- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:812.4-814.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺逐节注释了关于生成与毁灭之先行状态的界定(237b11–13)、圆周运动的无限性(237b25)、在有限时间内不可能穿过无限量度的证明(237b30–238a27),以及运动之物、时间与运动的八种组合关系(238a35)。
" Οὐ μέντοι αἰεὶ ὃ γίνεται." Οὐκ αὐτὸ ὃ γίνεται ἤδη γέγονεν, ἀλλ’ ἁπλῶς ὅτι τοῦ γίνεσθαι προηγεῖται τὸ γεγονέναι, ἀλλ’ οὐχ ὃ γίνεται, ἀλλ’ ἐνίοτε ἄλλο τι, οἷον ὁ γινόμενος ἄνθρωπος πρότερον γέγονεν ἔμβρυον, καὶ ἡ γινομένη οἰκία πρότερον γέγονε θεμέλιος, τῷ δὲ μέρος τι εἶναι τὸν θεμέλιον τῆς οἰκίας1 λέγεται ἐκεῖνο γεγονέναι, οἷον ἡ γινομένη οἰκία πρότερον θεμέλιος. τὸ δὲ ἐνίοτε, ὅτι ἐπί τινων ἐκεῖνο γίνεται ὃ γέγονεν ἤδη, οἷον ἐπὶ τῶν ὁμοιομερῶν τῶν κατὰ αὔξησιν γινομένων· οὐδὲ γὰρ εἰ γίνοιτο σάρξ, πρότερον ἀνάγκη σάρκα γεγονέναι, ἀλλ’ αἷμα τυχὸν ἤ τι τοιοῦτον· ἀλλ’ ἐπειδὴ καὶ ἐπὶ τῶν αὐξανομένων γένεσίς τίς ἐστιν, οἷον ἐπὶ σαρκός (γίνεται γάρ τις σὰρξ ἐν τῷ αὐξανομένῳ), διὰ τοῦτό φαμεν τὴν γινομένην σάρκα ὅλην τὴν αὐξανομένην λαμβάνειν.
“然而并非总是正在生成之物。” 并不是正在生成之物本身已经生成完毕,而仅仅是在正在生成之前存在着已经生成完毕,但并非生成着的那物本身,而是有时是别的某物;例如,正在生成的人此前已经生成为胚胎;正在生成的房屋此前已经生成为地基;并且由于地基是房屋的一部分,那物便被说成已经生成完毕,例如正在生成的房屋此前是地基。而说“有时”,是因为在某些事物上,那已经生成完毕的正是正在生成之物,例如在那些依增广而生成的同质部分事物上;因为即使肉生成,也不必然在此前肉已经生成完毕,而可能是血或诸如此类的东西;但是既然在增广之物上也存在着某种生成,例如在肉上(因为在增广之物中有某种肉生成),因此我们说,他是把增广着的全部肉当作正在生成的肉来取的。
Καὶ τὸ φθειρόμενον πρότερον ἔφθαρται, ἀλλ’ οὐχ ὃ φθείρεται, ἀλλ’ ἕτερόν τι, οἷον τὴν τοιάνδε συμμετρίαν τῆς κράσεως τῶν στοιχείων· τῷ γὰρ τὸ φθειρόμενον συνεχὲς εἶναι καὶ τὴν φθορὰν ἐν συνεχεῖ χρόνῳ γίνεσθαι, καὶ τὸ ἄπειρον πάλιν γενήσεται κατὰ τὴν διαίρεσιν.
正在毁灭之物也是此前已经毁灭完毕,但并不是正在毁灭的它本身,而是别的某物,例如元素混合的某种均衡;因为由于正在毁灭之物是连续的,且毁灭发生在连续的时间中,依分割无限便会再次产生。
Τὴν γὰρ κατὰ κύκλον κίνησιν ἐν πεπερασμένῳ μεγέθει δυνατὸν ἀεὶ κινεῖσθαι ἐν τῷ ἀπείρῳ χρόνῳ ἀνακυκλοῦντα, οἷά ἐστι τὰ οὐράνια.
