← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§806.30-808.19

运动的可分性与变化完成的最初瞬间

斐洛波诺斯注解了亚里士多德《物理学》卷六第四章末尾至第五章开头的内容,阐明运动与时间的可分性追随被运动之物的可分性,并通过归谬法等论证了变化完毕之物在“最初”完成变化的瞬间必然处于所达到的状态之中。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.33

" Ληφθέντος γὰρ τοῦ κινεῖσθαι καθ’ ἑκατέραν." Οὐδενὶ γὰρ ἄλλῳ τὰ μέρη διοίσει τοῦ ὅλου ἢ ὅτι τὸ μὲν ὅλον λαμβάνοντες ἕν τι καὶ συνεχὲς λαμβάνομεν, τὰ δὲ μέρη νοοῦντες οἷον τῇ ἐπινοίᾳ διαιροῦμεν τὸ ὅλον. ὡς οὖν ἡ ὅλη κίνησις ἐκ τῶν ἰδίων μερῶν συνειστήκει μία οὖσα καὶ συνεχής, οὕτω καὶ τὸ κινεῖσθαι τῆς ὅλης κινήσεως συντιθέμενον ἐκ τοῦ κινεῖσθαι ἑκάστου μέρους κινήσεως ἓν ποιήσει τὸ ὅλον καὶ συνεχές, λέγω δὴ τὸ κινεῖσθαι· ὡς γὰρ τῶν μερῶν τῆς κινήσεως ὑπῆρχεν τὰ μέρη τοῦ κινεῖσθαι, οὕτω καὶ τῆς ὅλης κινήσεως ὅλον ὑπάρχει τὸ κινεῖσθαι.

“因为当按每一部分来把握处于运动中时。” 因为诸部分与整体在其他任何方面都没有区别,只在于我们在把握整体时是将它作为一个连续之物来把握,而在思及诸部分时则是仿佛在思想中分割整体。因此,正如整体运动是由其自身诸部分构成、是单一且连续的,同样,整体运动的处于运动中,由运动的各个部分的处于运动中组合而成,也将使整体成为单一且连续的,我指的正是处于运动中;因为正如处于运动中的诸部分属于运动的诸部分,同样,处于运动中的整体也属于整体运动。

§6.34

Αἱ ποιότητες· τῷ γὰρ 〈τὸ〉 ἐν ᾧ εἰσι διαιρετὸν εἶναι καὶ αὗται διαιρεῖσθαι λέγονται κατὰ συμβεβηκός.

诸性质:因为由于它们所在之物是可分的,它们也被说成是在偶性上被分割的。

§6.35

"Ἠκολούθηκεν δέ." Διὰ τὸ μεταβάλλον καὶ τούτοις ὑπάρχει τό τε διαιρετὸν εἰς ἄπειρα· εἰ γὰρ πᾶν τὸ μεταβάλλον διαιρετόν, οὐκ ἂν οὔτε ἀδιαίρετον κινοῖτο κίνησιν οὔτε ἐν ἀδιαιρέτῳ χρόνῳ. ἄλλως τε διὰ τὸ εἶναι τὸ μεταβάλλον καὶ 〈ἡ〉 κίνησις ἔστι, διὰ δὲ ταύτην καὶ τὸ κινεῖσθαι καὶ ὁ χρόνος· ὥστε ἕπονται τῷ κινουμένῳ. εὔλογον 〈ἄρα〉 ἐκείνου διαιρετοῦ ὄντος καὶ ταῦτα τοιαῦτα εἶναι.

“而这是紧随而来的。” 由于变化之物,向无限的分割可能性也属于这些事物;因为如果一切变化之物都是可分的,它既不可能进行不可分的运动,也不可能在不可分的时间中[运动]。此外,由于变化之物的存在,运动也存在,而由于运动,处于运动中和时间也存在;因此它们追随被运动之物。由此可见,在前者是可分的情况下,这些也是如此的,这是合理的。

§6.36

Ὅ φησι τοῦτό ἐστι· εἰ δοθείη τὸ μέγεθος ἄπειρον κατὰ τὴν ἔκτασιν, ἀνάγκη καὶ τὴν κίνησιν καὶ τὸν χρόνον τοιοῦτον εἶναι, ὅπερ δείξει ἐν τοῖς ἑξῆς.

