← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§810.14-812.3

正在变化与已变化之间的相互在先

斐洛庞奴斯注疏亚里士多德关于“在已变化之前必在变化,在变化之前必已变化”这一相互在先的论题,依据时间的分割与“现在”的本性,以及相反者和矛盾对立中的变化来予以阐释,并指出了接触与点等不经生成过程而发生的不可分特例。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.52

" Εἰ γὰρ ἐν τῷ χρ τὸ κλ." Τὸ κλ· ἢ τὸ κινούμενον αὐτὸ αὐτὸ λαμβάνει, ἢ ἐφ’ οὗ κινεῖται μεγέθους.

“因为如果在时间ΧΡ中,ΚΛ。” 关于ΚΛ:他要么取为运动的事物本身,要么取为它在其上运动的量度。

§6.53

"Ἔτι δὲ εἰ ἐν τῷ παντί." Εἰ κεκινῆσθαί τι λέγομεν ἐν παντὶ ᾡτινιοῦν χρόνῳ τῷ γενέσθαι τὸ κινούμενον ἐν τῷ πέρατι αὐτοῦ,1 ὅπερ ἐστὶ τὸ νῦν, ἐπειδὴ ἐν παντὶ χρόνῳ ἄπειρα τὰ νῦν, ἐν ἑκάστῳ νῦν γινομένου τοῦ κινουμένου κεκινημένον ἔσται. καὶ ὅτι μὲν οὐ δυνατὸν ἐχόμενα ἀλλήλων εἶναι, δέδεικται, πῶς δὲ δύο νῦν ἀνάγκη μεταξὺ εἶναι χρόνον· οὐκοῦν εἰ ἐν ἑκάστῳ νῦν κεκίνηται, τῶν δὲ νῦν μεταξὺ χρόνος, ἡ δὲ κίνησις ἐν χρόνῳ, πρὸ τοῦ κινεῖσθαι ἄρα ἐστὶ τὸ κεκινῆσθαι. τοῦ δὲ χρόνου ἐπ’ ἄπειρον τεμνομένου ἀπειράκις τὸ αὐτὸ ἔσται.

“此外,如果在整个……中。” 如果我们说某物在任何时间中运动完毕,是由于运动之物到达了该时间的极限(即“现在”),那么既然在任何时间中“现在”都是无限的,随着运动之物到达每一个“现在”,它都将是已经运动完毕的。并且,它们之间不可能互相紧邻已被证明,两个“现在”之间如何必然存在时间也已被证明。因此,如果在每一个“现在”中它都已经运动完毕,而在诸“现在”之间存在时间,且运动是在时间中的,那么在正在运动之前便存在着已经运动完毕。随着时间被无限分割,同样的事情将发生无限次。

§6.54

Πᾶσα διαίρεσις χρόνου κατὰ τὸ νῦν γίνεται· ὥσπερ 〈γὰρ〉 τοῦ ὅλου ἔσχατον τὸ πέρας, ὅπερ ἐστὶ νῦν, οὕτως καὶ τοῦ ἡμίσεως ἔσχατον τὸ κατὰ τὴν τομὴν νῦν. ὥστε εἰ καὶ ἐν τούτῳ κεκίνηται, κινεῖται δὲ τὸ ἄλλο ἥμισυ τοῦ χρόνου ἵνα εἰς τὸ πέρας ἀφίκηται, πρὸ τοῦ κινεῖσθαι ἄρα κεκινημένον ἔσται ἐν τῷ ἡμίσει. ὅπερ δὲ ἐπὶ τοῦ ἡμίσεως, τοῦτο καὶ ἐπὶ παντὸς μορίου συμβαίνειν ἀνάγκη. λαμβανομένης 〈γὰρ〉 τῆς τομῆς, ὑπό τε τοῦ κατὰ τὴν τομὴν νῦν καὶ τοῦ κατὰ τὸ πέρας, ἢ τοῦ παντὸς ἢ τῆς ἄλλης τομῆς, χρόνος ὑπὸ τῶν δύο νῦν ἐξ ἀνάγκης περιέχεται,2 ἐν ᾧ δεῖ κινεῖσθαι κεκινημένον ἤδη ἐν τῷ νῦν τῷ κατὰ τὴν τομήν.

