← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§808.20-810.13

变化最初部分的不存在与变化的无限性

针对亚里士多德论证变化的最初不可分时间或最初部分的缺失这一段落(236a5–236b32),斐洛庞努斯注释了生成与毁灭的瞬间、变化中第一时刻的不可能存在、量与性质在可分性上的差异,以及变化中正在变化与变化完毕之间的无限相互在先关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.42

" Φανερὸν οὖν ὅτι καὶ τὸ ἐφθαρμένον." Ὅτι τῷ αὐτῷ λόγῳ δείκνυται 〈ὅτι〉 καὶ τὸ ἐφθαρμένον ἐν ᾧ πρώτῳ ἔφθαρται τὸ ἄτομόν ἐστι, καὶ τὸ γεγονὸς ἐν ᾧ πρώτῳ γέγονεν.

“因此显然,已经毁灭之物也是如此。” [这意味着]通过同样的论据可以证明,已经毁灭之物最初在其中毁灭完毕的东西是不可分的,已经生成之物最初在其中生成完毕的东西也是不可分的。

§6.43

Ζητεῖ εἰ ἔστι τι τοῦ χρόνου ἐν ᾧ πρῶτον μεταβάλλει, καὶ δείκνυσιν ὅτι οὐκ ἔστιν. ἀρχὴ μὲν γὰρ μεταβολῆς ἐστιν αὐτὸ τὸ νῦν ἐν ᾧ παυόμενον τῆς ἠρεμίας ἤρξατο μεταβάλλειν, πρῶτον δέ τι τοῦ χρόνου ἐν ᾧ πρώτως μεταβέβληκεν οὐκ ἔστι· πᾶσα γὰρ μεταβολὴ ἐν χρόνῳ, πᾶς δὲ χρόνος συνεχής, τὸ δὲ συνεχὲς διαιρετὸν εἰς ἀεὶ διαιρετά. — Τὸ αδ1 λαμβάνει τοῦ χρόνου τι ἐν ᾧ πρώτῳ τὸ πρῶτον τῆς μεταβολῆς μόριον ἐποιήσατο, τοῦτο δὲ συνεχὲς τῷ πέρατι τῆς προλαβούσης ἠρεμίας, τὸ δὲ ἀμερές, λέγω δὲ τὸ νῦν, ἐν ᾧ πρώτως ἡ μεταβολὴ γίνεται, αδ̄.

他探讨是否存在一个时间部分,事物在其中最初正在变化,并证明这是不存在的。因为脱离静止而开始变化的“现在”本身虽然是变化的开端,但在其中最初已经变化完毕的某个第一的时间部分却并不存在;因为一切变化都在时间中,一切时间都是连续的,而连续之物总是可分为可分之物的。——他把ΑΔ取为在其中最初造成了变化的第一部分的某个时间部分,并将此部分作为与在先的静止的极限相连续之物,同时他又把在其中变化最初发生的不可分之物,即“现在”,[亦取为]ΑΔ。

§6.44

"Ἐν μὲν γὰρ τῷ α ἠρεμεῖ." Ἐπειδὴ ἀμερὲς ἔλαβεν τὸ αδ, διὰ τοῦτο ἀδιάφορον ἡγεῖται τὸ εἰπεῖν ἐν δὲ τῷ δ· ἀκολουθότερον γὰρ ἦν πρὸς τὸ εὐσύνοπτον τοῦ ἀτόπου εἰπεῖν ἐν δὲ τῷ ᾱ πάλιν μεταβέβληκεν.2

“因为在Α中它是静止的。” 既然他将ΑΔ取为不可分的,因此他认为说“而在Δ中”并无差别;因为为了让荒谬之处易于把握,更具连贯性的说法本应是“然而在Α中又已经变化完毕了”。

§6.45

"Ἐπεὶ δὲ οὐκ ἔστιν ἀμερές." Εἰ γὰρ ἐν ὅλῳ πρώτῳ μεταβέβληκεν, τοῦτο δέ ἐστι μεριστόν, καὶ ἐν πᾶσιν ἄρα τοῖς μέρεσιν αὐτοῦ· εἰ δὲ τοῦτο, ἔσται τι πρώτου πρότερον.