他所说的是这个意思:如果量度在延展上被假定为无限的,那么运动和时间也必然是这样的,这一点他将在接下来的部分中证明。

§6.37

"Ὅτε πρῶτον." Προσέθηκε τὸ πρῶτον, διότι δύναταί τι μεταβεβληκὸς πρὸ ἐνιαυτοῦ μὴ εἶναι ἐν ᾧ μεταβέβληκεν τότε, οἷον εἰ εἰς λευκὸν μετέβαλεν· τῷ γὰρ χρόνῳ ἴσως οὐκ ἐφύλαξε τὸ εἶδος.

“当最初[变化完毕]时。” 他加上“最初”,是因为一年前完成某种变化的事物,现在可能不在那时变化完毕所达到的[状态]之中,例如如果它变成了白色;因为随着时间的推移,它也许没有保持这一形式。

§6.38

Ἐπειδὴ ταὐτόν ἐστι τὸ μεταβεβληκέναι τῷ ἀπολελοιπέναι, ἀπολέλοιπεν ἄρα τὸ μὴ ὄν· ἀνάγκη ἄρα ἐν τῷ ὄντι εἶναι, ἐπειδὴ μεταξὺ τοῦ ὄντος καὶ τοῦ μὴ ὄντος οὐδέν. μεταβέβληκεν δὲ ἐκ τοῦ μὴ ὄντος· ἀνάγκη ἄρα ἐν τῷ ὄντι εἶναι τὸ μεταβεβληκός, ὅτε πρῶτον μεταβέβληκεν. τὸ δὲ μὴ ὂν καὶ τὸ ὂν ἀντίφασις· εἰ δὲ ἐπὶ τῆς κατ’ ἀντίφασιν μεταβολῆς οὕτως ἔχει, καὶ ἐπὶ τῶν λοιπῶν ἄρα ὁ αὐτὸς ἁρμόσει λόγος.

既然已经变化完毕与已经离开是同一的,因此它已经离开了非存在;从而它必然在存在之中,因为在存在与非存在之间没有任何中间事物。然而它是从非存在变化完毕的;因此已经变化之物在它最初变化完毕时,必然是在存在之中。而非存在与存在是矛盾对立;但如果在依据矛盾对立的变化中情况是这样,那么对于其余的[变化],相同的道理也将适用。

§6.39

"Ἐπεὶ γὰρ ἐξ οὗ μεταβέβληκεν." Τὸ μεταβάλλον, φησίν, ἐκ τοῦ ᾱ ἀπολέλοιπεν τὸ ᾱ. ἀνάγκη οὖν αὐτὸ ἢ ἐν τῷ β̄ εἶναι ἢ ἐν ἄλλῳ τινί. ἀλλὰ μὴν ἐν ἄλλῳ ἀδύνατον· ἐν τῷ β̄ 〈ἄρα〉 ἔσται. εἰ γὰρ ἐν ἄλλῳ, ἔστω ἐν τῷ γ̄. * * * ἐπεὶ γὰρ οὐκ ἔστιν ἐχόμενον τὸ γ̄ τῷ β1 ἀλλ’ ἔστι τὸ μεταξύ, τὸ δὲ μεταξὺ διαιρετὸν εἰς ἀεὶ διαιρετά, πᾶσα δὲ μεταβολὴ συνεχής, ἀνάγκη πᾶσα τὸ μεταβάλλον εἰς τὸ β̄ ἐν τῷ γ̄ ὂν ἔτι μεταβάλλειν εἰς τὸ β̄· ἀλλὰ μὴν ὑπόκειται καὶ μεταβεβληκὸς εἰς τὸ β̄· τὸ αὐτὸ ἄρα καὶ μεταβάλλει εἰς τὸ β̄ καὶ μεταβέβληκεν, ὅπερ ἀδύνατον. εἰ γὰρ ἦν ἐχόμενον τὸ γ̄ τῷ β̄, δυνατὸν ἦν ἐν τῷ γ̄ εἶναι καὶ μεταβεβληκέναι ἐν τῷ β̄ (οὐ γὰρ εἶχεν ἔτι εἰς ὃ μεταβάλλει), ἐπειδὴ δὲ οὐδὲν συνεχὲς ἐξ ἀμερῶν (πᾶν γὰρ μόριον αὐτοῦ διαιρετὸν εἰς ἀεὶ διαιρετά), τὸ β̄ τῷ γ̄ οὐκ ἔστιν ἐχόμενον· ὥστε τὸ μεταβάλλον εἰς τὸ β̄, καὶ εἰς τὰ μεταξὺ μεταβάλλει.