时间的一切分割都是依据“现在”发生的;因为正如极限作为整体的终点是一个“现在”,同样分割点处的“现在”也是一半的终点。因此,如果在这[分割点处的“现在”]中它也已经运动完毕,而在时间的另一半中它正在运动以便到达极限,那么在正在运动之前,它在这一半中就将是已经运动完毕的。而在这一半上的情况,也必然发生在任何部分上。因为当分割被选取时,通过分割点处的“现在”和极限处——无论是整体的极限还是另一次分割的极限——的“现在”,一段被这两个“现在”所包夹的时间必然被包含在内,既然事物在分割点处的“现在”已经运动完毕,它就必须在该[包夹的]时间内正在运动。

§6.55

"Ἔτι δ’ εἰ τὸ συνεχῶς." Εἰ ληφθείη τι κατὰ συνεχὲς μεταβάλλον ἔν τινι χρόνῳ, οἷον ἐν ἡμέρᾳ, ἀνάγκη ἐν παντὶ ᾡτινιοῦν τῆς ἡμέρας ἢ μεταβάλλειν ἢ μεταβεβληκέναι· ἀλλὰ μὴν μεταβάλλειν ἀδύνατον (ἐν γὰρ τῷ νῦν οὔτε μεταβολὴ οὔτε ἠρεμία γίνεται)· ἀνάγκη ἄρα μεταβεβληκέναι. ὥστε εἰ ἐν τῇ συνεχεῖ μεταβολῇ ἄπειρα τὰ νῦν, τὸ μεταβάλλον ἄπειρα ἔσται μεταβεβληκός.3 καλῶς δὲ προσέθηκεν τὸ μὴ φθαρὲν μηδὲ πεπαυμένον, ἵνα ἄμεσος ᾖ ἡ ἀντίθεσις τοῦ μεταβάλλειν ἢ μεταβεβληκέναι. εἰ γὰρ πεπαυμένον εἴη τῆς μεταβολῆς, οὐκέτι ἀνάγκη ἐν ὁτῳοῦν ἁπλῶς ἢ μεταβάλλειν ἢ μεταβεβληκέναι· ἐκ γὰρ τοῦ νῦν ἔνθα πέπαυται λοιπὸν ἠρεμεῖ ἀπ’ ἐκείνου εἰς τὰ μετὰ ταῦτα νῦν, εἰ καὶ ἐν ἐκείνῳ μεταβέβληκεν. ὁμοίως ἔχει καὶ ἐπὶ τοῦ ἐφθαρμένου.

“此外,如果连续地……之物。” 如果选取了某物在某个时间内(例如在一日之内)连续地变化,那么在这一日的无论哪一个[时刻],它必然要么正在变化,要么已经变化完毕;然而正在变化是不可能的(因为在“现在”中既不发生变化也不发生静止);因此,已经变化完毕是必然的。从而,如果连续的变化中“现在”是无限的,那么正在变化之物就将是无限次地已经变化完毕的。而他恰当地补充了“未毁灭也未停息”,以便使正在变化与已经变化完毕之间的对立是没有中介的。因为如果它已经停止了变化,就再也没有必然性在任何时刻都无条件地要么正在变化要么已经变化完毕;因为从它停息的那个“现在”起,往后在随后的诸“现在”中它便始终静止,即使在那个[最初的]“现在”它已经变化完毕。对于已经毁灭之物,情况也是相似的。

§6.56

Ἀνάγκη οὖν κινηθῆναι τὸν μεταξὺ χρόνον, ἵνα γένηται ἐν τῷ β̄ ἐν ᾧ μεταβέβληκεν· πρὸ τοῦ μεταβεβληκέναι ἄρα ἐστὶ τὸ μεταβάλλειν. ἐπεὶ οὖν διαιρετός ἐστιν ὁ χρόνος, ἀνάγκη ἐν τῷ ἡμίσει αὐτοῦ ἄλλο εἶναι μεταβεβληκός. καὶ τοῦτο ἐπ’ ἄπειρον.

因此,必然要经历中间的时间运动,以便到达在其中它已经变化完毕的Β;因此,在已经变化完毕之前存在着正在变化。既然时间是可分的,那么在它的一半之中必然存在着另一种已经变化完毕的状态。并且这以此类推至无限。

