← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§814.10-816.13

无限动体穿越的不可能性与静止的成立条件

斐洛波诺斯注解《物理学》第6卷第7至8章,论证了无限运动之物不可能穿过有限距离,进而阐明静止的过程(停止)及静止本身仅发生于时间中而非不可分的“现在”中,因此正如运动一样,停止并不存在最初的部分。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.71

Νῦν τὸν χρόνον πεπερασμένον φυλάττει, τὸ δὲ κινούμενον ἄπειρον, τὴν δὲ κίνησιν πεπερασμένην. καί φησιν· εἰ δέδεικται ὅτι τὸ κινούμενον πεπερασμένον οὐ δίεισιν ἄπειρον κίνησιν ἐν πεπερασμένῳ χρόνῳ, ἀνάγκη καὶ ἀντιστρέφειν, τὸ μηδέτερον ἄπειρον τὴν πεπερασμένην κινεῖσθαι ἐν πεπερασμένῳ.1 ὑποκείσθω γὰρ ἡ αδ ἄπειρος, ἐφ’ ἧς δὲ β πεπερασμένης· κινουμένου τοῦ ἀπείρου διὰ τῆς πεπερασμένης ἀεί τι μόριον ἐφέξει τῆς ἀπείρου καὶ ἀεὶ ἄλλο καὶ ἄλλο· συμβήσεται τὴν πεπερασμένην διὰ τῆς ἀπείρου διιέναι (τὸ γὰρ ἄπειρον οὐ κινεῖται τὸν πάντα τόπον κατειληφός), καὶ ἅτε ἡ πεπερασμένη διὰ πάντων τῶν μορίων τῆς ἀπείρου δίεισιν, ὅπερ ἀδύνατον, συναποδείκνυται καὶ τὸ τὴν ἄπειρον διιέναι τὴν πεπερασμένην ἀδύνατον.

现在他保持时间有限,运动之物无限,而运动有限。他说:如果已经表明有限的运动之物不会在有限的时间中穿过无限的运动,那么必然也要转换,即两者都不可能在作为无限时于有限的时间中运动过有限的[运动]。因为假设ΑΔ是无限的,其在其上运动的Β是有限的;当无限之物穿过有限之物运动时,无限之物的某个部分将始终覆盖[有限之物],且总是另一个又另一个;这将导致有限之物穿过无限之物通过(因为无限之物占据了所有的处所而不运动),并且既然有限之物穿过无限之物的所有部分通过(这是不可能的),因而也就共同证明了无限之物穿过有限之物也是不可能的。

§6.72

"Τούτου δ’ ἀποδεδειγμένου." Τὸ μὲν ἠρεμιζόμενον, φησίν, ἐν χρόνῳ ἵσταται καὶ οὐκ ἐν τῷ νῦν· εἰ γὰρ τὸ ἵστασθαι κινεῖσθαί ἐστι, τὸ δὲ κινεῖσθαι πᾶν ἐν χρόνῳ, τὸ ἄρα ἵστασθαι πᾶν ἐν χρόνῳ.

“而在这个已被证明之后。” 他说,正在静止下来的事物是在时间中停止,而不是在“现在”中;因为如果停止是运动,而所有的运动都在时间中,那么所有的停止因此也都在时间中。

§6.73

"Ἔτι δὲ τὸ θᾶττον καὶ βραδύτερον." Ὁ συλλογισμὸς οὕτως· ἵστασθαί ἐστι θᾶττον καὶ βραδύτερον, πᾶν θᾶττον καὶ βραδύτερον ἐν χρόνῳ, τὸ ἵστασθαι ἄρα ἐν χρόνῳ. ἢ οὕτως· ἐν ᾧ τὸ θᾶττον καὶ βραδύτερον, τοῦτο ἐν χρόνῳ, ἐν δὲ τῷ ἵστασθαι τὸ θᾶττον καὶ βραδύτερόν ἐστι, τοῦτο ἄρα ἐν χρόνῳ.

“而且较快与较慢。” 其推论如下:停止存在着较快与较慢;凡是较快与较慢的都在时间中;因此停止是在时间中。或者如下:较快与较慢所属于的事物是在时间中;停止中具有较快与较慢;因此这物是在时间中。

§6.74

Ἐν ᾧ πρώτῳ χρόνῳ τὸ ἱστάμενον ἠρεμίζεται, ἐν παντὶ μέρει αὐτοῦ ἵσταται. — Τὸ ἐν μορίῳ τινὶ τοῦ χρόνου· ὥστε οὐ καθ’ αὑτό, ἀλλὰ κατ’ ἄλλο.