“但既然它不是不可分的。” 因为如果它是在作为最初的整体中变化完毕的,并且这是可分的,那么在它的所有部分中也是[已经变化完毕的];而如果这样,就会存在某种先于最初之物的东西。

§6.46

Εἰ γὰρ ἀνάγκη τοῦτο ἢ μεριστὸν εἶναι ἢ ἀμερές,3 οὔτε δὲ ἀμερὲς δύναται εἶναι διὰ τὸ μὴ δύνασθαι ἀμερὲς ἀμεροῦς ἔχεσθαι, μήτε μεριστὸν διὰ τὸ ἐπ’ ἄπειρον εἶναι διαιρετὸν τὸ συνεχὲς καὶ ταύτῃ μὴ εὑρίσκεσθαι τὸ πρῶτον αὐτοῦ καὶ ἐλάχιστον, ἀνῄρηται ἄρα παντελῶς τὸ ἐν ᾧ πρώτῳ μεταβάλλει.

因为如果这必然要么是可分的,要么是不可分的,而它既不可能因为不可分之物不能与不可分之物紧邻而是不可分的,也不可能因为连续之物无限可分、由此它的第一且最小的部分无法被找到而是可分的,因此事物在其中最初正在变化的那种东西就完全被排除了。

§6.47

"Αὐτὸ δὲ ὃ μεταβάλλει ἢ καθ’ ὅ." Οὐχ ὥσπερ ἐπὶ τοῦ χρόνου καὶ τοῦ πράγματος ἁπλῶς ἐλέγομεν ὅτι καθ’ αὑτὸ οὐκ ἔχουσι τὸ πρῶτον κατὰ τὴν μεταβολήν, οὕτως ἔχει καὶ ἐπὶ τοῦ εἴδους· τὸ μὲν γὰρ πρᾶγμα καὶ ὁ χρόνος καθ’ αὑτὰ ὄντα διαιρετά, διότι καὶ συνεχῆ, καθ’ αὑτὰ οὐκ εἶχον τὸ πρῶτον (ἐπ’ ἄπειρον γὰρ τέμνονται καθ’ αὑτά), τὸ μέντοι εἶδος, καθ’ ὃ γίνεται ἡ μεταβολή, οὐχ ἁπλῶς ἐστι καθ’ αὑτὸ διαιρετόν· τὸ γὰρ ποιὸν κατὰ συμβεβηκὸς γίνεται διαιρετὸν τῷ ἐν διαιρετῷ εἶναι, καὶ διὰ τοῦτο κατὰ συμβεβηκὸς οὐκ ἔχει τὸ πρῶτον καὶ οὐ καθ’ αὑτό, τὸ μέντοι ποσὸν καθ’ αὑτὸ διαιρετὸν ὂν καθ’ αὑτὸ καὶ τὸ πρῶτον οὐκ ἔχει.

“正在变化的事物本身,或者依据它[而变化者]。” 正如我们在时间和事物上不加限定地断言它们在变化中就其自身而言不具有第一部分一样,在形式上情况并非也是如此。因为事物和时间就其自身而言是可分的,由于它们也是连续的,因而就其自身而言不具有第一部分(因为它们就其自身而言被无限分割),然而变化依之发生的形式,却并非不加限定地就其自身而言是可分的;因为性质由于处在可分之物中而是在偶性上成为可分的,并且由于这个缘故是在偶性上不具有第一部分,而非就其自身而言;然而量由于就其自身而言是可分的,就其自身而言也就不具有第一部分。

§6.48

Εἰ καὶ μὴ δυνάμεθα ἁπλῶς εἰπεῖν ἐπὶ πάντων τῶν εἰδῶν ὅτι οὐκ ἔχουσι καθ’ αὑτὰ τὸ πρῶτον, διότι οὐδὲ πάντα καθ’ αὑτά εἰσι διαιρετά, ἀλλ’ οὖν, εἰ δεξόμεθα τὴν κατὰ συμβεβηκὸς διαίρεσιν, δυνατὸν ἐπὶ πάντων ἁπλῶς εἰπεῖν ὅτι πάντα διαιρετά ἐστι, καὶ οὕτω τὸ πρῶτον πάντα οὐκ ἔχουσι,4 δηλονότι τὰ μὲν καθ’ αὑτὰ τὰ δὲ κατὰ συμβεβηκός.

即使我们不能对所有的形式都不加限定地说它们就其自身而言不具有第一部分(因为并非所有的形式就其自身而言都是可分的),但是,如果我们承认偶性上的分割,就有可能对所有事物不加限定地说一切都是可分的,并且这样一来一切都不具有第一部分,显然有些是就其自身而言,有些是在偶性上如此。

§6.49

Τὸ μὲν γὰρ ποσὸν καὶ ὁ τόπος συνεχῆ ὄντα ἐπ’ ἄπειρον ἐστι διαιρετά, μόνον δὲ τὸ ποιὸν ἀδιαίρετόν ἐστι καθ’ αὑτό, κατὰ συμβεβηκὸς δὲ γίνεται διαιρετὸν τῷ ἐν διαιρετῷ εἶναι.