因为在有限量度中的圆周运动,通过循环旋转,可能在无限时间中始终运动,如天体那样。
Ποσὸν μὲν ἕκαστον, οἷον εἰ εἴη πηχυαῖον καὶ ἀποτέμω τι μόριον, ἔσται τυχὸν δακτυλιαῖον, ποσάκις δέ, οἷον τοῦ ὅλου κατατμηθέντος εἰς κδʹ δακτυλιαῖα μόρια, ὥστε τετράκις καὶ εἰκοσάκις ἅπαντά εἰσιν.
每一部分为某种量,例如若它是一肘长而我切下一部分,它可能是一指宽;而“若干倍”,例如整个量度被切分为24个一指宽的部分,从而全部加起来是二十四倍。
"Τοῦτο δὲ δῆλον." Ἢ τὸ κινούμενον ἢ μέγεθος ἐφ’ οὗ κινεῖται. τοῦτο οὖν ἕτερον μέν τι αὐτοῦ μόριον ἐν τῷ προτέρῳ μορίῳ τοῦ χρόνου κινεῖται, ἕτερον δὲ ἐν τῷ ὑστέρῳ.
“而这是显然的。” 要么是运动的事物,要么是它在其上运动的量度。因此对于这个事物:它的一个部分在较早的时间部分中运动,而另一个部分在较晚的部分中[运动]。
"Αἰεὶ γὰρ ἐν τῷ πλείονι." Οἷον εἰ κεκίνηται ἐν μιᾷ ὥρᾳ πηχυαῖον διάστημα, ἐν ταῖς δυσὶ διπλάσιον κινηθήσεται, ὥστε τὸν ἕτερον πῆχυν ἐν τῇ πλείονι κεκίνηται· τὸ ἄρα πρότερον ἐν τῷ προτέρῳ χρόνῳ, καὶ τὸ ὕστερον ἐν τῷ ὑστέρῳ χρόνῳ κεκίνηται.
“因为总是在较多的[时间]中。” 例如,如果在1小时中运动了一肘的距离,在2小时中它将运动两倍的距离,从而在较多的时间中运动了另一肘;因此较早的部分在较早的时间中运动,较晚的部分在较晚的时间中运动。
Τὸ μένῃ, ὅτι ἐὰν μείνῃ ἐν τῷ αὐτῷ ποιῷ τῆς κινήσεως μήτε ἀνιεμένης μήτε ἐπιτεινομένης. ἐξηγητικὰ δέ ἐστι τὸ μὲν ἐάν τε ἐπιτείνῃ τοῦ ἀνισοταχῶς κινουμένου, τὸ δὲ ἐὰν μείνῃ τοῦ ἰσοταχῶς.
“若保持”,意即如果它保持在运动的同一种品质中,既不减缓也不加速。“无论加速”是对不等速运动之物的解释,而“若保持”是对等速[运动之物]的解释。
Πλήθει μὲν ἴσα τυχὸν εἶεν, μεγέθει δὲ ἕκαστόν ἐστι δακτυλιαῖον. ἐπειδὴ οὖν ὥρισται ἑκάστου τὸ μέγεθος, πᾶσα ἀνάγκη ὑπό τινος ἑνὸς αὐτὰ καταμετρεῖσθαι, τὰ μὲν ἴσα ὑφ’ ἑνὸς αὐτῶν τοῦ τυχόντος, τὰ δὲ ἄνισα ὑπὸ τοῦ ἐλαχίστου.
在数目上它们也许相等,在量度上每一个都是一指宽。因此,既然每一个的量度是确定的,它们必然被某一个单一的事物完全度量:相等者被它们之中任意的一个度量,不等者被最小者度量。
Δηλονότι τοῦ χρόνου μέρους ληφθέντος.
显然是因为选取了时间的一个部分。
Τῶν μορίων τοῦ μεγέθους.