在停止着的事物静止下来的最初时间中,它在时间的每一个部分中停止。——“在时间的某个部分中”:因此不是就自身而言,而是依他者而言。

§6.75

"Ὥσπερ δὲ τὸ κινούμενον." Ἐπὶ τοῦ κινεῖσθαι οὐκ ἦν τι πρῶτον κινεῖσθαι, διὰ τὸ πᾶσαν μὲν κίνησιν ἐν χρόνῳ γίνεσθαι, τοῦ δὲ χρόνου μὴ εἶναι ἐλάχιστον μόριον τῷ εἰς ἄπειρα εἶναι διαιρετόν. οὕτως οὐδὲ τοῦ ἵστασθαί ἐστι τὸ πρῶτον, τουτέστι τοῦ ἠρεμίζεσθαι· εἰ γὰρ τὸ ἵστασθαι κινεῖσθαί ἐστι, τοῦ δὲ κινεῖσθαι οὐκ ἔστι τὸ πρῶτον, οὐδ’ ἄρα τοῦ ἵστασθαι.

“正如运动之物一样。” 在运动的情形中,并不存在运动的最初者,因为一切运动都在时间中产生,而时间因可无限分割而没有最小的部分。同样地,停止也不存在最初者,即正在静止下来并不存在最初者;因为如果停止是运动,而运动不存在最初者,那么停止因此也不存在最初者。

§6.76

Εἰ γὰρ ἦν ἐν τῷ ἀμερεῖ κίνησις, ἐπειδὴ ἐν πάσῃ κινήσει ἀπειράκις ἐστὶ τὸ κεκινῆσθαι, ἦν ἄν τι τοῦ ἀμεροῦς ἐν ᾧ τὸ κεκινῆσθαι ἦν· εἰ δὲ τοῦτο, οὐκέτι ἦν ἀμερές, ἀλλὰ μεριστόν.

因为如果在不可分之物中存在运动,那么既然在一切运动中无限次地存在着“已经运动过”,不可分之物中就会有存在着“已经运动过”的某个部分;如果这样,它就不再是不可分的,而是可分的了。

§6.77

Εἰ γὰρ ἔνθα κίνησις, ἐκεῖ καὶ ἠρεμία, ἐν δὲ τῷ νῦν οὐκ ἔστι κίνησις ἀλλ’ ἐν χρόνῳ, ἐν χρόνῳ ἄρα καὶ ἠρεμία.

因为如果在哪里有运动,哪里也就有静止,而在“现在”中没有运动而是在时间中,因此在时间中也就有静止。

§6.78

"Ὡς οὐχ ἑνί τινι." Διὰ τοῦτο λέγομεν τὸ ἠρεμεῖν τὸ ὁμοίως ἔχειν νῦν καὶ πρότερον, ὡς μὴ οὔσης τῆς ἠρεμίας ἐν ἑνὶ καὶ ἀμερεῖ2 ἀλλ’ ἐν δύο ἐλαχίστοις, τουτέστι πέρασιν (ἐλάχιστον γὰρ τὸ πέρας τῶν ἐν τῷ μεγέθει), δύο δὲ περάτων ἀνάγκη χρόνον εἶναι μεταξύ.

“如同不在某个单一之物中。” 因此我们说,静止是“现在”与此前同样地处于某种状态,犹如静止并非在单一且不可分之物中,而是在两个最小之物中,即在极限中(因为极限是量度中诸物里最小者);而在两个极限之间必然存在着时间。

§6.79

Οὐ δύναται γὰρ κατά τι μέρος τοῦ μεταξὺ χρόνου ἔν τινι εἴδει τῷ αὐτῷ εἶναι· ἠρεμοίη γὰρ ἄν, οὐ μεταβάλλοι· ἡ γὰρ μεταβολὴ ἔκ τινος εἴς τι, ἡ δὲ ἠρεμία ἐν τῷ αὐτῷ.