“因为既然它从其中变化完毕的那个东西。” 他说,从Α变化的事物已经离开了Α。因此它必然要么在Β之中,要么在某个其他事物之中。然而在其他事物中是不可能的;因此它将在Β之中。因为如果是在其他事物中,设它在Γ之中。……因为既然Γ并不与Β紧邻,而是有中间事物,且中间事物总是可分为可分之物的,并且所有变化都是连续的,那么向着Β变化的事物在Γ之中时,必然仍然在向着Β变化;然而它又被假定为已经变化完毕到了Β;因此同一事物既在向着Β变化,又已经变化完毕,这是不可能的。因为如果Γ与Β是紧邻的,它就有可能在Γ之中且已经在Β中变化完毕(因为它不再有它向之变化的目标);但既然任何连续之物都不是由无部分之物构成的(因为它的每一个部分都总是可分为可分之物的),Β并不与Γ紧邻;从而向着Β变化的事物,也向着中间事物变化。

§6.40

Τὸ κυρίως πρῶτον, οὐ τὸ δι’ ἕτερον. λέγεται γὰρ ἐν πρώτῃ τῇδε τῇ ὥρᾳ γεγενῆσθαι ὁ πόλεμος, οὐ διότι ἐν ὅλῃ ὡς πρώτῃ γέγονεν, ἀλλὰ διότι τὸ νῦν, καθ’ ὃ πρῶτον γέγονεν, ἔστι τι τῆς ὥρας ἐκείνης, οἷον πέρας.

严格意义上的第一,而不是因由他物的第一。因为战争被说成最初是在这一小时内发生的,并不是因为它作为第一而在整个小时内发生,而是因为在其中最初发生的那“现在”是那一小时的某物,犹如极限。

§6.41

"Κἂν ἐν τῷ ὅλῳ." Ὅτι τὸ μετέβαλλεν ἀντὶ τοῦ μεταβάλλει εἶπεν, ἐδήλωσεν εἰπὼν κἂν ἐν τῷ ὅλῳ μεταβάλλοι.2 εἰ γὰρ ἐν μηδετέρῳ μεταβέβληκεν ἀλλὰ μεταβάλλει, οὐδ’ ἂν ἐν τῷ ὅλῳ μεταβεβληκὸς εἴη ἀλλὰ μεταβάλλον· ἀλλ’ ὑπόκειτο μεταβεβληκός.

“在整个之中也会〔是在变化〕。” 他用“过去正在变化”来代替“正在变化”这一点,是通过说“在整个之中也会是在变化”来表明的。因为如果在两个部分中哪一个都没有变化完毕而是在变化,那么在整个之中它也不会是已经变化完毕的,而是将处于变化中;但之前已假定它已经变化完毕。

语法注2 条
  1. 6.39εἰ γὰρ ἦν ἐχόμενον τὸ γ̄ τῷ β̄, δυνατὸν ἦν ἐν τῷ γ̄ εἶναι καὶ μεταβεβληκέναι ἐν τῷ β̄

    在非真实条件句的结句中,表示可能性的谓词 δυνατὸν ἦν 使用未完成过去时直陈式,未带有助词 ἄν。这符合古典希腊语的规则,即表示可能、必然或应当的表达在反事实结句中通常省略 ἄν。

  2. 6.41Ὅτι τὸ μετέβαλλεν ἀντὶ τοῦ μεταβάλλει εἶπεν, ἐδήλωσεν εἰπὼν κἂν ἐν τῷ ὅλῳ μεταβάλλοι

    句首的 ὅτι 引导一个充当 ἐδήλωσεν 之宾语的名词性从句(“关于他说……,他表明了”)。注疏者做出句法判断,认为亚里士多德原文中的未完成过去时 μετέβαλλεν 替代了现在时 μεταβάλλει,其依据是随后的带 κἄν(καὶ ἄν)的祈愿法分句(μεταβάλλοι)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:806.30-808.19