§6.57

"Ἐναντίοις." Ἐναντία μὲν λευκὸν καὶ μέλαν, ἀντίφασις δὲ γένεσις καὶ φθορά (ἡ μὲν γὰρ τὸ εἶναι σημαίνει, ἡ δὲ τὸ μὴ εἶναι)· ταῦτα γὰρ καθ’ αὑτὰ μὲν ἀδιαίρετα, κατὰ συμβεβηκὸς δὲ διαιρετὰ τῷ ἐν διαιρετοῖς εἶναι. δείκνυμεν οὖν καὶ ἐπὶ τούτων πρὸ τοῦ μεταβεβληκέναι τὸ μεταβάλλειν καὶ ἔμπαλιν, οὐκ ἐξ αὐτῶν τῶν εἰδῶν καθ’ ἃ ἡ μεταβολή (ταῦτα γὰρ καθ’ αὑτὰ ἀδιαίρετα), ἀλλ’ ἐκ τοῦ χρόνου καθ’ ὃν μεταβάλλει. ἐπειδὴ γὰρ ἐν χρόνῳ ἀνάγκη τὴν μεταβολὴν γίνεσθαι, ἐν δὲ τῷ χρόνῳ ἄπειρα τὰ νῦν, ἐν ἑκάστῳ δὲ τῶν τοῦ χρόνου ἢ μεταβάλλειν ἢ μεταβεβληκέναι ἀνάγκη, μεταβάλλειν δὲ ἐν τοῖς νῦν οὐκ ἐνδέχεται, μεταβέβληκεν ἄρα· χρόνου δὲ ὄντος μεταξὺ τῶν νῦν καὶ συνεχοῦς οὔσης τῆς μεταβολῆς, ἀνάγκη ἐν τῷ μεταξὺ χρόνῳ μεταβάλλειν· ὥστε καὶ πρὸ τοῦ μεταβάλλειν ἐστὶ τὸ μεταβεβληκέναι καὶ πρὸ τούτου τὸ μεταβάλλειν.

“在对立者中。” 对立者如白与黑,矛盾对立如生成与毁灭(因为前者指示存在,后者指示不存在);因为这些事物就其自身而言是不可分的,但在偶性上由于处在可分之物中而是可分的。因此,我们在这些事物上也证明了在已经变化完毕之前存在着正在变化,反之亦然;但并不是从变化依之发生的形式本身来证明的(因为这些形式就其自身而言是不可分的),而是从变化在其间发生的时间来证明的。因为既然变化必然在时间中发生,而在时间中“现在”是无限的,且在时间的每一个[瞬间]中必然要么正在变化要么已经变化完毕,而在诸“现在”中正在变化是不可能的,因此它是已经变化完毕的;又由于在诸“现在”之间存在时间且变化是连续的,所以必然在中间的时间内正在变化;因此,既在正在变化之前存在着已经变化完毕,在这之前又存在着正在变化。

§6.58

"Ὅσα διαιρετά." Τοῦτο εἶπεν διὰ τὰς ἁφὰς καὶ τὰ νῦν καὶ τὰ σημεῖα καὶ τὰς ὁράσεις, ἅτινα ἄνευ γενέσεως γίνεται.

“凡是可分之物。” 他说这话是因为接触、诸“现在”、点以及视觉活动,这些东西都是没有生成过程而发生的。

语法注3 条
  1. 6.53τῷ γενέσθαι τὸ κινούμενον ἐν τῷ πέρατι αὐτοῦ

    带冠词的不定式与格 τῷ γενέσθαι 表示方式或原因,构成主句 κεκινῆσθαί τι λέγομεν(“我们说某物已经运动完毕”)的依据。宾格 τὸ κινούμενον 作该不定式的逻辑主语,αὐτοῦ 则指代句首的 παντὶ ᾡτινιοῦν χρόνῳ。

  2. 6.54ὑπό τε τοῦ κατὰ τὴν τομὴν νῦν καὶ τοῦ κατὰ τὸ πέρας, ἢ τοῦ παντὸς ἢ τῆς ἄλλης τομῆς, χρόνος ὑπὸ τῶν δύο νῦν ἐξ ἀνάγκης περιέχεται

    此句呈现倒置与跨置结构(hyperbaton):介词短语 ὑπό τε τοῦ... καὶ τοῦ... 置于被动动词 περιέχεται 之前,中间插入限定短语 ἢ τοῦ παντὸς ἢ τῆς ἄλλης τομῆς(“无论是整体的还是另一次分割的”),随后由 ὑπὸ τῶν δύο νῦν 进行总结性复指。其骨干意义为一段必不可少的时间被这两个“现在”所包夹。

  3. 6.55ἄπειρα ἔσται μεταβεβληκός

    由将来时助动词 ἔσται 与完成时分词 μεταβεβληκός 构成的迂说法将来完成时结构,与中性单数主语 τὸ μεταβάλλον 一致。中性复数宾格 ἄπειρα 作副词性/内面宾格使用,意为“无限次地”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:810.14-812.3