因为它不可能在中间时间的任何部分中处于同一形式中;因为[若如此]它就会是静止的,而不是在变化的;因为变化是从某物到某物,而静止则是在同一物中。

§6.80

"Ἐν ᾧ χρόνῳ κινεῖται." Εἰ κινεῖται ἐν χρόνῳ καθ’ αὑτό, οὐκ 〈ἐν〉 πᾶσι τοῖς μέρεσι κινεῖται,3 ὥς φαμεν τὴν ἔκλειψιν ἐν τῇ πρώτῃ ὥρᾳ τυχὸν γενέσθαι, διότι ἐν πάσῃ τῇ ὥρᾳ διηνύσθη, ὅταν δὲ εἴπωμεν ὅτι γέγονεν ἐν τῇδε τῇ ὥρᾳ ἔκλειψις, τὸ ἔν τινι μέρει τῆς ἡμέρας γενέσθαι. ἀδύνατον δὲ κατά τι τῶν μορίων τοῦ χρόνου, ἐν ᾧ καθ’ αὑτὸ κινεῖται, ὡς ἔν τινι εἶναι τῷ αὐτῷ.

“在其运动的时间中。” 如果它就自身而言在时间中运动,并不是不在所有部分中运动,正如我们说日食或许发生在第一小时中,是因为它在整个一小时中完成,而当我们说日食发生在这个小时中时,是指发生在一天的某个部分中。但是在它就自身而言运动的时间的任何部分中,都不可能如同处于同一物中那样。

§6.81

Μεταξὺ γὰρ δύο νῦν χρόνος περιέχεται, καὶ τὸ αὐτὸ ἐν τῷ αὐτῷ εἴδει ὑπάρχει.

因为在两个“现在”之间包含着时间,且同一事物在同一形式中存在。

§6.82

Εἰ τὸ ἐν ἄλλῳ καὶ ἄλλῳ νῦν ἐν τῷ αὐτῷ εἶναι καὶ τὸ ὅλον καὶ τὰ μέρη, τοῦτό ἐστιν ἠρεμεῖν, ἀδύνατον τὸ μεταβάλλον κατά τινα χρόνον ὅλον εἶναι ἐν τῷ αὐτῷ εἴδει (μέρος γὰρ δύναται, εἰ κατὰ μόρια ἡ μεταβολή)· εἰ γὰρ ὅλον εἴη κατά τινα χρόνον ἐν τῷ αὐτῷ εἴδει, ἐν ἄλλῳ καὶ ἄλλῳ νῦν ἔσται τὸ αὐτὸ ὑπάρχον, τοῦτο δέ ἐστιν ἠρέμησις. πρῶτον δὲ χρόνον φησὶν ἐν ᾧ καθ’ αὑτὸ κινεῖται.

如果在不同的“现在”中无论整体还是诸部分都处于同一物中就是静止,那么正在变化之物在某个时间中整体处于同一形式中是不可能的(如果依部分而变化,部分则是可能的);因为如果在某个时间中整体处于同一形式中,它就会在不同的“现在”中作为同一者存在,而这就是静止。他所说的“最初时间”,是指在其中它就自身而言运动的时间。

语法注3 条
  1. 6.71τὸ μηδέτερον ἄπειρον τὴν πεπερασμένην κινεῖσθαι ἐν πεπερασμένῳ

    宾格短语 μηδέτερον ἄπειρον(“两者中无论是哪一者作为无限”)作不定式 κινεῖσθαι 的逻辑主语,τὴν πεπερασμένην 则作为运动通过的内宾格(“运动过有限的[距离/运动]”)。整个带冠词不定式从句作为 ἀνάγκη καὶ ἀντιστρέφειν 的同位语起解释作用。

  2. 6.78ὡς μὴ οὔσης τῆς ἠρεμίας ἐν ἑνὶ καὶ ἀμερεῖ

    这是由 ὡς 引导的属格绝对结构(ὡς μὴ οὔσης τῆς ἠρεμίας),表示主观认识或理由:“作为静止并非存在于单一且不可分的事物中”。

  3. 6.80οὐκ 〈ἐν〉 πᾶσι τοῖς μέρεσι κινεῖται

    包含校勘者所补入的前置词 ἐν,否定词 οὐκ 统辖整个短语。结合后文日食的类比(在整个第一小时中完成与在一天中某个部分发生之对比),此处说明“就自身而言”在某时间中运动并非不在其全部部分中运动,而是强调贯穿整个时间部分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:814.10-816.13