因为量和场所作为连续之物是无限可分的,唯有性质就其自身而言是不可分的,它是由于处在可分之物中而成为在偶性上可分的。

§6.50

Ὅρος· πρῶτον γάρ ἐστι τὸ μὴ καθ’ ἕτερον, ἀλλὰ καθ’ αὑτὸ ἢ δι’ αὑτό.

定义:因为最初的乃是不是依据他物、而是就其自身或通过自身而存在的东西。

§6.51

Βούλεται δεῖξαι ὅτι τὸ μεταβεβληκὸς πᾶν πρὶν μεταβεβληκέναι μετέβαλεν, καὶ πᾶν τὸ μεταβάλλον πρὶν μεταβαλεῖν μεταβεβληκὸς ἦν. ἀλλ’ οὐ τοῦτό φησιν ὅτι τὸ παυσάμενον τοῦ μεταβάλλειν καὶ ὂν μεταβεβληκὸς μετέβαλε πρότερον, οὐδ’ ὅτι τὸ μεταβάλλον πρὶν ἄρξηται μεταβάλλειν μεταβεβληκὸς ἦν, ἀλλ’ ὅτι ἐν αὐτῷ τῷ μεταβάλλειν ἄπειρά ἐστι καὶ μεταβάλλειν καὶ μεταβεβληκέναι ἀεὶ πρὸ ἀλλήλων ὄντα.5 κέχρηται δὲ λήμματι, ὅτι τὸ ἐν ᾧ μεταβάλλει πρώτῳ καθ’ αὑτό, ἐν πᾶσι τοῖς μέρεσιν αὐτοῦ μεταβάλλει.

他意在证明:一切已经变化完毕之物,在变化完毕之前都曾在变化;一切正在变化之物,在完成变化之前都曾已经变化完毕。但他所说的并不是停止变化且处于变化完毕状态的事物在先前曾在变化,也不是正在变化之物在开始变化之前曾已经变化完毕,而是在变化本身之中,存在着无限多个既在变化又已变化完毕的阶段,它们始终互为先后。他使用了一个辅助前提:即〔事物〕在其中就其自身而言最初正在变化的东西,在它的所有部分中都在变化。

语法注5 条
  1. 6.43τὸ δὲ ἀμερές, λέγω δὲ τὸ νῦν, ἐν ᾧ πρώτως ἡ μεταβολὴ γίνεται, αδ̄

    本句与句首的“Τὸ αδ̄ λαμβάνει τοῦ χρόνου τι…”构成对称,共用谓语动词 λαμβάνει。该结构理清了注文对亚里士多德归谬法论证的梳理:即在论证中既把ΑΔ当作时间的一部分(可分之物),又将其设定为不可分的“现在”。

  2. 6.44ἀκολουθότερον γὰρ ἦν πρὸς τὸ εὐσύνοπτον τοῦ ἀτόπου εἰπεῖν ἐν δὲ τῷ ᾱ πάλιν μεταβέβληκεν

    非人称未完成过去时 ἦν 搭配比较级形容词 ἀκολουθότερον 支配不定式 εἰπεῖν,表达带有虚拟/审慎口气的评价:“说……本应是更具连贯性的”。

  3. 6.46Εἰ γὰρ ἀνάγκη τοῦτο ἢ μεριστὸν εἶναι ἢ ἀμερές

    以条件句 εἰ… ἀνάγκη 开头,构成一个长因果推理的前件:通过 οὔτε… μήτε… 将两种可能(不可分与可分)皆予以否定,主句的结论最终落在 ἀνῄρηται ἄρα… 处。

  4. 6.48καὶ οὕτω τὸ πρῶτον πάντα οὐκ ἔχουσι

    否定词 οὐκ 紧接在动词 ἔχουσι 之前,对主语 πάντα 构成全称否定(即“一切事物都不具有第一部分”)。

  5. 6.51ἄπειρά ἐστι καὶ μεταβάλλειν καὶ μεταβεβληκέναι ἀεὶ πρὸ ἀλλήλων ὄντα

    实质化的两个不定式 καὶ μεταβάλλειν καὶ μεταβεβληκέναι 作中性复数谓语 ἄπειρά ἐστι 的主语,中性复数分词 ὄντα 与这两个不定式取得一致并修饰它们。该结构表述了在连续变化中,进行时态与完成时态的环节无限地互为在先。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:808.20-810.13