指量度的诸部分。
Τουτέστι τοῦ χρόνου κατατεμνομένου, ἔτι δὲ καὶ ἐκ τοῦ ἀπείρου μεγέθους ἀφαιρουμένων ἀεὶ μορίων, ἅπερ κινεῖται κατὰ τὰ τοῦ χρόνου μόρια, ὁ μὲν χρόνος ἐν τῇ τομῇ καταδαπανᾶται πεπερασμένος γε ὤν, τὸ μέντοι μέγεθος ἄπειρον ὂν 〈οὐ〉 καταδαπανᾶται ἐν τῇ τομῇ,2 ἐπειδὴ τὰ ἀφαιρούμενα μόρια καὶ τῷ πλήθει πεπερασμένα ἐστίν (ἰσάριθμα γὰρ τοῖς τοῦ χρόνου μορίοις) καὶ τῷ μεγέθει (ἕκαστον γὰρ πεπέρανται, ἐπειδὴ μὴ δυνατὸν ἐν τῷ μορίῳ τοῦ χρόνου ἄπειρόν τι κινεῖσθαι· ἐν γὰρ τῷ ὅλῳ τὸ ἄπειρον ἐκινεῖτο)· εἰ δὲ τοῦτο, οὐκ ἄρα τὸ ἄπειρον ἐν πεπερασμένῳ δίεισιν, ἀλλὰ πεπερασμένον ὅσον συνετμήθη τοῖς τοῦ χρόνου μορίοις.
也就是说,当时间被切分,并且从无限的量度中不断扣除依时间之各部分而运动过的诸部分时,时间在分割中由于是有限的而消耗殆尽,然而量度由于是无限的而在分割中不会消耗殆尽;因为扣除的诸部分在数目上是有限的(因为与时间的诸部分等数),在量度上也是[有限的](因为每一部分是有限的,因为在时间的一部分中不可能运动过某种无限之物;因为无限之物是在全部时间中被运动过的);如果这样,那么在有限的时间中穿过的便不是无限之物,而是与时间的诸部分相应切分出的有限之物。
"Ὥστε ἐν τῷ παντὶ πεπερασμένον." Νῦν περὶ τοῦ κινουμένου λέγει. καὶ τοῦτο ἢ ἄπειρον ἢ πεπερασμένον. γίνονται οὖν ἐκ τοῦ κινουμένου καὶ τῆς κινήσεως καὶ τοῦ χρόνου συμπλοκαὶ ηʹ. εἰ γὰρ πεπερασμένον εἴη τὸ κινούμενον, καὶ ὁ χρόνος καὶ ἡ κίνησις πεπερασμένα ἐστίν, ἢ ἀμφότερα ἄπειρα, ἢ τὸ μὲν πεπερασμένον τὸ δὲ ἄπειρον, καὶ τοῦτο διχῶς, ἢ ὁ μὲν χρόνος πεπερασμένος ἄπειρος δὲ ἡ κίνησις, ἢ ἔμπαλιν· ὥστε δʹ συμπλοκαί· ἐὰν δὲ εἴη τὸ κινούμενον ἄπειρον, ἄλλαι δʹ συμπλοκαὶ γίνονται.
“因此在全部时间中有限之物。” 现在他谈论运动之物。而这要么是无限的,要么是有限的。因此由运动之物、运动和时间构成了8种组合。因为如果运动之物是有限的,那么时间和运动都是有限的,或者两者都是无限的,或者一者有限另一者无限(而这有两种情况:要么时间有限而运动无限,要么相反),从而有4种组合;如果运动之物是无限的,则产生另外4种组合。
- 6.59τῷ δὲ μέρος τι εἶναι τὸν θεμέλιον τῆς οἰκίας
带冠词不定式的与格(τῷ ... εἶναι)表示原因(“由于地基是房屋的一部分”)。宾格 τὸν θεμέλιον 是不定式 εἶναι 的逻辑主语,μέρος τι 作表语名词。
- 6.69τὸ μέντοι μέγεθος ἄπειρον ὂν 〈οὐ〉 καταδαπανᾶται ἐν τῇ τομῇ
基于句中的对比结构(ὁ μὲν χρόνος ... καταδαπανᾶται ..., τὸ μέντοι μέγεθος ... 〈οὐ〉 καταδαπανᾶται),此处的否定词 οὐ 的增补是确立的。这构成了论证的核心:有限的时间(πεπερασμένος γε ὤν)在分割中会被消耗殆尽,而无限的量度(ἄπειρον ὄν)则不会被消耗殆尽。
