且即便如此运动之物中有某种是永恒的,诸运动也不可能以此方式连续地彼此相连,从而运动之物没有任何时间处于静止之中;因为以此方式它们将不是连续的,而宁可说是接触的。

语法注4 条
  1. 6.101ὁ γὰρ χρόνος ἐπ’ ἄπειρον διαιρετός

    由 γάρ 引出的句子是一个长复合句,用于论证为何前述结论(“不存在小于它运动了相等间距的时间”)是荒谬的。三个并列的理由(ὁ γὰρ χρόνος ἐπ’ ἄπειρον διαιρετός...、χρόνον τε ἀνάγκη εἶναι...、ἀνάγκη τε τὴν ἴσην ἑαυτῷ κινηθῆναι...)由 τε... τε 联结,构成了通向由 ὥστε 引出的最终结论的骨架。

  2. 6.104Πολλαχῶς, φησί, τὸ ἀδύνατον λέγεται * * * μὴ ἐνδέχεσθαι τμηθῆναι

    文本中有一处缺文(lacuna)。不定式 μὴ ἐνδέχεσθαι 属于解释“不可能”的诸种含义之一的从属结构(如《形而上学》卷Δ第12章所述),即因根本不具备该本性而不能被切断。随后的短语 τὸ μηδ’ ὅλως οὖν πεφυκέναι τμηθῆναι 承接此意,作为 λαμβάνει 的直接宾语(以 ὑπόδειγμα 为宾语补足语)。

  3. 6.105ἄπειρος οὖν ἐστιν οὐ τῷ εἶναι, ἀλλὰ τῷ ἀεὶ γίνεσθαι ταὐτὴν καὶ ἀδιάκοπον

    τῷ εἶναι 与 τῷ ἀεὶ γίνεσθαι 是表示方面(或原因)的与格。形容词 ἄπειρος(作为双性形容词指代阴性名词 κίνησις)作表语,而 ταὐτὴν καὶ ἀδιάκοπον 则作为不定式 γίνεσθαι 的宾格表语,与隐伏的主词(κίνησιν)相一致。

  4. 6.106φθαρτοῦ ὄντος τοῦ κατ’ εὐθεῖαν κινουμένου

    属格独立结构,表原因(“因为作直线运动之物是可毁灭的”)。它为前分句 οὔτε ἓν καὶ τὸ αὐτὸ ἐνδέχεται... 中所述的不可能性提供了本体论上的依据。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:819.31-821.11